Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.273.1
Not analysed yet
ἔγωγε ἀθάνατός εἰμι, ἀλλ' ὅτι οὐδὲ ἔοικα οὔτε δέμας οὔτε φυήν. ἀλλ' οὐδὲ ἀνθρώπων τοῖς μακαριωτέροις, ἀλλὰ τοῖς ἀνάπαλιν. (Vers. 201.) Τὸ δὲ φαίνονται ἐναργεῖς, ἔοικέ πως ἐτυμολογικῷ τρόπῳ. ἐναργὲς γὰρ, τὸ οἱονεὶ λευκὸν καὶ διατοῦτο φανερὸν ἢ φαεινόν. ὧν πρωτότυπον τὸ φαίνειν ἐστί. δῆλον δὲ ὡς ἐξ Ὁμήρου κατῆρξε τὸ, θείας λέγειν ἐναργείας, τὰς θείας ἐπιφανείας. ὡς ταυτὸν ὂν ἐνάργειαν εἰπεῖν καὶ ἐμφάνειαν. συντελεῖ δέ τι πρὸς ταῦτα καὶ τὸ, οὔτι κατακρύπτουσι. τὸ γὰρ μὴ κρυπτόμενον, καὶ ἐναργὲς εἶναι δοκεῖ καὶ φαίνεσθαι λέγεται. (Vers. 202.) Τὸ δὲ ἕρδειν ὅτι δασύνεται ὡς ἀπὸ τοῦ ῥέζω, δῆλον καὶ ἐκ τῆς ἐνταῦθα συναλιφῆς. φησὶ γάρ. εὖθ' ἕρδομεν ἀγακλειτὰς ἑκατόμβας. (Vers. 211.) Ὀχέειν δὲ ὀϊζὺν, τὸ ὀχεῖν. φέρειν. βαστάζειν. τοιοῦτον καὶ τὸ, οὐδέ τι σὲ χρὴ νηπιάας ὀχέειν. Ἰστέον δὲ ὅτι τε τὸ, ὀχέοντας ὀϊζὺν, περίφρασίς ἐστι τοῦ ὀϊζυρούς. καὶ ὅτι ἐκ μεταφορᾶς ἀχθοφορικῆς εἴρηται. καὶ ὅτι τὸ ὀχεῖν, ὀκχεῖν παρὰ Πινδάρῳ εὕρηται, λόγῳ τοιούτῳ. ἄδεια τοῖς Αἰολεῦσιν ἦν ἤδη δὲ καὶ τοῖς Ἴωσι καὶ ὅλως εἰπεῖν ταῖς γλώσσαις, διπλάζειν σύμφωνα, ὡς δῆλον ἐκ τοῦ ἔδδεισεν. ἔννεπεν. ὅππως. ἡμιπέλεκκα. Περδίκκας τὸ κύριον καὶ ἄλλα μυρία, δίχα γε τῶν δασέων αὐτὰ γὰρ οὐκ ἐξῆν διπλάζεσθαι. οἷα μὴ εὑρισκομένης λέξεως Ἑλληνικῆς ληγούσης εἰς δασύ. διὸ εἴπου καὶ ἐχρῆν ἀναγκαίως τὰ δασέα διπλοῦσθαι, μετέπιπτεν εὐθὺς τὸ δασὺ τῆς διπλώσεως εἰς τὸ ἀντίστοιχον ψιλόν. οἷον. βάζω βάξω βέβαχα βάχος καὶ βάχαι αἱ τροφοὶ αὐτοῦ. διπλουμένου δὲ τοῦ χ' καὶ οὕτως ἀηδῆ ἐρυγὴν ἐκπέμποντος τρέπεται τὸ διπλωθὲν δασὺ εἰς τὸ αὐτοῦ ἀντίστοιχον καὶ γίνεται Βάκχος καὶ Βάκχαι. τοιοῦτον δὲ καὶ ὁ Ἴακχος. οὐκοῦν, ὅμοιον καὶ τὸ ὀκχῶ Πινδαρικῶς. τὸ δ' αὐτὸ γίνεται καὶ ἐπὶ τοῦ κὰπ φάλαρα, ὡς ἐν τοῖς εἰς τὴν Ἰλιάδα δηλοῦται σαφῶς. ἔτι δὲ καὶ ἐπὶ τοῦ κάτθανεν, ὅθεν καὶ οἱ θεραπεύοντες τὸν πυῤῥιχισμὸν τοῦ, Τρῶες δ' ἐῤῥίγησαν ὅπως ἴδον αἰόλον ὄφιν. καὶ ἀναιδεσάμενοι διπλάσαι τὸ δασὺ φ, οὐκ ἐτόλμησαν οὕτω προαγαγεῖν τὴν Ἑλληνικὴν λέξιν, ἀλλὰ ὄπφιν ἔγραψαν. (Vers. 212.) Τὸ δὲ ἐξισωσαίμην ταυτὸν τῷ ἐρίσαιμι ὅπερ ἐγράφη ἐν τῷ, ἢ κέν τις μοι ἐρίσσεται ἠὲ καὶ οὐκί. καίρια δὲ καὶ ἐπιφανῆ πάρισα ὡς ἐν τέλει στίχων κείμενα, τὸ ἐξισωσαίμην καὶ τὸ μυθησαίμην. (Vers. 215.) Ὅτι πεινῶντος λόγος τὸ, ἀλλ' ἐμὲ μὲν δορπῆσαι ἐάσατε κηδόμενόν περ. τουτέστι βλαπτόμενον. (Vers. 216.) ὃ προκλητικὸν εὐθὺς γίνεται γνωμικοῦ λόγου τοιούτου. οὐ γάρ τι στυγερῇ ἐπὶ γαστέρι κύντερον ἄλλο ἔπλετο, ἣ ἐκέλευσεν ἕο τουτέστιν ἑαυτῆς μνήσασθαι ἀνάγκῃ, καὶ μάλα τειρόμενον καὶ ἐν φρεσὶ πένθος ἔχοντα. (Vers. 219.) εἶτα ὥσπερ ὁ Μενέλαος εἰπὼν γνωμικῶς ἀρίγνωτον εἶναι τὸν ὄλβιον ἄνδρα, ἐπήγαγεν ὡς νῦν Νέστορι ἔδωκε θεὸς τὰ καὶ τὰ, οὕτω καὶ ἐνταῦθα Ὀδυσσεὺς ἐκ τοῦ καθόλου καταβὰς ἐπὶ τὸ μερικὸν φησίν. ὡς καὶ ἐγὼ πένθος μὲν ἔχω φρεσίν. ἡ δὲ μάλ' αἰεὶ ἐσθέμεναι κέλεται καὶ πινέμεν. ἐκ δέ με πάντων ληθάνει ὅσσ' ἔπαθον, (Vers. 220.) καὶ ἐνιπλήσασθαι ἀνώγει. Καὶ ὅρα κἀνταῦθα τὸ κελεύειν ὡς ἐπὶ δεσποίνης τινὸς λεχθὲν τῆς γαστρός. ὅτι καινότερον πέφρασται τὸ, οὐ γάρ τι στυγερῇ ἐπὶ (Vers. 216.) γαστέρι κύντερον. ἤγουν οὐδὲν γαστρὸς κύντερον τουτέστι κυνεώτερον. ἀναιδέστερον. χεῖρον. Ὅτι δὲ Λάκωνες μὲν τὰς γογγυλίδας Βοιωτοὶ δὲ τὰς κράμβας, γαστέρας ἐκάλουν, ἐν τοῖς τοῦ δειπνοσοφιστοῦ δηλοῦται. παρ' ᾧ καὶ Τίμων γράψας περὶ ἐπικούρου, οὐ στυγερὴν γαστέρα ἔφη Ὁμηρικῶς ἀλλὰ λαμυρόν. οἷον γαστρὶ χαριζόμενος. τῆς, λαμυρώτερον οὐδέν. (Vers. 221.) Τὸ δὲ ἐκληθάνει, πρωτότυπον μέν ἐστι τοῦ ἐκλανθάνει ὡς καὶ ἀλλαχοῦ ἐφάνει. ἔστι δὲ ὅμοιον πρὸς τὸ ψεύδειν. ὥσπερ γὰρ ψεύδειν τὸ ποιεῖν ψεύδεσθαι, οὕτως ἐκληθάνειν, τὸ ποιεῖν λανθάνεσθαι. (Vers. 222.) Ὅτι μυριαχοῦ παραφράζων Ὅμηρος ἑαυτὸν, ποιεῖ τοῦτο κἀνταῦθα. καὶ φθάσας εἰπεῖν τὸ, αὐτὰρ ἐμοὶ πομπὴν ὀτρύνετε καὶ ἑξῆς τοὺς προσημειωθέντας δύο στίχους, φησὶν ἐνταῦθα. ὑμεῖς δ' ὀτρύνεσθε ἅμ' Ἠοῖ φαινομένῃφι, ὥς κέ με τὸν δύστηνον ἐμῆς ἐπιβήσετε πάτρης, καί περ πολλὰ παθόντα. (Vers. 224.) ἐπεὶ δὲ ἦν εἰκὸς εἰπεῖν τινα, τί δή ποτε πολλὰ παθὼν εἶτα ἐθέλεις ἐπιβῆναι πάτρης; φησίν. ἰδόντα με καὶ λίποι αἰὼν, κτῆσιν ἐμὴν δμῶας τε καὶ ὑψερεφὲς μέγα δῶμα. ἐνδείκνυται δ' ἐν τούτοις ὁ ποιητὴς, ὡς τοιαῦτά τις ἔχων ἀγαθὰ, ἐρασθείη ἂν πατρίδος. ἄλλως γὰρ οὐχ' οὕτω μέγα ἡ πατρίς. εἴγε κατὰ τὴν παροιμίαν, πατρίς ἐστι πᾶσα ἵνα ἂν πράττοι τις εὖ. γυναικὸς δὲ οὐ μέμνηται Ὀδυσσεὺς ἐνταῦθα, οὐ μόνον ἵνα μὴ ἀποκναίσῃ οὕτω τὸν Ἀλκίνοον εἰς τὴν πομπὴν τὴν ἐς Ἰθάκην ὃς εὔξεται γαμβρὸν αὐτοῦ τὸν Ὀδυσσέα κληθῆναι αὖθι μένοντα, ἀλλὰ καὶ διότι οὐ πάνυ μέγα τοῦτο εἰς εὐδαιμονίαν. καὶ οἱ τυχόντες γὰρ ἔχουσι γυναῖκας. Τὸ δὲ λίποι αἰὼν