Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.287.1
Not analysed yet
μὲν ἐπειρήσαντο πόδεσσι. τελεῖται δὲ πρῶτος ὁ τῶν δρομέων ἄεθλος, ἐπεὶ ὡς ἐῤῥέθη οὐκ ἔχουσιν ἱππέας οἱ Φαίακες. τέταται δὲ καὶ τούτοις ἀπὸ νύσσης ὁ δρόμος, ὡς καὶ ἐν Ἰλιάδι τοῖς ἐκεῖ δραμοῦσι. καὶ ζήτει τὰ εἰς τὸν τοιοῦτον τόπον γεγραμμένα ἐκεῖ. (Vers. 121.) Ὅτι δρομέων συντομίαν φράζων, φησίν. οἵδ' ἅμα πάντες καρπαλίμως ἐπέτοντο κονιόντες πεδίοιο. (Vers. 123.) εἶτα ἐκτίθεται ὡς καὶ πρὸ ὀλίγων ἐγράφη, τίνες οἱ ἐν τοῖς Φαιακικοῖς ἀέθλοις νικήσαντες. ὅτι δηλαδὴ, δρόμον μὲν, Κλυτόνηος. πάλην δὲ, Εὐρύαλος. ἅλμα δὲ, Ἀμφίαλος. δίσκον δὲ, Ἐλατρεύς. πὺξ δὲ, Λαοδάμας ὁ τοῦ βασιλέως παῖς. ἐν οἷς μετὰ ἐπιθέτων μόνους προάγει τοὺς τοῦ βασιλέως υἱούς. ἀμύμονα μὲν εἰπὼν τὸν Κλυτόνηον. ἀγαθὸν δὲ τὸν Λαοδάμαντα. χρησάμενος καὶ ῥήμασι διαφόροις. οἷον ἐπὶ μὲν Κλυτονήου, τῷ, θέειν ὄχ' ἄριστος ἦν. ἐπὶ δὲ Εὐρυάλου, τῷ, (Vers. 127.) ἀπεκαίνυτο πάντας ὅ ἐστιν ἐνίκα ὡς καὶ προδεδήλωται. ἐπὶ δὲ Ἀμφιάλου τῷ, πάντων προφερέστατος ἦν, ὅπερ ἐναλλάξας ἐπὶ Ἐλατρέως, ἔφη. πολὺ φέρτατος. ταὐτὸν ὂν τῷ προφερέστατος. ὅ ἐστιν ὑπερφερέστατος. ἤγουν ὕπερθεν τῷ τῆς ἀρετῆς ὕψει φερόμενος. ἢ ἔμπροσθεν τῶν ἄλλων φερόμενος. μόνον (Vers. 130.) τὸν Λαοδάμαντα δίχα ῥήματος προαγαγών. καὶ ἀφεὶς ἐπ' αὐτοῦ νοεῖσθαι τὰ ἐπὶ τοῖς ἄλλοις ῥήματα. φησὶ γάρ. πὺξ δ' αὖ Λαοδάμας ἀγαθός. παῖς Ἀλκινόοιο. δύναται γὰρ αὐτῷ ἁρμόσαι τὰ ῥηθέντα πάντα. οἷον. πὺξ Λαοδάμας ὄχ' ἄριστος ἔην. ἢ πὺξ ἀπεκαίνυτο πάντας. ἢ πὺξ πάντων προφερέστατος ἦεν. ἢ πὺξ πάντων πολὺ φέρτατος ἦεν. (Vers. 123.) ἐν οἷς καὶ αὐτὸ τὸ ἦεν, ὑπήλλαξεν ἐν τῷ, ὄχ' ἄριστος ἔην. οἷα ποικίλος καὶ πολύφωνος ὤν. (Vers. 124.) ἐν τούτοις δὲ καὶ τὸ ταχύπουν τοῦ Κλυτονήου παραβολικῶς δηλῶν, ἐπάγει παραβολὴν ταύτην. ὅσσον τ' ἐν νειῷ οὖρον πέλει ἡμιόνοιϊν. τουτέστιν ὅσον ἀφορίζονται τῶν βοῶν ἀροτριῶσαι ἡμίονοι, ὡς προφερέστεραι βοῶν οὖσαι ἄροτρον ἐλαύνειν καθὰ καὶ ἐν Ἰλιάδι λέλεκται. χρᾶται γὰρ καὶ ἐκεῖ ὁ ποιητὴς τοιαύτῃ παραβολῇ, τόσου ὑπεκπροθέων, λαοὺς ἵκετο. εἶτα σαφέστερον λέγων, ἐπιφέρει. (Vers. 125.) οἵδ' ἐλίποντο. τουτέστιν οἱ δὲ συνθέοντες, ὀπίσω ἔμειναν. ὅθεν μέχρι καὶ νῦν ἐντεῦθεν τρέποντες, λειφθῆναι τὸ ἡττηθῆναι φαμέν. γεωργικῆς δὲ παρατηρήσεως τὸ, ἐν νειῷ προφερεστέρας βοῶν τὰς ἡμιόνους εἶναι. (Vers. 124.) Τὸ δὲ οὖρον, οὐδέτερόν ἐστιν ἐκ μεταπλασμοῦ. ὡς γὰρ ἡ κέλευθος τὸ κέλευθον ὁ ζυγὸς τὸ ζυγὸν, οὕτως ὁ οὖρος τὸ οὖρον. ὅμοιον δὲ καὶ ἡ ἐνέδρα τὸ ἔνεδρον. καὶ ἄλλα μυρία. (Vers. 126.) Ἀλεγεινὴν δὲ κἀνταῦθα ὡς καὶ ἀλλαχοῦ τὴν παλαισμοσύνην φησὶ, διὰ τὸ κατ' αὐτὴν βίαιον καὶ πάνυ κοπηρόν. Ὅτι δὲ καὶ τέλος τῶν ἀγώνων ἡ ἡδονὴ κἂν ἄλλως εἶεν ἆθλοι τινὲς ἀλγεινοὶ, δηλοῖ ὁ ποιητὴς ἐπαγαγὼν συμπληρωτικῶς τὸ, αὐτὰρ ἐπειδὴ πάντες, ἐτέρφθησαν φρέν' ἀέθλοις. καὶ ἔστιν οἰκεῖον πρὸς τὸν ἐπιπόνως ἀθλοῦντα εἰπεῖν τῶν τοῦ Ὁμήρου. ἐκεῖνο. τὸ, τέρπεαι ἄλγεα πάσχων. (Vers. 133.) Ὅτι ἀπόπειρα ἐμφανοῦς ἀνδρὸς ἐν καιρῷ ἀέθλων τὸ, δεῦτε φίλοι τὸν ξεῖνον ἐρώμεθα εἴ τιν' ἄεθλον οἶδέ τε καὶ δεδάηκε. φυήν γε μὲν οὐ κακός ἐστι. καὶ ἑξῆς ἃ μετ' ὀλίγα ῥηθήσεται. ὁμοίως δὲ πρὸς τοιοῦτον ἄνδρα ῥηθήσεται καὶ τὸ, (Vers. 145.) δεῦρ' ἄγε καὶ σὺ ξεῖνε πάτερ πείρησαι ἀέθλων, εἴ τινά που δεδάηκας. ἔοικε δέ σ' ἴδμεναι ἀέθλους, διὰ τὴν ῥηθεῖσαν δηλαδὴ φυὴν καὶ τὰ ἐφεξῆς. (Vers. 153.) ὁ δὲ τοιοῦτος ἀνὴρ εἴπερ ἐκ πόνων πολλῶν ἥκει, ἐρεῖ ἂν πρὸς τὸν ἐρεθίζοντα. τί με ταῦτα κελεύετε κερτομέοντες; κήδεά μοι καὶ μᾶλλον ἐνὶ φρεσὶν ἤπερ ἄεθλοι. ὃς μάλα πόλλ' ἔπαθον καὶ πόλλ' ἐμόγησα. καὶ ἔχομαι κακότητι καὶ ἄλγεσι. πολλὰ γὰρ ἔτλην. ἴσως δέ ποτε προσαρμόσει καὶ τὸ ἐφεξῆς, τὸ, ἀνδρῶν τε πολέμους ἀλεγεινά τε κύματα πείρων. (Vers. 124.) Τὸ δὲ οἶδε καὶ δεδάηκε, προθυστέρως ἔγραψε. χρὴ γὰρ πρῶτον δαῆναι εἶτα εἰδέναι. ἴσως δὲ, καὶ ἐκ περιττοῦ κεῖται τὸ οἶδε. διὸ καὶ εἰπὼν εἴ τινά που δεδάηκας, οὐ προσέθετο καὶ τὸ οἶδας, ὡς ἀρκοῦν ὂν οὕτως εἰπεῖν. Ὅτι ὁ Ὀδυσσεὺς τοῖς Φαίαξιν ἀνδρεῖος εἶναι ἀπὸ τῆς θέας ἐχαρακτηρίζετο. Λαοδάμας οὖν ὁ βασιλικὸς παῖς οὕτω φησί. φυήν γε μὲν οὐ κακός ἐστι, μηρούς τε κνήμας τε καὶ ἄμφω χεῖρας ὕπερθεν. αὐχένα τε στιβαρὸν μέγα τε σθένος, οὐδέ τι ἥβης δεύεται. εἶτα ὡς εἰκὸς καὶ ὑπερλαλῶν τοῦ ξένου, φησίν. (Vers. 137.) ἀλλὰ κακοῖσι συνέῤῥηκται πολέεσσι. τοῖς ἐκ τοῦ ναυαγίου δηλαδή. διὸ ἐπάγει γνωμικῶς. (Vers. 138.) οὐ γὰρ ἔγωγέ τι φημὶ κακώτερον ἄλλο θαλάσσης, ἄνδρα συγχεῦαι, εἰ καὶ μάλα καρτερὸς εἴη. Καὶ σημείωσαι τὸ, κακώτερον συγχέαι. οὐ γὰρ ἁπλῶς κακὸν ἡ θάλασσα ἡ πολύχρηστος καὶ ἄλλως ἰαίνουσα, ὡς δηλοῖ καὶ τὸ Ἰάνειρα Νηρηΐδος ὄνομα παρὰ τὸ ἰαίνειν, ἀλλὰ κακὸν ἡ θάλασσα,