Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.275.1
Not analysed yet
ὃ δὴ ἀπόκρισις μέν ἐστι πρὸς τὸ, τίς τοι τάδε εἵματ' ἔδωκεν. ἀφορμὴ δὲ τοῦ διηγήσασθαι γέγονεν. εἶτα καθιστῶν τὸ χωρίον, ἐπιφέρει συμπληρωτικῶς. (Vers. 297.) ταῦτά τοι ἀχνύμενός περ, ἀληθείην κατέλεξα. ἤγουν ἀληθῶς ἢ πρὸς ἀλήθειαν. τοῦτο μὲν, ἐλλειπτικῶς. τοῦτο δὲ, ἐπιῤῥηματικῶς. Καὶ ὅρα τὸ ἀληθείην, ἀμφιβόλως ἔχον εἴτε ἀπὸ προπαροξυτόνου τοῦ ἀλήθειαν, εἴτε ἀπὸ παροξυτόνου τοῦ ἀληθείαν, γέγονεν Ἰωνικῶς. οἱ γὰρ παλαιοὶ Ἀττικοὶ κατὰ Αἴλιον Διονύσιον, ἐξέτεινον τὰς τῶν τοιούτων ὀνομάτων ληγούσας. διὸ καὶ παρόξυναν αὐτά. ἡ ἀγνοία γάρ φησιν ἔλεγον καὶ ἡ εὐκλεία. καὶ ἡ ἱερεία. καὶ ἡ ἀναιδεία δέ φησι καὶ ἡ προνοία. ὧν πάντων ἐκτείνεται μὲν ἡ τελευταῖα, ἡ δὲ πρὸ αὐτῆς ὀξύνεται. Ἀριστοφάνης Δαιταλεῦσιν, ὦ προνοία καὶ ἀναιδεία. Ὅρα δὲ ὡς τὸν μακρὸν ἐκεῖνον τοῦ Ὀδυσσέως κίνδυνον ἐν ὀλιγίστῳ φράσας ἐνταῦθα, ὅμως οὐκ ἀπήλλαξεν οὐδὲ τὸ τοιοῦτον χωρίον τοῦ φοβερῶς φρασθῆναι. (Vers. 244.) Τὸ δὲ ἀπόπροθεν ὥσπερ καὶ τὸ οὐδέ τις αὐτῇ θεῶν ἢ ἀνθρώπων μίσγεται, πολὺν ἐκτοπισμὸν τῆς Ὠγυγίας νήσου δηλοῖ. καθὰ καὶ ἡ βασιλικὴ κόρη τὴν πατρίδα ἐξετόπισεν ὅτε εἶπεν, οὐδέ τις ἡμῖν βροτῶν ἐπιμίσγεται. Δολόεσσαν δὲ τὴν Καλυψὼ ἔφη, διὰ τὰς περὶ ἀθανασίας ψευδεῖς ὑποσχέσεις. ἅμα δὲ καὶ ὑπολαλεῖ Ὀδυσσεὺς, ὡς οὐ πείθεται ῥᾷον τοῖς μεγάλα ὑπισχνουμένοις. (Vers. 246.) δεινὴ δὲ θεὸς, ἴσως μὲν, καὶ ἡ φοβερά. μάλιστα δὲ, ἡ δεξιὰ καταφρόνησις. καὶ διατοῦτο δολόεσσα ἐπίτηδες. δῆλον γὰρ ὡς φρονήσεως μήτηρ ἡ δεινότης οὖσα ὑποτίθησιν ἐν καιρῷ καὶ τὸ, λόγοις τε καὶ ἔργοις δολιεύεσθαι. καὶ εἴη ἂν τοῦτό γε, ὁμοία ἡ δολόεσσα Καλυψὼ, τῷ Ὀδυσσεῖ ὃς δόλων ἆτος ὢν, αὐχεῖ που διὰ τοῦτο πᾶσιν ἀνθρώποις μέλεσθαι. (Vers. 247.) Τὸ δὲ μίσγεται καὶ ἐν τούτοις ἀντὶ τοῦ, συνοικεῖ ἁπλῶς εἴρηται. οὐ μὴν ἀντὶ τοῦ νόμῳ γάμου σύνεστιν, ὁποῖον τὸ, γυναῖκα νέην, ἵνα μίσγεαι ἐν φιλότητι. (Vers. 298.) Ἐφέστιος δὲ, ὁ ἐπὶ τῆς αὐτῆς ἑστίας. ὃς καὶ φιλητὸς ἦν διὰ τὸν ἐφέστιον Δία. Καὶ ὅρα ὡς εἰ καὶ ταυτὸν ἱστία καὶ ἑστία, ὅμως διαφέρει ὁ ἐφέστιος καὶ τὸ προλεχθὲν ἐπίστιον. ἐφέστιος μὲν γὰρ, ὁ προῤῥηθείς. ἐπίστιον δὲ οὐδετέρως ὡς προείρηται, νεὼς οἶκος ὁ καὶ νεώσοικος ἐν ἑνὶ μέρει λόγου καὶ νεώριον. ὅτε μέντοι κατὰ γένος ἀρσενικὸν ἐπίστιος λεχθῇ, ὁ αὐτὸς τῷ ἐφεστίῳ ἐστὶν ὡς καὶ τοῦτο προδεδήλωται. ἀπὸ δὲ τῆς ἑστίας καὶ ὁ ἐν Ἰλιάδι ἀνέστιος γίνεται. ἐκ ταύτης δὲ, καὶ παροιμία τὸ, ἑστίᾳ θύομεν, ἐφ' ὧν οὐκ ἔστι φασὶ μεταδοῦναι οὐδὲ ἐξενεγκεῖν. ἵνα εἴη τὸ, ἑστίᾳ θύομεν, ταυτὸν τῷ, οὐδενὶ μεταδιδόαμεν τῶν τῆς ἑορτῆς. καὶ ἑτέρα παροιμία τὸ, ἀφ' ἑστίας ἀρχόμενος. ἤγουν ἐκ τῶν κρειττόνων ἢ καὶ ἐκ τῶν οἰκείων. μετῆκται δέ φασιν ὁ λόγος ἐκ τῶν ἱερῶν. ἔθος γὰρ, Ἑστίᾳ πρῶτον ἀπάρχεσθαι. τῆς ἑστίας δὲ γίνεται καὶ τὸ ἑστιᾶν, ὅπερ κατὰ τοὺς παλαιοὺς οἱ Δωριεῖς ἱστιᾶν λέγουσιν ἐν τῷ ἰῶτα. περὶ δὲ ἱστίας καὶ ἑστίας καὶ ἐν τοῖς μετὰ ταῦτα ῥηθήσεται. (Vers. 250.) Τὸ δὲ ἐκέασε τί τὲ σημαίνει καὶ ὅπως γίνεται, προγέγραπται. (Vers. 252.) Τὸ δὲ ἀγκὰς ἑλὼν, λειότερον ἐκφωνεῖται τοῦ, ἀγκὰς ἐμάρπτεν ὅπερ ἐν Ἰλιάδι κεῖται. ἐπεὶ καὶ ἕτερόν ἐστι τοῦτο ἐκείνου κατ' ἔννοιαν. ἐν δὲ τοῖς ἑξῆς, περιπλεχθῆναι ἐρεῖ τὸ, ἀγκὰς ἑλεῖν. (Vers. 256.) Τὸ δὲ ἐνδυκέως, οὐ φιλεῖται μὲν πεζολόγοις ῥήτορσι, δηλοῖ δὲ τὸ ἐπιμελῶς. καὶ γίνεται ἐκ τοῦ δέκω τὸ δεξιοῦμαι τραπέντος τοῦ ε εἰς ο κατὰ κίνησιν ὀνοματικήν. εἶτα, τοῦ ο μεταβληθέντος εἰς υ Αἰολικῶς. (Vers. 258.) Οὐ πείθει δὲ ἡ Καλυψὼ τὸν Ὀδυσσέα ἐφ' οἷς ὑπισχνεῖται, οὐ μόνον ὅτι οἶδεν οἷα τὰ τῶν γυναικῶν ὅτ' ἀν εἰς ἔρωτα βακχεύωνται, ἀλλὰ καὶ ὅτι οὐ δύνανται ἀθανασίαν αἱ τοιαῦται χαρίζεσθαι. ἄλλως δὲ ἀλληγορικῶς, ἡ Καλυψὼ ἣν εἰς σῶμα ἐξελαβόμεθα πρὸς ἣν οὐδὲ θαμίζει ὁ Ἑρμῆς ὡς ἐν τῇ ε ῥαψῳδίᾳ λέγεται τουτέστιν ὁ λόγος, οὐ γὰρ τὸ σῶμα λόγου ἂν μετέχοι. ἡ τοίνυν κατὰ σῶμα Καλυψὼ, ὑποβάλλει μὲν ἀθανασίαν τοῖς φιλοσωμάτοις. οἳ ὡς ἀεὶ ζησόμενοι αὐτῇ συνδέδενται, φιλοζωοῦντες. καὶ ὡς ἐπί τινι ἀθανασίᾳ, θεραπείας ὑγιεινὰς ἀναλεγόμενοι, πλανᾷ τοὺς πλείονας. Ὀδυσσεὺς δὲ καὶ εἴπου τινὲς κατ' αὐτὸν, περιφρονῶν ἅπερ ἂν φάσκοι ἡ δολόεσσα Καλυψὼ, τὸ πλάνον δηλαδὴ σῶμα, οὐκ ἀναμένουσι τὴν τοῦ σώματος αὐτοὺς λύσουσαν φύσιν. ἀλλὰ τὸν φιλοσοφίας μελετήσαντες θάνατον, τῆς τοιαύτης Καλυψοῦς ἀφίστανται. (Vers. 259.) Τὸ δὲ ἔμενον ἔμπεδον, ἀντὶ τοῦ ἐν τῷ αὐτῷ πέδῳ. (Vers. 262.) Τὸ δὲ ἐπιπλόμενον ἔτος οὐκ ἂν εἴη ἑτεροῖον τῶν ὡς προεγράφη περιπλομένων ἐνιαυτῶν. (Vers. 263.) Τὸ δὲ Ζηνὸς ὑπ' ἀγγελίης ἢ καὶ νόος ἐτράπετ' αὐτῆς, τὴν ἐν ἀνθρώποις δηλοῖ νόησιν. ἣ τὰ πολλὰ, κατὰ εἰκοτολογίαν γίνεται. ἰδοὺ γὰρ ἀληθῶς μὲν κατὰ τὴν Ὁμηρικὴν πλάσιν, Ἑρμοῦ ἀγγείλαντος ἐξεπέμφθη ἐξ Ὠγυγίας ὁ Ὀδυσσεύς, αὐτὸς μέντοι στοχαστικῶς εἰδὼς,