Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.292.1
Not analysed yet
τινὰ, ἐπιδιορθροῦσθαι αὐτόν. (Vers. 208.) Τὸ δὲ τίς ἂν φιλέοντι μάχοιτο, ἑρμηνεύων, ἔφη. ξεινοδόκῳ ἔριδα προφέρηται. (Vers. 211.) Τὸ δὲ δήμῳ ἐν ἀλλοδαπῷ, πρὸς λόγου ἀσφάλειαν κεῖται. οἴκαδε μὲν γάρ τις περιφρονήσοι ἂν ξεινοδόκον. οὐκ ἂν δὲ καὶ ἐν αὐτῷ τῷ τοῦ ξεινοδόκου δήμῳ. Τὸ δὲ ἴδμεν ἐπὶ ἀπαρεμφάτου σπανίως εὕρηται. (Vers. 214.) Ὅτι συνιστῶν ἑαυτὸν Ὀδυσσεὺς παρὰ τοῖς Φαίαξιν οὐ μὴν δὲ ἀλλὰ καὶ τὴν ἐν τοῖς μετὰ ταῦτα μνηστηροφονίαν πιθανὴν ποιῶν καθ' ἣν πρῶτος τῶν ἄλλων αὐτὸς ὀϊστεύσας ἀριστεύσει, φησί. πάντα γὰρ οὐ κακός εἰμι μετ' ἀνδράσιν ὅσσοι ἄεθλοι. εὖ μὲν τόξον οἶδα ἐΰξοον ἀμφαφάασθαι. πρῶτος ἂν ἄνδρα βάλοιμι ὀϊστεύσας ἐν ὁμίλῳ ἀνδρῶν δυσμενέων εἰ καὶ μάλα πολλοὶ ἑταῖροι (Vers. 218.) ἄγχι παρασταῖεν καὶ τοξαζοίατο φωτῶν ἤτοι κατὰ ἀνδρῶν. εἶτα εἰπὼν ὅτι οἶος δή με Φιλοκτήτης ἀπεκαίνυτο τόξῳ ἐν Τροίᾳ ὅτε τοξαζοίμεθα Ἀχαιοί. τῶν δ' ἄλλων, ἐμέ φημι προφερέστατον εἶναι, ὅσσοι νῦν βροτοί εἰσιν ἐπὶ χθονὶ σῖτον ἔδοντες. καὶ ὅτι, ἀνδράσι δὲ προτέροισιν ἐριζέμεν οὐκ ἐθελήσω, (Vers. 224.) οὔθ' Ἡρακλῆϊ οὔτ' Εὐρύτῳ Οἰχαλιῆϊ. καὶ τὴν αἰτίαν εἰπὼν ὡς ῥηθήσεται μετ' ὀλίγα, ἥτις ἦν, τὸ καὶ θεοῖς αὐτοὺς ἐρίζειν διὰ τὸ κατ' ἀρετὴν ἀνυπέρβλητον, ἐπάγει. (Vers. 229.) δουρὶ δ' ἀκοντίζω ὅσον οὐκ ἄλλος τις ὀϊστῷ. πάνυ ἐνταῦθα περιαυτολογήσας. διὸ παραμυθούμενος τὴν ἀλαζονείαν ἐπάγει εὐθὺς ταπεινότερον ὡς πρὸς ἔνδειξιν τοῦ ἀληθεύειν τὸ, μόνοις δέδοικα (Vers. 230.) ποσὶ μή τίς με παρέλθῃ Φαιάκων. καὶ τὴν αἰτίαν προτιθεὶς, φησί. λίην γὰρ ἀεικελίως ἐδαμάσθην κύμασιν ἐν πολλοῖς, ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα ἔην ἐπηετανός. τῷ μοι φίλα γυῖα λέλυνται. (Vers. 246.) ἐφ' οἷς ὁ βασιλεὺς Ἀλκίνοος τῷ τοῦ Ὀδυσσέως κόμπῳ πίστιν σχὼν, οὐκέτι καθὰ καὶ πρὸ τούτων ἀριστεύειν φησὶ τοὺς Φαίακας πὺξ καὶ παλαισμοσύνῃ καὶ ἅλμασι καὶ ποσίν. ἀλλὰ μεταβαλὼν, λέγει. οὐ γὰρ πυγμάχοι ἐσμὲν ἀμύμονες, οὐδὲ παλαισταί. ἀλλὰ ποσὶ κραιπνῶς θέομεν (Vers. 247.) καὶ νηυσὶν ἄριστοι, ἐσμὲν δηλαδή. εἰ καὶ λείπει τὸ ῥῆμα. Ἔνθα ὅρα ὡς Ὀδυσσέως εἰπόντος δεδοικέναι μή τις αὐτὸν ποσὶ παρέλθοι, ὁ βασιλεὺς ἀριστεύειν ἐνταῦθα φησὶ τοὺς Φαίακας. εὐδοκιμεῖν αὐτοὺς εἰπὼν, περὶ ὅπερ ὁ ξένος ἀπείπατο. καὶ ἀρετὴν αὐτοῖς ἐπιμαρτυράμενος ἀνεξέλεγκτον. ἐλεγχθεὶς γάρ, φασιν, ἀρνεῖται ἵνα μὴ παροξύνῃ τὸν ξένον. τάχα γοῦν ὁ Ἀλκίνοος ἀπόδρομον τὸν Ὀδυσσέα ἐνόμισεν, ὡς ἤδη πεπαυμένον ἀπὸ τῶν δρόμων. ὃ δή τισι τῶν παλαιῶν ἐῤῥέθη πρὸς ὁμοιότητα τοῦ ἀπόμαχος καὶ τῶν ὁμοίων. καὶ μὴν ἕτεροι ἄλλως χρῶνται τῷ ἀπόδρομος, φάμενοι, ὡς ἐν Κυρήνῃ μὲν, τοὺς ἐφήβους, τριακάπους καλοῦσιν. ἐν δὲ Κρήτῃ, ἀποδρόμους, διὰ τὸ μηδέπω τῶν κοινῶν δρόμων μετέχειν. οὕτω δὲ καὶ Καλλίμαχος ἀπότριχα τὸν ἄνηβον ἔφη. (Vers. 214.) Σημείωσαι δὲ ὅτι τὸ μὲν οὐ κακός εἰμι, μετρίως εἶπε καὶ ἐπιεικῶς Ὀδυσσεύς. δυνάμενος εἰπεῖν ὡς πάνυ δεξιῶς ἔχω. ἵνα εἴη τὸ οὐ πάνυ κακὸς, οὐ μόνον κακίας ἀπόφασις ἀλλὰ καὶ ἀντὶ τοῦ λίαν δεξιὸς ἢ ἀνδρεῖος. (Vers. 221.) τὸ μέντοι τῶν ἄλλων ἐμέ φημι προφερέστερον εἶναι, οὐκέτι ἐπιεικοῦς ἤθους, ἀλλὰ σεμνοῦ. καθ' ὑπερβολὴν γὰρ ἐπικριτικῶς ἡ περιαυτολογία. (Vers. 224.) παραμυθεῖται δὲ ὅμως αὐτὴν ἠρέμα, τὸ ὑπαγαγεῖν ἑαυτὸν τῷ Φιλοκτήτῃ. καὶ τὸ μὴ ἔχειν ἐξισοῦσθαι μήτε τῷ Ἡρακλεῖ μήτε τῷ Εὐρύτῳ. ἔστι δ' ὅμως καὶ ἐν τούτοις καύχημά τι τῷ Ὀδυσσεῖ περιττὸν, εἴγε τῶν ζώντων μὲν μόνῳ τῷ Φιλοκτήτῃ τοῦ ἐπὶ τόξῳ ἤγουν τοξείᾳ κλέους παραχωρεῖ. τῶν δὲ τεθνεώτων, Ἡρακλεῖ καὶ Εὐρύτῳ. ἔστιν οὖν εἰπεῖν, ὅτι καὶ Ὀδυσσεὺς κατὰ τὸν ὕστερον Ἐφέσιον ζωγράφον τὸν Παῤῥάσιον, ἐσέμνυνεν ἑαυτόν. οὗτός τε γὰρ ἑαυτὸν ὑπεξῆρεν ἐπισημῃνάμενος καὶ ταπεινότητα, καὶ ὁ Παῤῥάσιος ἔφη ὡς ἀνυπέρβλητος αὐτῷ πέπηγεν οὖρος. ἀμώμητον δ' οὐδὲν ἐγένετο βροτοῖς. τὸ μὲν αὐχῶν, τὰ τῆς τέχνης εὑρῆσθαι αὐτῷ τέρματα, τὸ δ' ὑπονοῶν, ὡς ἴσως ἐψέγετο πρὸς τῶν ὁμοτέχνων ὡς μάτην θαῤῥῶν ἀμώμητος εἶναι. (Vers. 225.) Τόξον δὲ ἐΰξοον λέγει, ἐπεὶ καὶ τὸν αὐτοῦ τέκτονα κεραοξόον ἐν ἄλλοις φησίν. Ἀμφαφάασθαι δὲ τὸ μεταχειρίζεσθαι, παρὰ τὴν ἁφήν. ἀφ' ἧς καὶ τὸ, σῆμα ἀμφαφόων πρὸ ὀλίγων εἴρηται, ὅ ἐστι παραδεικνὺς τῇ χειρί. (Vers. 217.) Τὸ δὲ εἰ καὶ μάλα πολλοὶ ἑταῖροι, καὶ ταχυτοξότην τὸν Ὀδυσσέα εἶναι δηλοῖ. ὃς εἰ καὶ πάνυ πολλοὶ περὶ αὐτόν εἰσιν, ἀλλὰ πρῶτος αὐτὸς βαλεῖ τὸν δυσμενῆ. (Vers. 218.) Τὸ δὲ τοξαζοίατο, οὐκ ἀεὶ ἀναγκαίως καὶ πτωτικήν τινα σύνταξιν ἔχει, ἀλλὰ καὶ μόνον καθ' αὑτὸ ἐκφωνεῖται ὡς δηλοῖ τὸ, ὅτε τοξαζοίμεθ' Ἀχαιοί. καὶ τὸ, προκαλίζετο τοξάζεσθαι. (Vers. 219.) Τὸ δὲ ἀπεκαίνυτο, περιττὴν μὲν ἔχει τὴν πρόθεσιν ὡς ἀλλαχοῦ προεφάνη. δέδωκε δὲ τοῖς ἰδιώταις ἀρχὴν τοῦ, νίκην ἀποκοπτὴν τὴν μεγάλην λέγειν.