Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.309.1
Not analysed yet
πάσχεις. (Vers. 426.) Ὅτι λουστικῆς παρασκευῆς φράσις τὸ, ἀμφὶ δέ οἱ πυρὶ χαλκὸν ἰήνατε, θέρμετε δ' ὕδωρ. καὶ τὸ, ἀμφὶ πυρὶ στῆσαι τρίποδα μέγαν ὅττι τάχιστα. καὶ τὸ, αἱ δὲ λοετροχόον τρίποδ' ἔστασαν ἐν πυρὶ κηλέῳ. ἐν δ' ἂρ ὕδωρ χεῦαν, ὑπὸ δὲ ξύλα δαῖον ἑλοῦσαι. γάστρην μὲν τρίποδος πῦρ ἄμφεπε. (Vers. 437.) θέρμετο δ' ὕδωρ. ἔστι δὲ τὸ θέρμω πρωτότυπον τοῦ θερμαίνω. (Vers. 326.) Χαλκὸς δὲ ἰαίνεται, ἀντὶ τοῦ θερμαίνεται, καθὰ καὶ ἀλλαχοῦ δηλοῦται. διὸ καὶ χαλκοῦ ἰαινομένου θέρμεται τὸ ὕδωρ. (Vers. 434.) Ὁ δὲ τρίπους καὶ τιβὴν παρά τε Λυκόφρονι καὶ ἄλλοις λέγεται. ὡς οἱονεὶ τριβὴν ὅ ἐστι τρεῖς βάσεις ἔχων. (Vers. 435.) Πῦρ δὲ κήλειον, τὸ καυστικόν. καὶ ἀποβολῇ τοῦ ι κήλεον, ὁμοίως τῷ τέλειον τέλεον. (Vers. 436.) Ξύλα δὲ ὑποδαίειν, τὸ ὑποκάτω τρίποδος ἀνακαίειν. ἐκ δὲ τῆς ἐννοίας ταύτης ξύλα δανὰ καὶ κάγκανα, τὰ εἰς τὸ δαίεσθαι καὶ καίεσθαι ἐπιτήδεια. Γάστρη δὲ τρίποδος, ὁ πυθμήν. παρηγμένη καθ' ὁμοιότητα τοῦ πάτρη καὶ μίτρη. (Vers. 437.) Ὅτι καινόν τι σχῆμα καὶ τὸ, (Vers. 429.) δαιτί τε τέρπηται καὶ ἀοιδῆς ὕμνον ἀκούων. ἦν γὰρ εἰπεῖν, δαιτί τε τέρπηται καὶ ἀοιδῇ. ὁ δὲ ποιητὴς καινοτέρον κατὰ περίφρασιν ἐσχημάτισεν. Ὕμνον δὲ ἀοιδῆς περιφραστικῶς τὴν ᾠδὴν λέγει. ἐξ οὗ λαβὼν καὶ Πίνδαρος ὁμοίως φράζει πολλαχοῦ. (Vers. 449.) Ὅτι ἐν τῷ, αὐτόδιον δ' ἄρα μιν ταμίη λούσασθαι ἄνωγεν, οἱ μὲν αὐτόδιον φασὶν ἀντὶ τοῦ παραχρῆμα, ἐξ αὐτῆς ὁδοῦ, οὐκ ἀλλαχοῦ που χωρισθέντα, οἱ δὲ ἀντὶ τοῦ, αὐτοδίως ἤγουν αὐτίκα μετὰ τὸ δῆσαι τὴν κιβωτόν. ἔδησε γὰρ ὡς προεδηλώθη τὴν χηλὸν μή πως οἱ ξένοι ἐπιβουλεύσωσι λύσαντες καθά ποτε καὶ οἱ ἑταῖροι τὸν τοῦ ἀσκοῦ δεσμὸν περὶ ὃν οἱ ἄνεμοι ἐγκεκλεισμένοι ἦσαν. Ἅπαξ δὲ εἴρηται καὶ ἡ λέξις αὕτη. καὶ εἴπερ δηλοῖ τὸ ἐξ αὐτῆς ὁδοῦ, Ἰωνικῶς ἐγράφη καθὰ καὶ τὸ ἐπίστιον, καὶ ὁ ἀπηλιώτης. καὶ λοιπὰ τὰ προγραφέντα. ἄλλως γὰρ αὐθόδιον κοινῶς γραφῆναι ὤφειλεν. (Vers. 450.) Ὅτι ἀσπασίως ἴδε θυμῷ θερμὰ λοετρὰ Ὀδυσσεὺς, ἐπεὶ οὔτι κομιζόμενός γε θάμιζεν ἐπειδὴ λίπε δῶμα Καλυψοῦς. τόφρα δέ οἱ κομιδή γε θεῷ ὣς ἔμπεδος ἦεν. Ἡδέα δὲ καὶ μάλιστα τοῖς ἐκ καμάτου τὰ θερμὰ λοετρὰ, καθὰ δηλοῖ καὶ τὰ Ἡράκλεια λουτρὰ, θερμὰ ὄντα κατὰ τὸν κωμικὸν, οἷς ὁ πολύτλας Ἡρακλῆς ἔχαιρε. (Vers. 451.) Τὸ δὲ κομιζόμενος, ἀντὶ τοῦ κομιδὴν ἔχων καὶ ἐπιμέλειαν, διὸ ἐπάγει. τόφρα δέ οἱ κομιδή, ἤγουν ἕως ἦν παρὰ τῇ Καλυψοῖ. (Vers. 453.) Θαμίζειν δὲ, τὸ ἁπλῶς ἔργῳ τινὶ συχνάκις παρεῖναι. διδασκάλοις τε γοῦν θαμίζει τις, καὶ θερμοῖς λοετροῖς, καὶ νηΐ, καὶ ἑτέροις ἔργοις οἷς χαίρει. Τὸ δὲ θεῷ ὣς, ἀλληγορικῶς ὑποβάλλει νοεῖν οἵαν ἀθανασίαν ἡ σωματικὴ Καλυψὼ τῷ φιλοσόφῳ ὑπισχνεῖτο Ὀδυσσεῖ, τὴν σωματικὴν δηλαδὴ ἄνοσον εὐκτικὴν ἐπιμέλειαν ὡς καὶ πρὸ ὀλίγων δεδήλωται. (Vers. 456.) Ὅτι τοὺς συμποσιαστὰς ἄνδρας οἰνοποτῆρας λέγει, τὴν δὲ περικαλλῆ Ναυσικάαν, (Vers. 457.) θεῶν ἄπο κάλλος ἔχουσαν, διὰ τὸ θεόσδοτον καὶ τὸ κάλλος εἶναι. κατὰ τὸ, οὔτοι ἀπόβλητα θεῶν ἐρικυδέα δῶρα. (Vers. 458.) Ὅτι παραστᾶσα τῷ συμποσίῳ ἡ βασιλικὴ κόρη κατ' ἔθος ἀρχαῖον τὸ καὶ προδηλωθὲν θαύμαζεν Ὀδυσσῆα ἐν ὀφθαλμοῖσιν ὁρῶσα, καὶ χαῖρε ξεῖνε εἶπεν. ἵνα καί ποτ' ἐὼν ἐν πατρίδι γαίῃ μνήσῃ ἐμοῖο ὅτι μοι (Vers. 462.) πρώτῃ ζωάγρια ὀφέλλεις, ἀνθ' οὗ σε δηλαδὴ ζωὴν ἀγεῖραι τουτέστιν ἀθροῖσαι πεποίηκα. αὐτὴ γὰρ ὀλιγοδρανέοντα τὸν Ὀδυσσέα περιεσώσατο, ζωὴν ὀλιγηπελέοντι αὐτῷ ἀγείρασα, ὃ καὶ θυμὸν ἀγείρειν λέγεται. ὅθεν καὶ ὁ θυμηγερέων. καὶ ἔστιν ἄλλο τοῦτο ζωάγριον παρὰ τὸ ἐν πολέμῳ, ὃ γίνεται παρὰ τὸ ζῶντας τινὰς ἀγρεύεσθαι. καὶ οὕτω μὲν ἡ κόρη. (Vers. 467.) Ὀδυσσεὺς δὲ ὑπεραναβαίνων τὴν αὐτῆς ἀξίωσιν ὡς θεῷ αὐτῇ εὔχεσθαι φησὶ οἴκοι ἐλθών. εἰπών. (Vers. 468.) οὕτω νῦν θεὸς θείη, οἴκαδέ τ' ἐλθέμεναι καὶ νόστιμον ἦμαρ ἰδέσθαι. τῷ κέν τοι κἀκεῖθι θεῷ ὣς εὐχετοῴμην αἰεὶ ἤματα πάντα, σὺ γάρ με βιώσαο κούρη. ἤγουν ζῆν πεποίηκας. καὶ ὡς δεξιῶς κολακεύει καὶ νῦν ὁ ἥρως τὴν κόρην. εἰ γὰρ καὶ τὰ μέγιστα συνεβάλετο, ἀλλ' οὐκ ἐβιώσατο τὸν Ὀδυσσέα αὐτή. (Vers. 462.) Ὅρα δὲ κἀνταῦθα τὸ, μνήσῃ ἐμεῖο, ὡς τῆς εἰσέπειτα διηνεκοῦς ἀγαθῆς μνήμης ἐφετῆς οὔσης καὶ παρὰ τοῖς Φαίαξιν ὡς καὶ προδεδήλωται. (Vers. 466.) Τὸ δὲ οἴκαδε ἐλθεῖν καὶ νόστιμον ἦμαρ ἰδεῖν τῆς αὐτῆς σημασίας εἰσίν. ὥσπερ καὶ τὸ αἰεὶ καὶ τὸ ἤματα πάντα. (Vers. 467.) Τοῦ δὲ εὐχετοῴμην οὗ ἡ κλίσις κατὰ τὸ, βοαοίμην βοῴμην, τὸ θέμα εὐχετάω εὐχετῶ. ἀφ' οὗ εὐχετῴμην, καὶ πλεονασμῷ τοῦ ο μικροῦ, εὐχετοῴμην. τοιοῦτον δέ που καὶ τὸ ὁράοιτε ὁρῷτε, καὶ ἐπενθέσει τοῦ ο ὁρόῳτε ἀντὶ τοῦ, βλέποιτε. (Vers. 468.) Ὅρα δὲ καὶ τὸ, σύ με βιώσαο κούρη, ἀλλοπαθῶς ῥηθὲν ἀντὶ τοῦ, ἔζησάς με, ἤγουν ζῆν με πεποίηκας, (Vers. 470.) Ὅτι εἰλαπινατικὸν τὸ, οἵδ'