Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.281.1
Not analysed yet
θῆκεν ἰδέσθαι, ὥς κεν Φαιήκεσσι φίλος πάντεσσι γένοιτο, δεινός τ' αἰδοῖος τε. (Vers. 23.) καὶ ἐκτελέσειεν ἀέθλους πολλούς. τοὺς, ἤγουν καθ' οὓς, Φαίηκες ἐπειρήσαντ' Ὀδυσσῆος. Καὶ ὅρα τὸ φύσει χρήσιμον τοῦ μήκους καὶ τοῦ πάχους. διὰ τούτων γὰρ δεινός τε τοῖς βλέπουσι φαίνεται Ὀδυσσεὺς, (Vers. 22.) καὶ αἰδοῖος διὰ τὸ ἡρωϊκὸν μέγεθος καὶ ἀγαθὸς ἀθλητής. εὐσωματεῖν γὰρ χρεὼν τοὺς τοιούτους ὡς καὶ ἡ παρὰ τοῖς παλαιοῖς ἀλείπταις σωμασκία δηλοῖ. (Vers. 22.) Τὸ δὲ μακρότερον καὶ πάσσονα θῆκεν, οὐκ ἀπέοικε τοῦ, μέλε' ἤλδανεν. ὅ ἐστιν ηὔξανε τὰ μέλη. συντομώτερον δὲ τούτου ἐκεῖνο. εἰσὶ δὲ ταῦτα, ἡ ῥηθεῖσα θεσπεσία χάρις. ἅπερ οὐ φύσει τῷ Ὀδυσσεῖ προσῆσαν ἀλλὰ θεόθεν συνέπεσον. Ἔστι δὲ πάσσων ὡς καὶ ἀλλαχοῦ ἐγράφη, ὁ παχύτερος. καὶ γίνεται ἀπὸ τοῦ παχὺς παχίων πάσσων. ὁποίῳ τρόπῳ καὶ ὁ μάσσων γίνεται ἐκ τοῦ μακρύς. καὶ ὁ βράσσων, ἐκ τοῦ βραχύς. καὶ ὁ ἐλάσσων, ἐκ τοῦ ἐλαχός. ὃ παρὰ Καλλιμάχῳ κεῖται. τοῦ δὲ μάσσων τὸ οὐδέτερον κεῖται μετ' ὀλίγα ἐν τῷ, τοσοῦτον ἢ ἔτι μάσσον. Ἐκ δὲ τοῦ, μακρότερον καὶ πάσσονα ἰδέσθαι, κεχορήγηται τοῖς ὕστερον τὸ, ὁ δεῖνα καλὸς ἰδεῖν, ἢ ὁ δεῖνα ἐμβριθὴς ἰδέσθαι. (Vers. 22.) Τὸ δὲ ἐκτελέσειεν ἀέθλους πολλοὺς, οὐ πρὸς ἐνέργειαν κεῖται, ἀλλὰ κατὰ τὸ φύσει δύνασθαι. εἰ γὰρ καὶ μόνον ἐδίσκευσεν ὁ Ὀδυσσεὺς οὐχ' ὑποδὺς καὶ ἑτέρους ἄθλους, ἀλλ' ἐπεὶ ἐν οἷς αὐτὸς εὐδοκιμεῖν εἴπῃ ἐν ἐκείνοις ἀπαγορεύσουσιν οἱ Φαίακες, τρόπον τινὰ καὶ τούτους τοὺς πολλοὺς ἐξετέλεσσεν ὧν οἱ Φαίακες ὑπεξεχώρησαν αὐτῷ. ἐρεῖ γὰρ, ὡς πάντα οὐ κακός εἰμι μετ' ἀνδράσιν ὅσοι ἄεθλοι καὶ τὰ ἑξῆς ὡς κατὰ τόπον ῥηθήσεται. Τὸ δὲ ἐπειρήσαντ' Ὀδυσσῆος, προκατῆρξε γνωμικοῦ τοῦ, διάπειρά τοι βροτῶν ἔλεγχος. (Vers. 28.) Ὅτι χρήσιμόν ποτε ῥηθῆναι εἰς ξενίαν καὶ πομπὴν ξένου τὸ, ξεῖνος ὅδε οὐκ οἶδ' ὅς τις, ἀλώμενος ἵκετ' ἐμὸν δῶ, ἠὲ πρὸς ἠοίων ἢ ἑσπερίων ἀνθρώπων. πομπὴν δ' ὀτρύνει, καὶ λίσσεται ἔμπεδον εἶναι. ἡμεῖς δ' ὡς τὸ πάρος περ, ἐποτρυνώμεθα πομπήν. οὐδὲ γὰρ οὐδέ τις ἄλλος ὅς τις κ' ἐμὰ δώμαθ' ἵκηται, ἐνθά δ' ὀδυρόμενος. δηρὸν μένει εἵνεκα πομπῆς. Ἀλκίνοος δὲ ταῦτα φησίν. Ἔνθα καὶ σημείωσαι ὡς οὐ μόνος Ὀδυσσεὺς τοῖς Φαίαξιν ἀλήτης ἦλθεν, ἀλλὰ καὶ ἄλλοις τοῦτο ἐγίνετο. οὐκ ἄρα πάντῃ ἐκτετοπισμένοι ἧσαν κατὰ τὸν μῦθον, ἀλλ' ὑπεμφαίνει που καὶ τὸ ἀληθὲς ὁ ποιητής. Ὅρα δὲ τὸ, (Vers. 33.) ὀδυρόμενος μένει εἵνεκα πομπῆς. νόσος μὲν γὰρ ἴσως ἤ τι τοιοῦτον, κωλύσει τὸν ξένον τῆς ταχείας πομπῆς. ἡμεῖς μέντοι οὐκ ἀναβαλούμεθά ποτε τὴν πομπήν. Ἠοίους δὲ ἀνθρώπους λέγει, τοὺς ἀνατολικούς. ὃ καὶ ἀλλαχοῦ ἐῤῥέθη. (Vers. 29.) Τὸ δὲ πρὸς ἠοίων, ταυτόν ἐστι τῷ, ἐκ τῶν ἐῴων. προθέσεως κειμένης ἀντὶ ἑτέρας προθέσεως. ὃ μυριαχοῦ γίνεται. Ἰστέον δὲ ὅτι σύνηθες Ὁμήρῳ οὐκ ἐνταῦθα μόνον ἀλλὰ καὶ ἐν ἄλλοις, εἰς δύσιν καὶ ἀνατολὴν ὀλοσχερῶς μερίζειν τὰ κοσμικά. ὡς δηλοῖ καὶ τὸ, οὐκ ἴδμεν ὅπῃ ζόφος οὐδ' ὅπῃ ἠώς. καὶ εἴτ' ἐπὶ δεξιὰ ἴωσι πρὸς ἠῶ τ' ἠέλιόν τε, εἴτ' ἐπαριστερὰ ποτὶ ζόφον ἠερόεντα. (Vers. 30.) Τοῦ δὲ ἔμπεδον ἡ μὲν κυριολεξία, καὶ πρὸ ὀλίγων ἐγράφη. νῦν δὲ, μεταφορικῶς οὕτω φησὶ τὸ στερεόν. (Vers. 35.) Ὅτι πρωτόπλοον μὲν νῆα τῷ Ὀδυσσεῖ ἐπιλεγῆναι κελεύει ὁ βασιλεύς. κούρους δὲ δύο καὶ πεντήκοντα κρίνασθαι κατὰ δῆμον ἐθέλει, (Vers. 36.) οὐ πρωτοπλόους καὶ αὐτοὺς ἤτοι πρωτοπείρους τῆς ναυτιλίας, ἀλλὰ ὅσοι πάρος εἰσὶν ἄριστοι. ταυτὸν δὲ εἰπεῖν, ἔκκριτοι, πάντως γὰρ, οἱ ἄριστοι κρίνονται ἤγουν ἐπιλέγονται. Πρωτόπλοος δὲ ναῦς, οὐ μόνον ἡ ἐκ καινῆς ναυπηγηθεῖσα, ἀλλὰ καὶ ἡ πρώτη κατὰ τὸ πλέειν. ἢ μετὰ πρώτου τινὸς πλέουσα, ὅ ἐστι ναυαρχίς. Ἰστέον δὲ ὡς εἰ καί τινα τῶν ἀντιγράφων παροξύνουσι τὴν πρωτόπλοον νῆα διὰ τὸ τῆς σημασίας ἐνεργητικὸν ὁμοίως τῷ, πρωτοτόκος γυνὴ καὶ τοῖς τοιούτοις, ἀλλὰ κωλύεται ἡ παροξυτόνησις διὰ τὸ ἀριθμητικὸν εἶναι τὸ τοιοῦτον. καὶ οὐ κατὰ τὸ, ἁπλόος. διπλόος. τριπλόος. προληφθὲν οὖν ἀριθμητικῶς τοῦτο οὐκ ἐᾷ παροξύνεσθαι τὸ πρωτόπλοον. (Vers. 39.) Ὅτι παρέχειν ἐνταῦθα κεῖται τὸ διδόναι. φησὶ γάρ, ἐγώ δ' εὖ πάντεσσι παρέξω. οὗ τὸ ἀνάπαλιν, ἀφέξω. ἵνα εἴη παρέχειν μέν τι, τὸ ἐγγύς τινος ἔχειν. ἀπέχειν δὲ, τὸ πόῤῥω ἔχειν. ὡς δηλοῖ ἐν τοῖς ἑξῆς καὶ τὸ, ἄπισχε δὲ φάσγανον ὀξύ. (Vers. 37.) Ὅτι ἐν τῷ, δησάμενοι ἐπὶ κληῖσιν ἐρετμὰ, ἔοικε κληῖδας λέγειν. τὴν συνοχὴν τῶν κωπῶν πρὸς τοὺς σκαλμούς. τοιαύτη δὲ συνοχὴ, οἱ τροποί. οὓς καὶ φθάσας εἶπεν. (Vers. 41.) Ὅτι σκηπτούχους βασιλεῖς λέγει τοὺς δώδεκα οἳ συνάρχουσι τῷ Ἀλκινόῳ οὐκ ἀποστερήσας οὐδ' αὐτοὺς τῆς βασιλικῆς κλήσεως, εἰ καὶ ὑπερέχει ὁ Ἀλκίνοος. ὑποκαταβὰς δὲ,