Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.288.1
Not analysed yet
εἰς τὸ (Vers. 139.) συγχέαι ναυαγὸν ἄνδρα. τουτέστιν εἰς τὸ παραλῦσαι τοῖς κατὰ φύσιν ἁρμονίας καὶ συνθήκης. ὥς που καὶ οἶκος καταπεσὼν συγχέεται. (Vers. 134.) Ὅρα δὲ ὅτι τὴν φυὴν ἑρμηνεύων, εἶπε τὸ, οὐ κακός ἐστι μηρούς τε κνήμας τε καὶ χεῖρας καὶ αὐχένα, οὐδὲ ἥβης δεύεται. ταῦτα γάρ ἐστιν ἡ φυή. Ἐν δὲ τῷ, (Vers. 135.) ἄμφω χεῖρας ὕπερθεν, περιττεύειν δοκεῖ καὶ τὸ ἄμφω καὶ τὸ ὕπερθεν. (Vers. 136.) Αὐχένα δὲ στιβαρὸν λέγει, ὡς καὶ χεῖρας ἀλλαχοῦ στιβαράς. Τὸ δὲ μέγα σθένος, ὡς ἐκ τῶν φαινομένων ὁ ποιητικὸς Λαοδάμας συνάγει. ἵνα ᾖ ταυτὸν κατὰ τοὺς παλαιοὺς σθένος καὶ δύναμις. ἔοικε γὰρ ἐκ τοῦ εἴδους ὁ ξένος μεγάλα δύνασθαι κατὰ τὸ κυρίως παρὰ τοῖς φιλοσόφοις σημαινόμενον τῆς δυνάμεως. καὶ τὴν ἥβην δὲ κατὰ τὸ φαινόμενον λέγει. ἄλλως γὰρ οὐκ ἂν ὁ ὠμογέρων Ὀδυσσεὺς ἡβᾶν λέγοιτο, εἰ μὴ ἄρα ἴσως κατὰ τὸν παρὰ τῷ Ἡσιόδῳ τεσσαρακονταετῆ αἰζηόν. εἰ δὲ καὶ Ὀδυσσεὺς μετ' ὀλίγα τῇ ἥβῃ πεποιθέναι λέγει, ἐκ τοῦ Λαοδάμαντος τοῦτο λαβὼν λέγει, συντρέχων οἰκονομικῶς οἷς δοκοῦσιν οἱ Φαίακες. μάλιστα μὲν οὖν οὐδὲ λέγει νῦν ἔχειν ἥβην, ἀλλά ποτε χρόνου. ἐρεῖ γάρ. ὄφρ' (Vers. 181.) ἥβῃ πεποίθεα χερσί τ' ἐμῇσιν, ἤγουν ἐθάῤῥουν. Ἰωνικὸς γὰρ ὑπερσυντέλικος τὸ πεποίθεα, ὡς τὸ ᾔδεα καὶ ὅσα τοιαῦτα. (Vers. 137.) Τὸ δὲ συνέῤῥηκται, ῥῆμά ἐστιν ἐξ οὗ ὁ ῥηγμίν. ὡς γὰρ ὁ ῥηγμὶν κύμασιν, οὕτω κακοῖς ὁ Ὀδυσσεὺς συνέῤῥηκται. καὶ ἄλλως δὲ, ἐκ μεταφορᾶς τῶν ῥηγυμένων σωμάτων καὶ μὴ τὸ ἀκέραιον φυλασσόντων, δοκεῖ ῥηθῆναι τὸ συνέῤῥηκται. ᾧ λόγῳ καὶ δῶμα συνεῤῥῆχθαι λέγεται. ἐφ' οὗ προσφυὲς καὶ τὸ συγκεχύσθαι εἰπεῖν. (Vers. 138.) Τὸ δὲ, οὐ γὰρ ἔγωγε φημὶ, σεμνῶς εἴρηται διὰ τὸ ἀποφαντικόν. οὗ τὸ ἀνάπαλιν, οὐ γὰρ ἔγωγε οἶμαι, ἐνδοιαστικόν. δῆλον δὲ (Vers. 139.) ὡς τὸ συγχέειν, ἐναντίον ἐστὶν οὐ μόνον πρὸς τὸ εὐκρινεῖν καὶ διευκρινεῖν, ἀλλὰ καὶ πρὸς τὸ κοσμεῖν καὶ τάσσειν. διὸ καὶ ἐν Ἰλιάδι κτίσμά τι παιδικὸν χαλασθὲν, συγχέεται ἄνω κάτω γεγονός. (Vers. 141.) Ὅτι ὥσπερ Ἀκάμας Ἀκάμαντος καὶ ἡ κλητικὴ ὦ Ἀκάμα δίχα τοῦ ν, οὕτω καὶ Λαοδάμας Λαοδάμαντος ὦ Λαοδάμα. οἷον. Λαοδάμα μάλα τοῦτο ἔπος κατὰ μοῖραν ἔοιπας. (Vers. 147.) Ὅτι ἐπαινῶν ὁ ποιητὴς τοὺς ἀθλητικοὺς ἀγῶνας φησίν. ὡς οὐ μεῖζον κλέος ἀνέρος ὄφρα κεν ᾖσι, τουτέστιν ἕως ἂν ζῇ, ἢ ὅ, τε ποσσί τε ῥέξει καὶ (Vers. 148.) χερσὶν ἑῇσιν. ἤτοι ταῖς ἑαυτοῦ. πρὸς ὅπερ εἴποι ἄν τις. σοὶ δὲ ἀλλ' ὦ ποιητὰ ἐπὶ τίσι τὸ κλέος μέγα τῷ πηρῷ μὲν καὶ ἀχρείῳ τήν τε κατὰ χεῖρας ἀλκὴν καὶ τὴν κατὰ πόδας ἀρετὴν, ἐν λόγοις δὲ ἄλλως εὐκλεεστάτῳ. οὗπερ εἶδος μὲν, ἀκιδνότηρον, εἴποις ἂν αὐτός. μορφὴν δὲ θεὸς ἔπεσι στέφει. ἆρά γε ἀληθῶς ἐνταῦθα γνωματεύεις; οὔκουν φησίν, ἀλλὰ πρὸς τοὺς φιλάθλους ὁ λόγος, ὁποῖοι καὶ οἱ Φαίακες. καὶ κεῖται νόημά τι τοιοῦτον καὶ παρὰ τῷ Πινδάρῳ. Ὅρα δὲ τὴν τελικὴν τῶν στίχων παρίσωσιν τὸ, ὄφρα κεν ᾖσι. καὶ τὸ, χερσὶν ἑῇσιν. (Vers. 150.) Ὅτι προπεμπτικοῦ λόγου τὸ, σοὶ δ' ὁδὸς οὐκέτι δηρὸν ἀπέσσεται. ἀλλά τοι ἤδη νηῦς κατείρυσται. (Vers. 151.) καὶ ἐπαρτέες εἰσὶν ἑταῖροι, ὅ ἐστιν ἕτοιμοι. ὅπερ ὁμοιότητα ἔχει πρὸς τὸ, ἠρτύναντο ἐρετμά. (Vers. 156.) ἱκέτου δὲ ξένου λόγος τὸ, νῦν δὲ μεθ' ἡμετέρῃ ἀγορῇ νόστοιο χατίζων ἧμαι, λισσόμενος βασιλῆά τε, πάντα τε δῆμον. Ἔνθα ὅρα ὡς καὶ ἐβασιλεύετο καὶ ἐδημοκρατεῖτο ἡ τῶν Φαιάκων καθὰ καὶ προείρηται. (Vers. 159.) Ὅτι ἐρεθίζων Εὐρύαλος φιλονείκως τὸν Ὀδυσσέα ὀκνοῦντα τοὺς ἄθλους, φησίν. Οὐ γάρ σ' οὐδὲ ξεῖνε δαήμονι φωτὶ ἐΐσκω ἄθλων οἷά τε πολλὰ μετ' ἀνθρώποισι πέλονται. ἀλλὰ τῷ, ὅσθ' ἅμα νηῒ πολυκληῖδι θαμίζων ἀρχὸς ναυτάων οὐ πολεμιστῶν ἀλλὰ οἵ τε πρηκτῆρες ἔασι, φόρτου τε μνήμων καὶ ἐπίσκοπος ᾖσιν ὁ δαίων κερδέων θ' ἁπαλέων, οὐδ' ἀθλητῆρι ἔοικας. Καὶ ὅρα τὸ Ὁμηρικὸν δίγλωσσον. εἴγε Λαοδάμας μὲν ἔφη, ἐοικέναι εἰδέναι ἄθλους τὸν Ὀδυσσέα. Εὐρύαλος δὲ ἀνάπαλιν σκώπτων, οὐκ ἀθλητῆρι ἐοικέναι φησὶν οὐδὲ δαήμονι ἄθλων. ὁ δὲ οὐ δαήμων, ἀδαήμων ἐῤῥέθη ἀλλαχοῦ. δῆλον δὲ ὅτι τὸ, δαήμων ἄθλων, περίφρασίς ἐστι τοῦ, ἀθλητήρ. (Vers. 160.) Τὸ δὲ οἷα πολλὰ, ὡς πρὸς πρᾶγμα ἐσχημάτισται κατὰ γένος οὐδέτερον. ἄλλως γὰρ ἀρσενικὸν οἱ ἆθλοι. ὡς δηλοῖ πρὸ ὀλίγων ῥηθὲν καὶ τὸ, ἴδμεναι ἀέθλους. καὶ μετ' ὀλίγα, σὺ δὲ θάρσει τόνδε γ' ἄεθλον. καὶ, ὅσσοι ἄεθλοι. τοιοῦτον δὲ σχῆμα καὶ μετ' ὀλίγα ἐν τῷ, πάντα οὐ κακός εἰμι ὅσσοι ἄεθλοι. ὅμοιον δὲ ἦν πρὸ τούτων καὶ τὸ, πάντα μὲν οὐκ ἂν μυθήσομαι ὅσσοι Ὀδυσσέως ἄεθλοι. (Vers. 161.) Τὸ δὲ νηῒ θαμίζειν, ἀρχὴ τοῖς μεθ' Ὅμηρον τοῦ, παρὰ διδασκάλῳ θαμίζειν καὶ ὅσα τοιαῦτα. (Vers. 162) Ἀρχὸς δὲ ναυτάων, ὁ ναύκληρος. ἐκ τούτου δὲ καὶ ἡ τοῦ ναυάρχου ἐπινενόηται σύνθεσις. Πρηκτῆρες δὲ, οἱ παρὰ τοῖς ὕστερον πραγματευταί. σεμνότερον