Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.294.1
Not analysed yet
ἀρχὴν γνωματεύματος καὶ ὁ τὴν ἀρετὴν εἰπὼν ἀγωγίμων τὸ τιμιώτατον. ἣ πάντων ἔστιν ὅτε ἀπολλυμένων αὐτὴ παραμένει ὡς οἷον ὀπηδοῦσα τῷ ἔχοντι. (Vers. 240.) Τὸ δὲ ὅς τις ἐπίσταιτο καὶ ἑξῆς, πρὸς διαστολὴν καὶ αὐτὸ ἐῤῥέθη, μέμψεται μὲν γάρ τις ἴσως τὸν Ὀδυσσέα καθὰ καὶ ὁ Λαοδάμας, οὐ μὴν φρενήρης ἐκεῖνος ἀνὴρ ὁποῖος καὶ ὁ φρεσὶν ἄρτια βάζων. Τὸ δὲ ἄρτια βάζειν ταυτόν ἐστι τῷ, ὡς ἄν τις εἴποι ἀπαρτιλογεῖν. κεῖται γὰρ παρὰ Ἡροδότῳ ἀπαρτιλογίη ὁ ἀπηρτισμένος λόγος. (Vers. 241.) Ὅτι διδασκαλικὸν τὸ, ἀλλ' ἄγε νῦν ἐμέθεν ξυνίει ἔπος ὄφρα καὶ ἄλλῳ εἴπῃς ἡρώων ὅτε κεν σοῖς ἐν μεγάροις διάγεις, ἡμετέρης ἀρετῆς μεμνημένος, οἷα καὶ ἡμῖν θεὸς ἐπὶ ἔργα τίθησι διαμπερὲς ἐξ ἔτι πατρῶν. ὅ ἐστιν ἐκ προγόνων ἀέκαθεν. ὅ περ εἰς ἑρμηνείαν ἐπῆκται τοῦ διαμπερές. Ὅρα δ' ἐν τούτοις, ὡς χαίρει ὁ βασιλεὺς ἐπαινουμένων τῶν περὶ αὐτόν. Τὸ δὲ πατρῶν ποιητικόν ἐστιν ὡς καὶ τὸ θυγατρῶν. εἰ δέ που καὶ μητρῶν ἐστὶν, ἀλλ' οὐ προφανὴς ἡ χρῆσις. (Vers. 248.) Ὅτι ἅπερ ἂν εἴποι Σαρδανάπαλος ὁ Νίνου ἢ Ἀνακυνδαράξεω, ἢ ὁ τῆς ἡδονῆς ἑταῖρος Ἐπίκουρος, ταῦτα καὶ ὁ Ὁμηρικὸς Φαίαξ βασιλεὺς λέγων φησίν. αἰεὶ δ' ἡμῖν δαίς τε φίλη κίθαρίς τε, χοροί τε. εἵματά τ' ἐξημοιβὰ λοετρά τε θερμὰ καὶ εὐναί. εἰ δ' οὕτως ἀεὶ φίλη δαὶς τοῖς Φαίαξιν, οὐ δ' αὐτοῖς ἀργά ποτε ἦσαν τὰ κατὰ στόμα. ὃ δὴ λέγεται Ἄλεξις εἰπεῖν ἐν τῷ, συμποσίου διατριβὴ τὰ τραγήματα ὥστε ἀργοὺς ἔχειν μηδέ ποτε τὰς σιαγόνας. Καὶ ὅρα τὸ ἀργοὺς Ἀττικῶς, ἀντὶ τοῦ ἀργάς. οὐ διδάσκει δὲ ὁ ποιητὴς τοιούτους δεῖν τοὺς ἀνθρώπους εἶναι, ἀλλ' ἱστορεῖ τοιούτους τοὺς Φαίακας. χωρικὴν ἰδιότητα ἱστορῶν, οὐ μὴν παιδεύων τρυφᾶν. τί γὰρ ἂν σπουδαῖον βίος ἐκφῄνῃ ἁβροδαίτων ἀνδρῶν; καὶ τοῦτο δῆλον μὲν καὶ ἐξ ἱστοριῶν ἐν αἷς καὶ οἱ Συβαρίται πινακογραφοῦνται ἀναστηλούμενοι. δηλοῖ δὲ αὐτὸ καὶ ὁ καλὸς δειπνοσοφιστὴς ἐν τῷ, Παῤῥάσιος ὁ Ἐφέσιος ζωγράφος τρυφῶν μὲν παρὰ μέλος ὑπὲρ τὴν γραφικήν. ἤγουν σπαταλῶν ἐκμελῶς καὶ ἀπῳδῶς ὑπὲρ ὃ ἔδει τρυφᾶν ἄνδρα γραφέα, λόγῳ δὲ ἀρετῆς ἀντιλαμβανόμενος ἐπέγραψε τοῖς αὐτοῦ ἔργοις. ἁβροδίαιτος ἀνὴρ ἀρετήν τε σέβων, τάδε ἔγραψε. καί τις φησὶν ὑπεραλγήσας, παρέγραψε, ῥαβδοδίαιτος. Πολλὴ δὲ ἡ τῶν Φαιάκων τρυφὴ εἰ μὴ δὲ ψυχρολουτοῦσι κατὰ τὴν βασιλικὴν κόρην ἀλλὰ θερμοῖς λοετροῖς χαίρουσιν ἅπερ καὶ ἡ κωμῳδία σκώπτει, οὐδέν τι ἐπιστρεφομένη τῆς παροιμίας ἣ λέγει λουτρὰ Ἡράκλεια τὰ θερμά. εἰ γὰρ καί τινες ἀνεῖσθαι αὐτὰ εἶπον τῷ Ἡρακλεῖ ὡς τρυφᾶν εἰδότι, ἀλλ' ἐκεῖνος μὲν οὐ τοιοῦτος ἦν ὅς γε διὰ βίου ἐκακοπράγει στελλόμενος τὰ πολλὰ καὶ ὑπερόριος. ἡ δὲ παροιμία, διὰ μόνον τὸ ἄτεχνον καὶ αὐτοφυὲς καὶ ἀπερίεργον τοῦ τοιούτου λούματος, ἀνέθετο αὐτὰ τῷ Ἡρακλεῖ. δηλοῦσα, ὡς εἰ καί ποτε βάψει ἑαυτὸν Ἡρακλῆς εἰς θερμὸν ὕδωρ, ἀλλ' ἐκεῖνο φύσις ἐξέζεεν αὐτομάτως, οὐ μὴν ἀνθρωπίνη τέχνη περιέργως ἐθέρμανεν ὡς δι' αὐτοῦ ζῆν μαλακῶς ταυτόν δ' εἰπεῖν τρυφερῶς κατὰ τοὺς παλαιούς. εἰ καὶ κατ' ἄλλον λόγον μαλακῶς ἔχειν λέγεται καὶ ὁ νοσεῖν ἐναρξάμενος. καὶ μὴν εἴ τις ὀρθῶς ἐθέλει διαιτῆσαι, εἰ καὶ Ἡρακλῆς καὶ τὸ πᾶν ἡρωϊκὸν γένος διπλοῖς ἀληθῶς λουτροῖς χρᾶται ὅσα τε φύσις ἐμπυρεύει καὶ ὅσα τέχνη βαλανεύει ἀλλ' αὐτοὶ μὲν ποτὲ καὶ οὐδὲ πρὸς τρυφὴν, Φαίακες δὲ ἀεὶ φιλοῦσι καὶ πρὸς ἁβρότητα δὲ τὰ λοετρά. εἰ δὲ ταῦθ' οὕτως ἔχει καὶ ὁ Φαίαξ βασιλεὺς ἐπὶ τοιούτοις ἐσεμνύνατο, πῶς ἄν τις ψέξοι τὸν Ὀδυσσέα καὶ ἡγεμόνα Ἐπικούρῳ ἐρεῖ γενέσθαι τῆς πολυθρυλήτου ἡδονῆς, ἐν οἷς ἔφη. οὐ γὰρ ἔγωγέ τι φημὶ τέλος χαριέστερον καὶ ἑξῆς. δῆλον γὰρ ὅτι καθομιλῶν τοὺς καιροὺς Ὀδυσσεὺς ὑπὲρ τοῦ δοκεῖν ὁμοήθης εἶναι τοῖς Φαίαξιν ὥς φασι Μεγακλείδης ὑπερλαλῶν τοῦ Ὀδυσσέως, τὸ ἁβροδίαιτον αὐτῶν ἀσπάζεται οὗ μάρτυς ὁ βασιλεὺς ἐν ὁμίλῳ τρανώσας τὸν λόγον. ἐνταῦθα δὲ χρήσιμον ἐκ τῶν Ἀθηναίου, καὶ τὸ, ὦ τέκνον, ποντίου θηρὸς πετραίου ἤγουν πολύποδος, χρωτὶ μάλιστα νόον προσφέρων, πάσαις πολίεσσιν ὁμίλει. τὸ παρεὸν δ' ἐπαινήσας, ἑκὼν ἄλλοτ' ἀλλοῖα φρόνει. δῆλον γὰρ, ὡς τοιοῦτον ἐν τοῖς εἰρημένοις καὶ τὸ τοῦ Ὀδυσσέως ἦθος, τοῖσιν ἐφαρμοζουμένου ὅν κε δῆμον ἵκηται, ὡς ἐν τῇ ε ῥαψῳδία προγέγραπται. ἀπὸ τούτων δὲ παραξέσασα καὶ ἡ κοινὴ γλῶσσα, βούλεται τὸν φρονοῦντα ἄνθρωπον ὅτε που ἐς ἀλλοτρίαν παραβαλεῖ, κατὰ τὸ ἐγχώριον ζῶμα ζώνυσθαι καὶ αὐτόν. (Vers. 249.) Ἐξημοιβὰ δὲ λέγει, τὰ, ἄλλο τε ἄλλα ἀμειβόμενα. ὃ καὶ περιουσασμὸν Φαιακικοῦ πλούτου δηλοῖ. Τὸ δὲ καὶ εὐναὶ, σεμνοῦ λόγου ἐστί. δηλοῖ γὰρ οὐχ' ἁπλῶς κοίτας, ἀλλὰ καί τι πλέον, εἰ χρὴ σεμνῶς φράσαι τὸ σεμνόν. Ὅτι δὲ καὶ Ὀδυσσεὺς καθομιλῶν τὸν καιρὸν ἐπαινέσει τὸν τοιοῦτον βίοτον κεχαρισμένα λέγων τοῖς ξενοδόχοις, μετ' ὀλίγα φανήσεται. ὅ που δῆλον ἔσται ὅτι Ὀδυσσεῖ