Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.282.1
Not analysed yet
(Vers. 26.) σκηπτούχους μόνον αὐτοὺς λέγει, ἐλλείψας τὸ βασιλεῖς. οὓς καὶ ἕπεσθαι ἡγουμένῳ τῷ Ἀλκινόῳ λέγει, ὡς ἐλάττονας μείζονι. Ὅτι προτροπὴ εἰς φιλοξενίαν τὸ, ἔρχεσθ' ὄφρα ξεῖνον ἐνὶ μεγάροις φιλέωμεν μὴ δέ τις ἀρνείσθω. (Vers. 44.) Ὅτι καθὰ τοῖς Ἰθακησίοις τὸν Φήμιον, οὕτω καὶ τοῖς Φαίαξι περικλυτὸν καὶ θεῖον ἀειδὸν Ὅμηρος δίδωσι τὸν Δημόδοκον καὶ ἔφθασε γραφῆναί τι ἱστορικῶς περὶ τούτων τῶν δύο ἀνδρῶν. Εἰ δὲ θεῖος ἀοιδὸς ὁ Δημόδοκος ὡς μὴ μόνον τὰ κατ' ἀνθρώπους ἀείδων ἀλλὰ καὶ τὰ περὶ θεοὺς ὡς ἐν τοῖς ἑξῆς εἰρήσεται, οὐκ ἂν οὐδ' ὁ ποιητὴς στεροῖτο τοῦ, θεῖος καὶ αὐτὸς ἀοιδὸς καλεῖσθαι. ᾧ καὶ ἄλλως ἐμφέρειά ἐστι πρὸς τὸν Δημόδοκον. ἐρίηρος γὰρ καὶ Ὅμηρος κατ' ἐκεῖνον ἀοιδός, καὶ περικλυτός. καὶ Μούσαις φίλος. καὶ ἔχων ἀγαθόν τε κακόν τε τὸ κατὰ σοφίαν καὶ πήρωσιν καθὰ καὶ ἐκεῖνος, ὡς μετ' ὀλίγα ῥηθήσεται. καὶ οἴμην καὶ αὐτὸς μεταχειρισάμενος συγγενῆ τῇ τοῦ Δημοδόκου. Τρωϊκὴν γὰρ ᾄδει μετ' ὀλίγα ἱστορίαν ὁ Δημόδοκος, ἧς τότε τὸ κλέος οὐράνιον. καὶ Ὅμηρος δὲ, Τρωϊκὸν βιβλίον τὴν Ἰλιάδα ᾗσεν. ἧς τὸ κλέος οὐρανὸν εὐρὺν ἵκει. καί πως κατὰ τὴν τῆς τραγῳδίας Ἑκάβην εἰποῦσαν δύστην' ἐμαυτὴν γὰρ λέγω λέγουσα σὲ, εἰπεῖν ἔχει καὶ ὁ ποιητὴς πρὸς ἑαυτόν. θεῖε ἀοιδὲ, ἐμαυτὸν γὰρ λέγω ἐν οἷς χαρακτηρίζω τὸν Δημόδοκον. εἰ δὲ καὶ τῷ Δημοδόκῳ (Vers. 45.) θεὸς περιδῶκεν ἀοιδὴν τερπνὴν ὅπῃ οἱ θυμὸς ἐποτρύνῃσιν ἀείδειν, τίς ἂν πλέον Ὁμήρου καὶ τὸ τοιοῦτον ἔχοι καλόν; Ἐν τούτῳ δὲ τὸ μὲν τερπνὴν, γράφεται καὶ τέρπειν. Θυμὸς δὲ, ἢ ὁ τοῦ Δημοδόκου νοεῖται, ἢ ἡ ἐπιθυμία τῶν ἀκροατῶν κατὰ τοὺς παλαιούς. Εἰ δὲ καὶ Μοῦσα τὸν Δημόδοκον ἀνίησιν ᾄδειν ὁρμηθέντα, πάσχοι ἂν αὐτὸ καὶ Ὅμηρος οἷα Μούσῃ κάτοχος. ἀφ' ἑαυτοῦ γὰρ οἷά τινος πρωτοτύπου, καὶ τὴν τοῦ Δημοδόκου εἰκόνα ἔχρωσεν. (Vers. 47.) Ὅτι μετοίχεσθαι, τὸ εἴς τινα ἐλθεῖν. οἷον. κῆρυξ δὲ μετῴχετο θεῖον ἀοιδόν. Καὶ ὅρα ὡς δὶς εἰπὼν τὸ, θεῖον ἀοιδὸν, μετ' ὀλίγα τὸν αὐτὸν ἐρίηρον λέγει ἀοιδὸν ἤγουν πάνυ ἁρμονικὸν, ἐν τῷ, κῆρυξ δ' ἐγγύθεν ἦλθεν ἄγων ἐρίηρον ἀοιδόν. εἰπεῖν γὰρ πάνυ ἐπιθυμητὸν, οὐχ' οὕτως ἐπιτυχές. ἔοικε δὲ πρὸς τοῦτο καὶ τὸ, (Vers. 62.) ἐρίηρες ἑταῖροι. περὶ οὗ ἀλλαχοῦ διελήφθη. Ὅτι σύνηθες παρὰ τοῖς ῥήτορσιν, ἐν παραθέσει δύο ἀριθμῶν τοῦ μὲν μείζονος, τοῦ δ' ἐλάττονος, προηγεῖσθαι φυσικῷ λόγῳ τὸν ἐλάττονα. οὕτω γὰρ ἕνδεκα καὶ δυοκαίδεκα φαμέν. καὶ δύο καὶ εἰκοσίπηχυ. καὶ ἕτερα μυρία. διὸ καὶ ἐνταῦθα ὁ ποιητὴς οὐ μόνον δύω καὶ πεντήκοντα λέγει, ἀλλὰ καὶ τὴν τοῦ λόγου σύνταξιν πρὸς τὸ δύο ἀποτείνει, οὐ πρὸς τὸ πληθυντικὸν τὸ πεντήκοντα, εἰπών. κούρω δὲ κριθέντε δύο καὶ πεντήκοντα, βήτην. καὶ πρὸ ὀλίγων δὲ, κούρω δύο καὶ πεντήκοντα κρινάσθων ἔφη. ἐκεῖ μέντοι διὰ τὸ πεντήκοντα, καὶ πληθυντικὸν ἐπάγει τὸ, ὅσοι πάρος ἄριστοι. Ἰστέον δὲ ὅτι τρίτον ἐστὶ μεγάλης τριήρεως ἡ ἐνταῦθα ναῦς. ὁ γὰρ καθ' Ὅμηρον τρίτος ἀριθμὸς τῶν ἐν τοῖς τριήρεσιν ἐπικώπων εἰς πεντηκοντάδα ἐκορυφοῦτο, ὡς καὶ ἐν Ἰλιάδι ἐδηλώθη κατὰ τὸ τέλος τῆς βῆτα ῥαψῳδίας. κατὰ τοιοῦτον ἀριθμὸν καὶ Ὀδυσσεὺς ἐν τοῖς ἑξῆς τοὺς ἑταίρους μερίζων, εἰς Κίρκην στέλλει. τοσοῦτοι δὲ καὶ ἐνταῦθα οἱ τὸν Ὀδυσσέα στελοῦντες κοῦροι ναῦται. οἱ δέ γε ἐπέκεινα δύο, ὁ κυβερνήτης δοκοῦσιν εἶναι καὶ ὁ πρωρεύς. (Vers. 50.) Ὅτι διασκευὴ κεῖται καὶ ἐνταῦθα, συντόμου ἑτοιμασίας πλοῦ, ὁποῖα κεῖται καὶ ἐν τῇ δ ῥαψῳδίᾳ παρ' ὀλίγα τινά. λέγει γὰρ ὡς ἐπὶ νῆα κατήλυθον, καὶ νῆα μὲν ἁλὸς βένθοσδε ἔρυσαν, ἐν δ' ἱστὸν τίθεντο, ἠρτύναντο δ' ἐρετμά. ἀνὰ δ' ἱστία λευκὰ πέτασαν. ὑψοῦ δ' ἐν (Vers. 55.) νοτίῳ τήνδ' ὥρμισαν. ὃ ταυτόν ἐστι πάντως τῷ, ἁλὸς βένθοσδε ἔρυσαν. Καὶ ὅρα τὴν ἐν τῇ τοιαύτῃ διασκευῇ κατασπορὰν τῶν παρίσων. τὸ, ἔρυσαν. πέτασαν. ὥρμισαν καὶ τὸ, τίθεντο. ἠρτύναντο. (Vers. 66.) Ὅτι λαμπρᾶς εἰλαπίνης ἡρωϊκῆς μικρὰ ἔκφρασις τὸ, βὰν ἴμεν ἐς μέγα δῶμα. πλῆντο δ' ἂρ αἴθουσαί τε καὶ ἕρκεα καὶ δόμοι ἀνδρῶν. τοῖσι δὲ, ὁ δεῖνα δυωκαίδεκα μῆλ' ἱέρευσεν. ὀκτὼ δ' ἀργιόδοντας ὕας. δύο δ' εἰλίποδας βοῦς, (Vers. 61.) εἶτα συντομώτατα ἐπιπλέκων διασκευὴν σφαγιάσματος καὶ δαιτὸς ἐπάγει. τοὺς δέρον ἀμφί θ' ἕπον τετύκοντό τε δαῖτ' ἐρατεινήν. Καὶ ὅρα ὅτι παιδεύων Ὅμηρος εἰς ἔργα σπουδαῖα οὐκ ἐθέλει ἐνδιατρίβειν διασκευαῖς. (Vers. 63.) Ὅτι τὴν ἀνθρωπίνην εὐτυχίαν ὑποδηλῶν ὡς ἐν Ἰλιάδι ἐν τῷ περὶ τῶν δύο πίθων λόγῳ οὕτω δὴ κἀνταῦθα ὁ ποιητὴς, ἔχουσαν συναναμεμιγμένα φαῦλα καλοῖς φησὶν οὕτω περὶ Δημοδόκου. τὸν, περὶ Μοῦσα φίλησε. δίδου δ' ἀγαθόν τε κακόν τε. ἃ καὶ ἐφερμηνεύων φησίν. (Vers. 64.) ὀφθαλμῶν μὲν ἄμερσε, δίδου δ' ἡδεῖαν ἀοιδήν. τινὲς δὲ οὐχ' Ὁμηρικῶς νοοῦντες, εἶπον πρὸς ἀγαθοῦ εἶναι τῷ ἀοιδῷ καὶ τὴν τῶν ὀφθαλ-