Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.274.1
Not analysed yet
ἰδόντα με τὴν Ἰθάκην, οὐ μακράν ἐστι τοῦ εἰπεῖν ὡς ἱέμενος καπνὸν ἀποθρώσκοντα νοῆσαι ἧς γαίης θανέειν ἱμείρεται. (Vers. 226.) Ὅτι φιλοξένων ἀνδρῶν τὸ, οἳ δ' ἄρα πάντες ἐπῄνεον, ἠδ' ἐκέλευον πεμπέμεναι τὸν ξεῖνον, ἐπεὶ κατὰ μοῖραν ἔειπεν. (Vers. 230.) Ὅτι παρὰ μὲν τοῖς ὕστερον Ἀττικοῖς ὑπολείπεσθαι λέγεται τὸ ἡττηθῆναι κατὰ δρόμον καὶ μεῖναι ὀπίσω τῶν συνάθλων ὡς καὶ ὁ κωμικὸς δηλοῖ. Ὅμηρος δ' ἐνταῦθα ὑπολείπεσθαι λέγει τὸν Ὀδυσσέα ἐν Ἀλκινόου, ἀντὶ τοῦ ἐκεῖσε μεῖναι τῶν ἄλλων ὑποχωρησάντων. (Vers. 232.) Ὅτι εὐκοσμίαν ἔχει καὶ ἡ σπουδαία τράπεζα. διὸ κοσμεῖ μὲν αὐτὴν ὁ κατὰ νόμον συμποσιακὸν παρατιθείς. ἀποκοσμεῖ δὲ, ὁ καταλύων ὡς καὶ προεγράφη. ἀμφίπολοι γοῦν ἀπεκόσμεον ἐνταῦθα ἔντεα δαιτός. ἤτοι ὅπλα. οἷον τραπέζας. κρητῆρας. κάνεα. καὶ ὅσοις δὲ ἄλλοις ἐξαρτύεται τράπεζα. (Vers. 239.) Ὅτι τὸ φῂς ἐν τῷ ἐνεστῶτι μὲν, κατὰ παράδοσιν ὀξύνεται καὶ σὺν τῷ ἰῶτα γράφεται. οἷον. οὐ δὴ φῂς ἐπὶ πόντον ἀλώμενος ἐνθάδ' ἱκέσθαι. εἰ δὲ περισπασθῇ, ἄνευ τοῦ ἰῶτα γράφεται καὶ ἀντὶ τοῦ ἔφης λαμβάνεται. ὡς ὁ Ἕκτωρ πρὸς Πάτροκλον ἐν Ἰλιάδι λέγει. φῆς που τὰ καὶ τὰ ποιήσειν, ἤγουν ἔλεγες. (Vers. 241.) Ὅτι πολυπενθοῦς ἀνθρώπου λόγος τὸ, ἀργαλέον διηνεκέως ἀγορεῦσαι κήδε', ἐπεί μοι πολλὰ δῶκε θεός. Ἐνταῦθα δὲ καὶ βασίλεια ἡ δέσποινα κεῖται. Ὀδυσσέως οὕτω τὴν Ἀρήτην προσφωνοῦντος ὅτε τὸ φᾶρος ἐκείνη καὶ τὸν χιτῶνα γνωρίσασα τὰ τῆς θυγατρὸς δῶρα ἠρώτησεν αὐτὸν τίς πόθεν εἶς ἀνδρῶν. τίς τοι τάδε εἵματ' ἔδωκε. πρὸς ὃ ἀποκρινόμενος Ὀδυσσεὺς, τίς μὲν ἔδωκε τὰ φορούμενα, ἐρεῖ. πόθεν δέ ἐστι, σιωπήσει πρός γε τὸ παρόν. ἐν τοῖς ἑξῆς δὲ παρὰ τοῦ βασιλέως ἐρωτηθεὶς ἐκθήσεται καὶ αὐτό. νῦν γὰρ οὐκ ἀναγκαῖον τοῦτο γενέσθαι. (Vers. 244.) Ὅτι ἀνακεφαλαιώσει χρῆται ὁ ποιητὴς ἐνταῦθα, ὡς ἐν τῇ ε καὶ τῇ ζῆτα ῥαψῳδίᾳ περὶ τοῦ Ὀδυσσέως ἱστόρησεν, ἀρξάμενος ἐκ τῶν πρὸ τούτων. ὅτε δηλαδὴ νῆα ἔτι καὶ ἑταίρους ἔχων, εἶτα ἐξώκειλεν εἰς τὴν τῆς Καλυψοῦς νῆσον. φησὶ γὰρ διὰ τοῦ Ὀδυσσέως οὕτω πως ἀφηγηματικῶς. Ὠγυγίη τις νῆσος ἀπόπροθεν εἰν ἁλὶ κεῖται. ἔνθα μὲν Ἄτλαντος θυγάτηρ δολόεσσα Καλυψὼ ναίει. εὐπλόκαμος δεινὴ θεός. οὐδέ τις αὐτῇ μίσγεται, (Vers. 247.) οὔτε θεῶν οὔ τε θνητῶν ἀνθρώπων. ὃ δὴ ἑρμηνευτικόν ἐστι τοῦ ἀπόπροθεν. ἀλλ' ἐμὲ τὸν δύστηνον ἐφέστιον ἤγαγε (Vers. 249.) δαίμων, οἶον, ἤγουν μεμονωμένον τῶν περὶ ἐμέ. ἐπεί μοι νῆα θοὴν ἀργῆτι κεραυνῷ, ὡς μετὰ ταῦτα ἱστορηθήσεται, (Vers. 250.) Ζεὺς ἔλσας ὅ ἐστιν ἐλάσας, ἐκέασε μέσῳ ἐνὶ οἴνοπι πόντῳ. εἶτα διηγησάμενος ὡς οἱ μὲν ἄλλοι πάντες ἀπέφθιθον αὐτὸς δὲ τὴν τῆς νηὸς τρόπιν ἀγκὰς ἑλὼν ἐννῆμαρ ἐφέρετο, δεκάτῃ δὲ νυκτὶ ἐς Ὠγυγίην αὐτὸν θεὸς ἐπέλασσε. καὶ ὡς ἡ Καλυψὼ αὐτὸν λαβοῦσα ἐνδυκέως ἐφίλει τε καὶ ἔτρεφεν, ἠδὲ ἔφασκε θήσειν ἀθάνατον καὶ ἀγήραον ἤματα πάντα. (Vers. 258.) καὶ ὡς ἀλλ' ἐμὸν οὔ ποτε θυμὸν ἐνὶ στήθεσσιν ἔπειθεν, ἐπάγει. ὡς ἑπτάετες μὲν αὐτόθι ἔμπεδον. εἵματα δ' αἰεὶ δάκρυσι δεύεσκον ἄμβροτα τὰ ἐκ τῆς Καλυψοῦς. ἀλλ' ὅτε δὴ ὄγδοον ἐπιπλόμενον ἔτος ἦλθε, καὶ τότε δὴ ἐκέλευσεν ἐποτρύνουσα νέεσθαι, Ζηνὸς ὑπ' ἀγγελίης, ἢ καὶ νόος ἐτράπετ' αὐτῆς. πέμπε δ' ἐπὶ σχεδίης πολυδέσμου. πολλά δ' ἔδωκε. σῖτον καὶ μέθυ ἡδὺ καὶ ἄμβροτα εἵματα ἕσσε. καὶ ὡς οὐρίῳ πνεύματι ἕως ὀκτωκαιδεκάτης ἡμέρας ἔπλεε. καὶ ὡς μετ' αὐτὰς ὁ Ποσειδῶν ὀϊζὺν πολλὴν αὐτῷ ἐπῶρσεν, ὃς ἐφορμήσας ἀνέμους κατέδησε κελεύθους, ὤρινε δὲ θάλασσαν ἀθέσφατον. οὐδέ τι κῦμα εἴα, ἐπὶ σχεδίης ἀδινὰ στενάχοντα φέρεσθαι. τὴν μὲν, (Vers. 275.) ἔπειτα θύελλα διεσκέδασεν. ὃ ταυτόν ἐστι τῷ ἐκέασε. αὐτὰρ ἔγωγε φησὶ νηχόμενος τόδε λαῖτμα διέτμαγον, ὄφρά με γαίῃ ἡμετέρῃ ἐπέλασσε φέρων ἄνεμός τε καὶ ὕδωρ. ἔνθά κε μ' ἐκβαίνοντα βιήσατο κῦμ' ἐπὶ χέρσου πέτρης πρὸς μεγάλῃσι βαλὸν καὶ ἀτερπέϊ χώρῳ. ἀλλ' ἀναχασάμενος νῆχον πάλιν ἕως ἦλθον εἰς ποταμόν. ἔνθα χῶρος ἄριστος. λεῖος πετράων. καὶ ἐπὶ σκέπας ἦν ἀνέμοιο ἐκ δ' ἔπεσον θυμηγερέων. (Vers. 283.) λέγει δὲ ἀνακεφαλαιωτικῶς, καὶ ὡς νυκτὸς ἐλθούσης, ἀπάνευθε διϊπετέος ποταμοῖο ἐκβὰς ἐν θάμνοισι κατέδραθον. ἀμφὶ δὲ φύλλα ἠφυσάμην. ὕπνον δὲ θεὸς κατ' ἀπείρονα χεῦεν. ἔνθα μὲν ἐν φύλλοισι φίλον τετιημένος ἦτορ εὗδον παννύχιος καὶ ἐπ' ἠῶ καὶ μέσον ἦμαρ. δείλετό τ' ἠέλιος καί με γλυκὺς ὕπνος ἀνῆκε. (Vers. 290.) καὶ ἐπὶ πᾶσιν ἐκτίθεται ὡς αἱ ἀμφίπολοι ἔπαιζον. καὶ ὡς ἡ τοῦ βασιλέως θυγάτηρ ἐν αὐταῖς ἦν ἐοικυῖα θεοῖς. καὶ ὡς αὐτὸς μὲν ἱκέτευσεν, ἡ δὲ, οὔτι νοήματος ἤμβροτεν ἐσθλοῦ. ὡς οὐκ ἂν ἔλποιο νεώτερον ἀντιάσαντα ἐρξέμεν. αἰεὶ γάρ τε νεώτεροι ἀφραδέουσιν, (Vers. 295.) ἐφ' οἷς τελειοῖ τὸ διήγημα, εἰπών. αὕτη μοι σῖτον ἔδωκεν ἅλις ἠδ' αἴθοπα οἶνον. καὶ λοῦσεν ἐν ποταμῷ, καί μοι τάδε εἵματ' ἔδωκεν.