Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.284.1
Not analysed yet
Πηλείδεω Ἀχιλῆος. ὥς ποτε δηρίσαντο θεῶν ἐν δαιτὶ θαλείῃ, ἐκπάγλοις ἐπέεσσιν. (Vers. 78.) Ἀγαμέμνων δὲ, χαῖρε νόῳ ὅτ' ἄριστοι Ἀχαιῶν δηριόωντο. οὕτω γάρ φησιν αὐτῷ ἔχρησεν Ἀπόλλων ὅτε ἦλθε χρησόμενος. τότε γὰρ, κυλίνδετο πήματος ἀρχὴ Τρωσί τε καὶ Δαναοῖσι, (Vers. 82.) Διὸς μεγάλου διὰ βουλάς. αἵπέρ εἰσι, τὸ πολλῷ πόνῳ ἑκατέρων τῶν στρατευμάτων ἁλῶναι τὴν Τροίαν, καὶ οὐ δή ποτε τὸ τιμηθῆναι τὸν Ἀχιλλέα ὅπερ ἐν Ἰλιάδι ἐφαίνετο. οὐ χαιρέκακος δὲ πάντως ὁ βασιλεὺς, χαίρων ἐπὶ τῇ τῶν ἀρίστων ἔριδι. αἴτιον γὰρ ἐκείνῳ χαρᾶς, οὐ τὸ ἁπλῶς αὐτοὺς ἐρίζειν. ἀλλ' ἡ ἐπ' αὐτῷ ἀγαθὴ ὡς ἐῤῥέθη ἐλπίς. ἐστι δὲ καὶ ἡ τοιαύτη στάσις, ἀγαθῆς ἔριδος ὑπόδειγμα. καὶ τοῦ τὰ συμπόσια στασιασμοὺς ποιεῖν, φαύλους μὲν, ἐν τοῖς φαύλοις, οὐ τοιούτους δέ τινας ἐν τοῖς ἀγαθοῖς. Ὀδυσσεὺς οὖν καὶ Ἀχιλλεὺς ἐν τούτοις ἐοίκασιν ἀνδρίας καὶ φρονήσεως ὑποκινῆσαι σύγκρισιν. πρᾶγμα σπουδαῖον. γράφει γοῦν καὶ Ἀθήναιος, οὕτω. κοσμίως ἐδείπνουν οἱ ἀριστεῖς ἐν Ἀγαμέμνονος. εἰ δὲ καὶ φιλονεικοῦσιν Ἀχιλλεὺς καὶ Ὀδυσσεὺς, ἀλλ' ὁ βασιλεὺς χαίρει νόῳ, ἐπεὶ ὠφέλιμοι αἱ φιλοτιμίαι, ζητούντων εἰ λόγῳ ἢ μάχῃ αἱρεθῆναι δεῖ τὸ Ἴλιον. χρήσιμον δ' ἐνταῦθα καὶ Βίωνος τοῦ Βωρυσθενίτου τὸ, οὐδεὶς ἀπὸ τῆς τραπέζης ἡδονὰς πορίζεται ἀλλ' ἀπὸ τοῦ φρονεῖν. (Vers. 73.) Τὸ δὲ ἀοιδὸν ἀειδέμεναι, δῆλον ὅτι ἐτυμολογία ἐστί. Τὸ δὲ ἀνῆκεν, ἀντὶ τοῦ, ἀνέπεισεν. ἠρέθισεν. ὡς καὶ ἐν ἄλλοις φαίνεται πολλαχοῦ. Τὸ δὲ κλέ' ἀνδρῶν, διασαφεῖται ἐν τῷ, νεῖκος Ὀδυσσῆος καὶ Ἀχιλῆος. ἔνθα κάλλος ποιεῖ παρακείμενα τὰ πάρισα. (Vers. 74.) Τὸ δὲ οἴμης, οἱ μὲν μετὰ τοῦ ἀνδρῶν συντάσσουσιν. ἵνα ᾖ, κλέα ἀνδρῶν οἴμης. κάλλιον δὲ, στίζειν εἰς τὸ ἀνδρῶν. εἶτα ὡς ἐξ ἄλλης ἀρχῆς ἀπὸ κοινοῦ σχηματίσαι καὶ εἰπεῖν. ὡς ἄειδεν ἀπὸ οἴμης ἐκείνης, ἧς εὐρὺ τὸ κλέος ἦν. Οἴμη δὲ, ἡ διήγησις. ἀφ' ἧς καὶ τὸ προοίμιον σύγκειται καὶ τὸ φροίμιον. ἀφ' οὗ καὶ ἡ φόρμιγξ καὶ τὸ φορμίζειν παρῆχθαι δοκεῖ. (Vers. 78.) Τὸ δὲ χαῖρε νόῳ, τὸ βασιλικὸν ἐμβριθὲς δηλοῖ, ὡς τοῦ βασιλέως μὴ προφαίνοντος ἐν τοῖς ἔξω τὴν χαρὰν, μὴ καὶ λυπήσῃ τοὺς ἀρίστους οἷα καταγελῶν. (Vers. 81.) Τὸ δὲ κυλίνδετο πῆμα, καὶ ἀλλαχοῦ εἶπεν ὁ ποιητής. καὶ δηλοῖ τὸ, ἄνωθεν ἐκ Διὸς ἥκειν αὐτό. Ὅρα δὲ τὸ, πήματος ἀρχήν. οὐ γὰρ πολέμου ἦν ἀρχὴ νῦν ἀλλὰ πήματος τοῦ κατὰ τὴν Τροίαν. Ἰστέον δὲ ὡς οὐ μάτην Ὅμηρος πλάττει ᾄδειν τοιαῦτα τὸν Δημόδοκον, ἀλλ' ἵνα τῇ ἀναμνήσει κλαίων ὁ Ὀδυσσεὺς γνωσθῇ εὐαφόρμως, αὐτὸς εἶναι ὁ ἐν τῇ Τροίᾳ μέγας Ὀδυσσεύς. καὶ οὕτως ἐπὶ πλέον ἐλεηθῇ τὲ καὶ φιληθῇ. (Vers. 84.) Ὅτι Δημοδόκου ᾄδοντος τὴν εἰρημένην Τρωϊκὴν οἴμην, μνησάμενος τῶν ἐκεῖ Ὀδυσσεὺς, πορφύρεον μέγα φᾶρος ἑλὼν χερσὶ στιβαρῇσι. (Vers. 85.) κὰκ κεφαλῆς ἤτοι κατὰ τῆς κεφαλῆς εἴρυσε, κάλυψε δὲ καλὰ πρόσωπα. ὃ δήπου καὶ ὁ τούτου υἱὸς Τηλέμαχος ἐν τῇ Πύλῳ ἐποίει ἀλλ' ἐκεῖ μὲν ἡ αἰτία οὐκ ἐτέθη. (Vers. 86.) ἐνταῦθα δὲ κεῖται οὕτως. αἴδετο γὰρ Φαίηκας ὑπ' ὀφρύσι δάκρυα λείβων. συχνὰ δὲ τοῦτο ἐποίει. φησὶ γὰρ, ὡς ὅτε μὲν λήξειεν ἀείδων θεῖος ἀοιδὸς, δάκρυ' ὀμορξάμενος, κεφαλῆς ἄπο φᾶρος ἔλεσκε. καὶ δέπας λαβὼν, ἔσπενδεν. Αὐτὰρ ὅτ' ἂψ ἄρχοιτο καὶ ὀτρύνειαν ἀείδειν οἱ ἄριστοι ἐπεὶ τέρποντ' ἐπέεσσιν, ἂψ Ὀδυσσεὺς κατὰ κρᾶτα (Vers. 92.) καλυψάμενος, γοάασκε. καὶ ἴσως οὐ μόνον μνήμη ὑποκινοῦσα ἐξέθλιβε τῷ Ὀδυσσεῖ δάκρυον, ἀλλὰ καὶ ὅτι ἐπιλέγδην ὁ θεῖος ἀοιδὸς οἴκτους ἐφόρμιζεν. Ἰστέον δὲ ὅτι δοκεῖ ἀνοίκειον ἀνδράσι τὸ δακρύειν, καὶ μάλιστα παρὰ ξένοις. Ὀδυσσεὺς μέντοι παρὰ τῷ υἱῷ καὶ τοῖς δούλοις οἰκείοις οὖσι κλαίει. οὕτω δὲ καὶ Μενέλαος καὶ οἱ παρ' αὐτῷ βασιλικοὶ φίλοι παῖδες. (Vers. 85.) Ὅρα δὲ ὅτι τὸ κατὰ κεφαλῆς ἐρύσαι φᾶρος, κατὰ κρᾶτα καλύψαι ὁ ποιητὴς παρέφρασεν, ἀμφοῖν δὲ ἑρμηνεία τὸ, κάλυψε δὲ καλὰ πρόσωπα. τοιοῦτον δὲ καὶ τὸ ἐν τῇ δ ῥαψῳδίᾳ χλαῖναν, πορφυρέην ἄντ' ὀφθαλμοῖϊν ἀνασχών. Πληθύνει δὲ κἀνταῦθα τῷ ἥρωϊ τὰ πρόσωπα Ὅμηρος ὡς καὶ ἀλλαχοῦ τῷ Αἴαντι, εἰπὼν ταῦτα καὶ καλὰ διὰ τὴν προλεχθεῖσαν θεσπεσίαν χάριν ἣ κεφαλῇ καὶ ὤμοις ἐπεχέθη. δῆλον δ' ὅτι πρόσωπον μὲν κατὰ τὴν παλαιὰν παρατήρησιν, κυρίως ἐπὶ ἀνθρώπου. ῥύγχος δὲ, ἐπὶ τετραπόδων. ῥάμφος δὲ, ἐπὶ πτηνῶν. αἱ μέντοι καταχρήσεις, ἔστιν ὅτε καὶ τὰ τοιαῦτα ἐναλλάσσουσι. (Vers. 88.) Τὸ δὲ ὀμορξάμενος, θέμα ἔχει τὸ ὀμόργω. ἐξ οὗ κατὰ παραγωγὴν, καὶ τὸ ἀπομόργνυσθαι. καθ' ὁμοιότητα παραχθὲν τοῦ ἄγνυσθαι καὶ ἄχνυσθαι καὶ τῶν ὁμοίων. δοκεῖ δὲ καὶ δίχα τοῦ ο προφέρεσθαι τὸ πρωτότυπον, ὡς δηλοῦσιν οἱ γράφοντες τὸ ἀπεμόρξαντο καὶ τὰ τοιαῦτα. Ὅτι δὲ τὸ ἀμέργω παντελῶς ἕτερόν ἐστι τοῦ ῥηθέντος ὀμόργω, ἐν ἄλλοις ἐδηλώθη. ἐξ οὗ δοκεῖ καὶ ἡ ἀμόργη παρῆχθαι. οὐ μόνον λεγομένη ἐπὶ ὕλης ἐλαίου, ἀλλὰ καὶ πορφύραν σημαίνουσα