Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.285.1
Not analysed yet
κατὰ τοὺς παλαιούς. εἰ δὲ καὶ τὸ ὀμόργω ἀπὸ τοῦ ἀμέργω δόξειε γενέσθαι διὰ τὸ καὶ τὴν ἐλαϊκὴν ἀμόργην σπογγισμοῦ δέεσθαι, οὐκ ἂν εἴη πάντῃ ἀλλόκοτον. (Vers. 93.) Ὅτι ὥσπερ Μενέλαος ἔγνω τοὺς βασιλικοὺς παῖδας κρύφα κοινολογουμένους, προσέσχε γὰρ ὡς ἐχρῆν, οὕτω κἀνταῦθα τοῦ Ὀδυσσέως πρῶτος ὁ βασιλεὺς ᾔσθετο κλαίοντος. φησὶ γάρ. ἔνθ' ἄλλους μὲν πάντας ἐλάνθανε δάκρυα εἴβων ἢ λείβων. Ἀλκίνοος δέ μιν οἶος ἐπεφράσατ' ἠδὲ νόησεν, ἥμενος ἄγχ' αὐτοῦ. (Vers. 95.) βαρὺ δὲ στενάχοντος ἄκουσεν. ὥστε, οὐ τὸ δάκρυον μόνον κατεμήνυσε τὴν Ὀδυσσέως λύπην, ἀλλὰ καὶ ὁ βαρὺς στεναγμός. οὕτω δὲ ἀπαραλλάκτως κεῖται καὶ ἐν τοῖς ἑξῆς ἔνθα ἐλεεινὸν ὑπ' ὀφρύσι δάκρυον εἴβων, τοὺς μὲν ἄλλους ἐλάθανεν, οὐ μὴν καὶ τὸν βασιλέα. ἐκεῖ δὲ τὸ εἴβειν καὶ λείβειν φησὶν, εἰπών. δάκρυον εἶβε. καὶ ἐπαγαγὼν εὐθὺς τὸ, δάκρυα λείβων. (Vers. 94.) Τὸ δὲ ἐφράσατο καὶ τὸ ἐνόησεν, ἐκ παραλλήλου τὸν αὐτὸν ἔχουσι νοῦν. δύναται δὲ καὶ ἄλλως τὸ φράσασθαι μὲν, βουλὴν καὶ σκέψιν ἁπλῶς δηλοῦν. τὸ δὲ νοῆσαι, κατάστασιν βουλῆς καὶ ὡς εἰπεῖν, ἀποτελεύτησιν. ἵνα τὴν φράσιν ἐπισφραγίσῃ ἡ ἐντελὴς νόησις. (Vers. 98.) Ὅτι εὕρηται βρῶσις ἐνταῦθα μέχρι κόρου παρὰ τοῖς τρυφηταῖς Φαίαξιν. ὅπερ ὡς καὶ ἡ Ἰλιὰς δηλοῖ, σπάνιον παρὰ τῷ ποιητῇ. φησὶ γάρ. ἤδη μὲν δαιτὸς κεκορήμεθα θυμὸν ἐΐσης, φόρμιγγός τε. (Vers. 99.) ἣ δαιτὶ συνήορός ἐστι θαλείῃ. τουτέστιν ἥτις συνήρμοσται καὶ συνέρευκται προσεταιριζομένη τῇ εἰλαπίνῃ. διὸ τινὰ τῶν ἀντιγράφων ἀντὶ τοῦ θαλείη, ἑταίρη γράφουσι. παραμυθεῖται δέ πως νῦν ὁ τῆς φόρμιγγος κόρος, τὸν τῆς δαιτός. ὡς διὰ τοῦτον, μὴ δὲ ἐκεῖνον δοκεῖν ψεκτόν. θεῖον γὰρ ἡ ἀοιδή. ὥστε τοιοῦτόν τι καὶ ὁ αὐτῆς κόρος. (Vers. 98.) Τὸ δὲ ἐΐση, νηός τε ἐπίθετον καὶ εὐωχίας ὡς μυριαχοῦ δηλοῦται. Συνήορος δὲ, γίνεται παρὰ τὸ ἀείρω τὸ συζευγνύω. ἐξ οὗ καὶ ὁ παρήορος. ὁ μέντοι ἐν Ἰλιάδι μετήορος, ἀπὸ τοῦ ἀείρω τὸ κουφίζω καὶ ἐπαίρω γίνεται. οἱ δὲ ἀπήωροι κλάδοι ἐν τοῖς ἑξῆς, τουτέστιν ἀποκρεμεῖς καὶ πόῤῥω τῆς ῥίζης ὄντες. κατὰ δὲ ἑτέρους εἰπεῖν, ἀφεστῶτες, παρεκτεταμένοι, ἀπηρτημένοι, ἐκτείνουσι τὴν παραλήγουσαν, ὡς μὴ γενόμενοι ἀπὸ τοῦ ἀείρω ἀλλ' ἐκ τοῦ αἰωρῶ. (Vers. 100.) Ὅτι φιλενδεικτῶν ἐπὶ τοῖς ἐγχωρίοις ἄθλοις ὁ βασιλεὺς Ἀλκίνοος, (Vers. 101.) φησί. νῦν δ' ἐξέλθωμεν καὶ ἀέθλων πειρηθῶμεν πάντων. τῶν συνήθων δηλαδὴ τοῖς Φαίαξιν. ὡς ἂν ὁ ξεῖνος εἴπῃ τοῖς ἑαυτοῦ οἴκαδε νοστήσας, ὅσσον περιγινόμεθ' ἄλλων. (Vers. 103.) πύξ τε, παλαισμοσύνῃ τε, καὶ ἅλμασιν, ἠδὲ πόδεσσιν. ἑνὶ στίχῳ περιλαβὼν τέσσαρας ἄθλους. ἔνθα σκοπητέον, πῶς εἶδεν ὁ Φαίαξ εἴπερ τῶν ἄλλων ἀνθρώπων περιγίνονται ἐν ἄθλοις οἱ ὑπ' αὐτὸν, ὁ ἐκτοπίζων τὴν κατ' αὐτὸν γῆν καὶ μήτε εἰδώς τινας μήτε γινωσκόμενος. ἢ τοίνυν τοῦτο ἀλαζονεύεται, τὸ πάντων δηλαδὴ περιγενέσθαι. ἢ ἐκεῖνο, ἤτοι τὸ ἀπῳκίσθαι τὴν κατ' αὐτὸν νῆσον. (Vers. 100.) Ὅρα δὲ καὶ ὅτι ἅμα δαῒς ἅμα ἄεθλοι. καὶ οὐκ ἦν ἔθος τοῖς ἥρωσιν ἀναπαύεσθαι μετὰ βρῶσιν κατὰ τοὺς ὕστερον, ἐπὶ σιτίων πέψει. (Vers. 103.) Ἰστέον δὲ καὶ ὅτι νῦν μὲν τέσσαρας ἠρίθμησεν ἄθλους ὁ βασιλεύς, προϊὼν δὲ ὁ ποιητὴς πέντε νικητὰς ἐκθήσεται, οἳ πέντε ἄθλους ἐνίκησαν. ἐρεῖ γάρ. τῶν δὲ, θέειν ὄχ' ἄριστος ἔην Κλυτόνυος ἀμύμων. ἐν δὲ πάλῃ, Εὐρύαλος ἀπεκαίνυτο πάντας ἀρίστους. ἅλματι δ' Ἀμφίαλος πάντων προφερέστατος ἦεν. δίσκῳ δ' αὖ, πάντων πολὺ φέρτατος ἦεν Ἐλατρεύς. πύξ δ' αὖ, Λαοδάμας ἀγαθὸς πάϊς Ἀλκινόοιο. καὶ ἰδοῦ ἐνταῦθα πέντε ἆθλοι προτεθέντος τοῦ δίσκου. καὶ ἴσως πένταθλον ἦν τοῦτο παρ' αὐτοῖς. Παρὰ μέντοι τοῖς ὕστερον, τὰ τοιαῦτα, οὕτω μετρικῶς ἀριθμεῖται. ἅλμα. δρόμος. δίσκευμα. κοντός. καὶ πάλη. καὶ ἄλλως δὲ ἐν ἡρώῳ μέτρῳ, οὕτω ἅλμα ποδὸς, δίσκου τε βολὴ, καὶ ἄκοντος ἐρωὴ, καὶ δρόμος ἠδὲ πάλη. μία δ' ἔπλετο πᾶσι τελευτή. Σημείωσαι δὲ καὶ ὅτι ἐν Ἰλιάδι ἀγωνοθετήσας ὁ ποιητὴς, ὤκνησεν ἐνταῦθα τοιούτοις ἐνασχολῆσαι τὴν ἑαυτοῦ Μοῦσαν ἔξω καιροῦ, διὸ καὶ ἐπιτρέχει αὐτά. οἷα μὴ δὲ ἔχων πιθανῶς καὶ νῦν τοῖς ὅλοις ἐμπλατύνασθαι ὥσπερ ἐκεῖ. ἵπποι γὰρ, οὐ πάρεισιν, ὥστε οὐδὲ ἱππεῖς ἀγωνίσονται. οἷς δὲ οὐ μέλει βιὸς οὐδὲ φαρέτρη, οὗτοι οὐδ' ἂν ἥμασι καὶ ὀϊστεύμασιν ἐναθλήσωσι. καὶ οὕτω μὲν ταῦτα. (Vers. 102.) Ὁ δέ γε εἰπὼν ἐνταῦθα βασιλεὺς ὅσον περιγινόμεθ' ἄλλων ἐν ἄθλοις, ὅτε πειράσεται τοῦ Ὀδυσσέως καὶ ἀκούσει καυχησαμένου καὶ μόνον παραιτησαμένου τὸν δρόμον, τότε δὴ τὴν ἀλαζονείαν μεθεὶς, ἐρεῖ μήτε πυγμάχους ἀγαθοὺς εἶναι τοὺς Φαίακας μήτε παλαιστάς. (Vers. 103.) Τὸ δὲ περιγινόμεθα, μακρὰν ἀεὶ ἔχει τὴν ἄρχουσαν τοῦ γινόμεθα ὥσπερ καὶ τὸ γινώσκειν. Τὴν δὲ παλαισμοσύνην ὥσπερ ἐν Ἰλιάδι, οὕτω κἀνταῦθα δίχα τοῦ σ παλαιμοσύνην γράφει φασὶ τὸν Ἀρίσταρχον. (Vers. 104.) Ὅτι