Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.293.1
Not analysed yet
(Vers. 222.) Τὸ δὲ σῖτον ἔδοντες, πρὸς διαστολὴν ἴσως ἐῤῥέθη ἑτέρων βροτῶν μὴ τοιούτων. ὁποίους καὶ τοὺς μακροβίους Αἰθίοπας ἡ ἱστορία φησίν. οἳ ἄρτον ἰδόντες κόπρῳ αὐτὸν εἴκασαν. ἦσαν δὲ καὶ οἱ ἐξ ἀκρίδων ζῶντες καὶ οἱ ἐξ ἰχθύων. οἳ καὶ ἀκριδοφάγοι διατοῦτο καὶ ἰχθυοφάγοι ἐκαλοῦντο. τὸ δὲ Σκυθικὸν φῦλον καὶ τὸ Μασσαγετικὸν κρέασι διοικονομούμενον οὐδ' αὐτὸ ἐθέλει σιτοφαγεῖν. (Vers. 223.) Τὸ δὲ ἐρίζειν, καιρία λέξις ἐπὶ ἐξισώσεως. διὸ καὶ δὶς ἐνταῦθα κεῖται. (Vers. 224.) Τὸ δὲ οὐκ ἐθελήσω, ἀντὶ τοῦ οὐ δυνήσομαι. πολλαχοῦ δὲ ἐπὶ τοιαύτης σημασίας ἡ λέξις κεῖται. Τὸν δὲ Ἡρακλῆν, οὗ πολὺς λόγος τοῖς παλαιοῖς, καὶ Ἡρακλείδην Παυσανίας καλεῖσθαι φησί. (Vers. 229.) Περὶ δὲ Εὐρύτου καὶ τοῖς κατ' αὐτὸν Οἰχαλίας ἡ Βοιωτία ἐδήλωσεν. Ἐν δὲ τῷ, ὅσον οὐκ ἄλλος τις ὀϊστῷ, ῥῆμα νοητέον ἔξωθεν τὸ ἵησιν ἢ πέμπει ἤ τι τοιοῦτον. τὸ γὰρ ἀκοντίζειν οὐκ ἔστιν οἰκεῖον ἐπὶ ὀϊστοῦ. ταῦτα δὲ ἀλλαχοῦ παρὰ τῷ ποιητῇ καὶ τὸ, σῖτον ἐσθίειν καὶ οἶνον, πίνειν δηλαδή. οἶνος γὰρ οὐκ ἐσθίεται. καὶ τὸ, καπνὸν ἐλεύσσομεν καὶ φθογγὴν, ἠκούομεν δηλαδή. φθογγὴ γὰρ οὐ βλέπεται. οὐκ ὀλίγα δέ εἰσι καὶ ἄλλα τοιαῦτα. ὧν ὁ ποιητικὸς τρόπος, σύλληψις εἴτουν συνεκδοχή ἐστι. (Vers. 230.) Τὸ δὲ ποσὶ παρέλθῃ, πρὸς διαστολὴν ἐῤῥέθη. ἔστι γὰρ τροπικῶς καὶ νόῳ παρελθεῖν καὶ δόλοις καὶ τοιούτοις τισί. (Vers. 232.) Τὸ δὲ ἐπεὶ οὐ κομιδὴ κατὰ νῆα ἦν, ἀντὶ τοῦ, ἐπεὶ ὤλετο ἡ ναῦς. οὐ γὰρ διὰ τὸ μὴ κομιδὴν ἐν βρώμασιν ἔχειν ἐδαμάσθη Ὀδυσσεὺς τοῖς κύμασιν, ἀλλ' ὅτι ἐθραύσθη κύμασιν ἡ τὴν κομιδὴν ἔχουσα ναῦς. (Vers. 233.) Τὸ δὲ ἐπηετανὸν ἐν μὲν τῷ, ἐπηετανὸν γάλα θῆσθαι, κυριολεκτεῖται. δηλοῖ γὰρ τὸ, ἐν ὅλῳ ἔτει. ἐνταῦθα δὲ κομιδὴ ἐπηετανὸς, ἡ ἁπλῶς πολλὴ λέγεται. Τὸ δὲ φίλα γυῖα λελύσθαι ταυτόν ἐστι τῷ ἀεικελίως δαμασθῆναι. (Vers. 225.) Ὅτι τοὺς ῥηθέντας Ἡρακλέα τε καὶ Εὔρυτον ἐπαινῶν Ὀδυσσεὺς, φησὶν ὅτι καὶ ἀθανάτοις ἐρίζεσκον περὶ τόξων. διό φησι καὶ (Vers. 226.) αἶψα ἔθανε μέγας Εὔρυτος. εἶτα ἑρμηνεύων πῶς αἶψα ἔθανε, φησίν. οὐδ' ἐπὶ γῆρας ἵκετ' ἐν μεγάροισι. τοῦτο δ' αὖθις ἐφερμηνεύων, ἐπιφέρει. χολωσάμενος γὰρ Ἀπόλλων ἔκτανε. διὰ τί; (Vers. 228.) οὕνεκά μιν προκαλίζετο τοξάζεσθαι. ἔοικε δὲ αἴφνης θανεῖν καὶ ὁ Εὔρυτος. τοῦτο γὰρ δηλοῖ ὁ πρὸς Ἀπόλλωνος θάνατος, ὡς πολλαχοῦ φαίνεται. Ἡρακλῆς δὲ οὐδέν τι λέγεται παθεῖν δεινὸν ὑπὲρ τῆς πρὸς θεοὺς ἔριδος, ὅτι μὴ δὲ ἐπροκαλίζετο εἰς τοξείαν. οὐδὲ πάνυ δοκεῖ θρασὺς αὐτοῖς εἶναι. ἄλλως δέ γε ἀθανάτοις αὐτὸν ἐρίσαι κατὰ ἄμυναν, ἡ Ἰλιὰς ἐδήλωσε. τὸ μέντοι ὑφ' Ἡρακλέος θανεῖν τὸν Εὔρυτον κατὰ τοὺς ὕστερον καὶ τὰ περὶ τῆς θυγατρὸς τοῦ Εὐρύτου Ἰόλης, οὐκ οἶδεν ὁ ποιητής. ἄλλοι δὲ μεθ' Ὅμηρον, αὐτὸ ἱστοροῦσιν. ὧν καὶ Σοφοκλῆς. Σημείωσαι δὲ καὶ ὡς ἐμφαίνει Ὀδυσσεὺς ἐνταῦθα, μὴ δὲ δεῖν εἶναι εὔξεσθαί τινα ἐξισωθῆναι τῷ Εὐρύτῳ, εἴγε οὕτω ταχὺ ἐκ θεομηνίας ἔθανεν. Ὅτι δὲ τῷ τοῦ Εὐρύτου τόξῳ ἐχρᾶτο ποτὲ Ὀδυσσεὺς, ἐν τοῖς μετὰ ταῦτα ἱστορήσει Ὅμηρος. καθά που καὶ Φιλοκτήτης τῷ τοῦ Ἡρακλέος. (Vers. 236.) Ὅτι οὐκ ἀλαζονείαν Ἀλκίνοος ἡγεῖται τοὺς τοῦ Ὀδυσσέως λόγους, ἀλλὰ εὐδιακρίτως δεχόμενος αὐτοὺς φησί. ξεῖνε, ἐπεὶ οὐκ ἀχάριστα μεθ' ἡμῖν ταῦτ' ἀγορεύεις, τουτέστιν ἀηδῆ καὶ ἔξω χάριτος, ἀλλ' ἐθέλεις ἀρετὴν σὴν φαινέμεν, ἥ τοι ὀπηδεῖ. χωόμενος ὅτι σ' (Vers. 238.) οὗτος ἀνὴρ τουτέστιν ὁ Εὐρύαλος ἐν ἀγῶνι παραστὰς νείκεσεν, ὡς ἂν σὴν ἀρετὴν βροτὸς οὔτις ὄνοιτο ὅς τις ἐπίσταιτο φρεσὶν ἄρτια βάζειν. Καὶ ὅρα ὡς ἁπλῶς τὸ ἦθος ὁ βασιλεύς. ὃς πρὶν σχεῖν διάπειραν πιστεύει οἷς Ὀδυσσεὺς ἐκόμπασεν. ἔστι δὲ ἡ ἀπόδοσις τοῦ ἐπει συνδέσμου, ἐν τῷ, (Vers. 239.) ὡς ἂν σὴν ἀρετὴν οὔτις ὄνοιτο. ἵνα λέγῃ ὅτι ἐπεὶ οὐκ ἀχάριστα φὴς, ὄντως ἂν οὐδεὶς μέμψοιτό σε. (Vers. 236.) Ἀσύνηθες δὲ τοῖς μεθ' Ὅμηρον τὸ ἀχάριστον ἐπὶ τοῦ μὴ χαρίεντος. αὐτοὶ γὰρ ἀχάριστόν φασιν, οὗ ἀποῤῥέει μνῆσις εὖ πεπονθότος. ὃν οὐδὲ γινώσκεσθαι χρὴ ὥς που Εὐριπίδης γνωμολογεῖ. ἐκ δὲ τοῦ Ὁμηρικοῦ ἀχαρίστου, καὶ τὸ ἀχαρίστερον ἐν τοῖς ἑξῆς. (Vers. 237.) Ἀρετὴν δὲ, οὐ τὴν ἀνδρίαν μόνον ἐνταῦθα φησὶν ὡς ἐν ἄλλοις, ἀλλὰ τὴν ἁπλῶς περὶ τοὺς ἀέθλους δεξιότητα. δηλοῖ δέ ποτε, καὶ τὴν παρὰ τοῖς ὕστερον εὐδαιμονίαν. οἷον. ὄφρ' ἀρετὴν παρέχωσι θεοί. καὶ, ἤτοι ἐμὴν ἀρετὴν εἶδός τε. ὃ δήπου ἡ Πηνελόπη φησίν. ἐκεῖθεν δὲ καὶ τὸ, ἀρετῶσι λαοὶ ὑπ' αὐτῷ. καὶ τὸ, οὐκ ἀρετᾷ κακὰ ἔργα. ἐπὶ μέντοι ἀνδρίας κεῖται ἐν τῷ, οἶδ' ἀρετὴν, οἷος ἐσσί. καὶ παντοίης ἀρετῆς μιμνήσκετο. τρὶς δὲ ἐνταῦθα λέγει τὴν ἀρετὴν διὰ τὸ τῆς λέξεως καίριον. Φαινέμεν δὲ, τὸ φανεροῦν καὶ ἐμφανῆ ποιεῖν. Τὸ δὲ ἥ τοι ὀπηδεῖ, διὰ σαφήνειαν κεῖται. ἔστι γάρ τις ἀρετὴ παλαιὰ ἣ νῦν οὐκ ὀπηδεῖ τῷ πάλαι σχόντι αὐτήν. ἔχει δ' ἐντεῦθεν