Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.289.1
Not analysed yet
δὲ τούτων ἐν Ἰλιάδι, ὁ πολεμικὸς πρηκτήρ. κατὰ τὸ, μύθων τε ῥητῆρα πρηκτῆρά τε ἔργων. καὶ γίνεται ἐκεῖνος παρὰ τὸ εὖ πράσσειν. ὃ κεῖται μετὰ βραχὺ παρὰ τῷ ποιητῇ ἐν τῷ, ἐυπρήσσεσκον ἕκαστα. (Vers. 163.) Μνήμων δὲ φόρτου, ὁ γραμματεὺς ἤτοι ἀποσημάντωρ διὰ γραμμάτων. ἢ καὶ ἄλλως, λογιστής. ἐπιμελητής. Ἐπίσκοπος δὲ ἢ ἐπίστροφος ὁδαίων ὅ ἐστιν ἐφοδίων, διχῶς γὰρ τοῦτο λέγεται, ὁ τῶν ἐφοδίων ταμίας. ὅθεν γὰρ τὸ ὁδαῖον, ἐκεῖθεν καὶ τὸ ἐφόδιον. Τὰ δὲ συχνὰ πάρισα κάλλος κἀνταῦθα λόγου ποιεῖ. τὸ ὁδαίων. τὸ κερδέων. τὸ ἁρπαλέων. Ἁρπαλέα δὲ, τὰ πάνυ περισπούδαστα. (Vers. 165.) Ὅτι ἐπεὶ οὐκ εἰκὸς τὸν σπουδαῖον ἀνασχέσθαι σκωφθέντα εἰς μάτην, παῤῥησιάζεται Ὀδυσσεὺς ἐφ' οἷς ὁ ῥηθεὶς Εὐρύαλος ὡς ἐλέχθη καθήψατο τούτου. καὶ ὑπόδρα ἰδὼν, φησί. ξεῖνε, οὐ καλὸν ἔειπες. ἀτασθάλῳ ἀνδρὶ ἔοικας. (Vers. 167.) εἶτα ἐπάγει γνωμικὸν δι' οὗ καταβάλλεται μὲν τὸ αὔχημα τῶν ἐπὶ κάλλει μόνῳ μέγα φρονούντων, στέφανος δὲ μορφῆς ὁ λόγος εἶναι δείκνυται, καὶ φησίν. οὕτως οὐ πάντεσσι θεὸς χαρίεντα δίδωσιν ἀνδράσιν, οὔτε φυὴν οὔτ' ἂρ φρένας οὔτ' ἀγορητύν. ἄλλος μὲν γάρ τ' εἶδος ἀκιδνότερος πέλει ἀνήρ, (Vers. 170.) ἀλλὰ θεὸς μορφὴν ἔπεσσι στέφει, ὅ ἐστι κοσμεῖ. οἱ δέ τ' ἐς αὐτὸν τερπόμενοι λεύσσουσιν ὅ δ' ἀσφαλέως ἀγορεύει αἰδοῖ μειλιχίῃ, μετὰ δὲ πρέπει ἀγρομένοισιν. (Vers. 173.) ἐρχόμενον δ' ἀνὰ ἄστυ, θεὸν ὣς εἰσορόωσιν. ὡς καὶ νῦν δηλαδὴ τὸν Ὀδυσσέα οἱ Φαίακες. ἄλλος δ' αὖτ' εἶδος μὲν, ἀλίγκιος ἀθανάτοισιν. ἀλλ' οὔ οἱ χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν. (Vers. 177.) εἶτα καταβαίνων εἰς τὸ προκείμενον ὡς καὶ ἀλλαχοῦ ποιεῖ, ἐπιφέρει. ὣς καὶ σοὶ εἶδος μὲν ἀριπρεπές, οὐδέ κεν ἄλλως οὐδὲ θεὸς τεύξειε, νόον δ' (Vers. 177.) ἀποφώλιος ἐσσί. τουτέστιν ἀπαίδευτος, ὡς προγέγραπται. (Vers. 178.) εἶτα θεραπεύων τὸ, ἀτασθάλῳ ἀνδρὶ ἔοικας, μεγαλοψύχως μὲν ῥηθὲν ὅμως δὲ κατὰ σφοδρότητα, οὐδὲ γὰρ ἔδει τραχυνθῆναι τὸν ξένον παρὰ τοῖς ξενίσασιν ὡς καὶ αὐτὸς μετ' ὀλίγα ἐρεῖ, ἐπάγει ἀπολογητικῶς. (Vers. 178.) Ὤρινάς μοι θυμὸν ἤγουν ἐτάραξας ἐνὶ στήθεσσι φίλοισιν, εἰπὼν οὐ κατὰ κόσμον. ἐγὼ δ' οὐ νῆϊς ἀέθλων ὡς σὺ λέγεις, ἀλλ' ἐν πρώτοισιν ὀΐω ἔμμεναι. διά τε ἴσως τὴν ἥβην ὡς προεῤῥέθη, καὶ μάλιστα διὰ τὸ χερσὶ πεποιθέναι. εἰ δὲ καὶ πολλά φησιν ἔπαθον ὡς καὶ αὐτὸ πρὸ βραχέων δεδήλωται, ἀλλὰ καὶ ὣς κακὰ πολλὰ παθὼν, πειρήσομαι ἀέθλων. θυμοδακὴς γὰρ μῦθος. (Vers. 185.) ἐπώτρυνας δέ με εἰπών, ὃ ταὐτόν ἐστι τῷ, ὤρινάς μοι θυμόν. Ὅρα δὲ ὅτι τε ἐκ τοῦ ὡς ἀλλαχοῦ κεῖται δακέθυμος ἄτα, ἐῤῥέθη ἐνταῦθα κατ' ἀναστροφὴν συνθέσεως ὁ θυμοδακὴς μῦθος, καὶ ὅτι ἀφελέστερον ἀρξάμενος ὁ ῥήτωρ ἐν τῷ, (Vers. 166.) ξεῖνε οὐ καλὸν ἔειπες, καὶ ἰδὼν ἄχολον τὸν ξεῖνον, ἐπάγει σφοδρότερον τὸ, ἀτασθάλῳ ἀνδρὶ ἔοικας. πρὸς ὁμοιότητα σχηματισθὲν τοῦ, οὐδ' ἀθλητῆρι ἔοικας. ἵνα Εὐρύαλος μὲν εἴπῃ ἀποφατικῶς, ὡς οὐκ ἔοικας ἀθλητῇ, Ὀδυσσεὺς δὲ καταφατικῶς, ὅτι ἀλλὰ σύ γε ἀτασθάλῳ ἀνδρὶ ἔοικας. Ξεῖνον δὲ λέγει Ὀδυσσεὺς τὸν Εὐρύαλον, ἐπεὶ ὡς πολλαχοῦ φαίνεται, ξένοι ἀλλήλοις εἰσὶ καὶ ὁ ξενοδοχούμενος καὶ ὁ ξενοδοχῶν. ὅπερ καὶ ἐπὶ οἰκέτου ἐν τοῖς ἐφεξῆς φανήσεται. πάντως δὲ, ξεινοδόκος Ὀδυσσέως ὁ ξεῖνος οὗτος Εὐρύαλος. ὃς παρὰ τοῖς ὕστερον καὶ ξυνοδόκος εὕρηται λεγόμενος ἄλλον λόγον, ὡς ξυνὸς ὑποδοχεύς. ἤγουν κοινός. ὃς κοινῶς μὲν πανδοχεὺς λέγεται, Ἰωνικῶς δὲ πανδοκεύς. ὅθεν καὶ Ἀττικῶς, πανδοκεύτρια. Ὅμηρος δὲ, διαλύσας ἐν Ἰλιάδι τὸν τοιοῦτον, πάντας φιλέοντα εἶπεν. Ὅτι δὲ ἐκ τοῦ ξυνὸς γίνεται καὶ τὸ ἐν Ἰλιάδι ξυνήϊον, καὶ ὅτι καὶ ῥῆμά ἐστιν αὐτοῦ τὸ ξυνῶ ξυνώσω, οἷον, γαῖαν ὁμοῦ καὶ πόντον ἑνὶ ξύνωσεν ἀγοστῷ, ἤτοι μιᾷ δρακὶ λαβόμενος τῶν κάτω ἐκοινώσατο, δεδήλωται καὶ ἀλλαχοῦ. θετέον δ' ἐνταῦθα καὶ ὅτι τὰ εἰρημένα ξυνήϊα τὰ κατὰ τὴν Ἰλιάδα, Ὁμήρου ἄδαστα εἰπόντος ὡς μή πω μερισθέντα, ἕτεροι δριμέως φράσαντες, ἄληκτα εἶπον, ὡς μή πω λαχόντα. Τὸ δὲ οὐ καλὸν ἔειπες, ταυτὸν τῷ. εἰπὼν οὐ κατὰ κόσμον. (Vers. 167.) Χαρίεντα δὲ οὐκ ἔργα μόνον, ἀλλ' ἰδοὺ ἐνταῦθα καὶ τὰ τῆς φύσεως δῶρα. (Vers. 168.) Τὸ δὲ οὔτ' ἂρ φρένας οὔτ' ἀγορητὴν, ἐκ τῆς Ἰλιάδος παρῴδηται ὅπου φησὶν, οὔτ' ἂρ φρένας οὔτε τι ἔργα. δηλοῖ δ' ἐνταῦθα, καὶ ὡς ταυτὸν φρένες καὶ ἀγορητύς. (Vers. 169.) εἰκὸς γὰρ φρονοῦντά τινα, ὅμως μὴ εὐροεῖν λόγῳ κατ' ἀγοράν. Ἀκιδνὸν δὲ πολλαχοῦ, τὸ ἀσθενὲς, παρὰ τὸ αἰκίζειν κατὰ τοὺς παλαιοὺς ἀποβολῇ τοῦ ἰῶτα καθ' ὁμοιότητα τοῦ παίζω παιδνὸς καὶ τῶν ὁμοίων. (Vers. 170.) Τοῦ δὲ θεὸς μορφὴν ἔπεσι στέφει, παράφρασις τὸ, χάρις ἀμφιπεριστέφεται ἐπέεσσιν. ἐξ ὧν ὁ στέφανος καὶ τὸ στέφος, τὰ τῷ ποιητῇ ἄγνωστα κατὰ τοὺς παλαιούς. (Vers. 171.) Ἀσφαλῶς δὲ ἀγορεύειν, τὸ ἀπροσκόπως, κυρίως δὲ σφάλλεσθαι ἐπὶ ποδῶν