Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.310.1
Not analysed yet
ἤδη μοίρας ἔνεμον, κερόωντό τε οἶνον. Καὶ ὅρα ὅτι μοίρας τὰς μερίδας φησὶ, κοινότερον γράψας. (Vers. 477.) Ὅτι μέλλων Ὀδυσσεὺς προκαλέσασθαι τὸν Δημόδοκον εἰς ἀοιδὴν φίλην αὐτῷ δεξιοῦται πρῶτον, ᾧπερ εἶχε δώρῳ ἐκ τῆς δαιτός. καὶ ἐπαινεῖ δέ. εἶτα καὶ ἀξιοῖ ᾄδειν. φησὶ γοῦν ὁ ποιητὴς οὕτω. δὴ τότε κήρυκα προσέφη πολύμητις Ὀδυσσεὺς, νώτου ἀποπροταμὼν ἐπὶ δὲ πλεῖον ἐλέλειπτο ἀργιόδοντος ὑός. θαλερὴ δ' ἦν ἀμφὶς ἀλοιφή. κῆρυξ, τῇ δὴ τοῦτο πόρε κρέας ὄφρα φάγῃσι, Δημοδόκῳ. καί μιν προσπτύξομαι ἀχνύμενός περ. (Vers. 479.) πᾶσι γὰρ ἀνθρώποισιν ἐπιχθονίοισιν ἀοιδοὶ τιμῆς ἔμμοροί εἰσι καὶ αἰδοῦς, οὕνεκ' ἄρα σφέας οἴμας Μοῦσ' ἐδίδαξε, φίλησε δὲ φῦλον ἀοιδῶν. ἃ δὴ πάντως διαβαίνει καὶ εἰς Ὅμηρον, ὡς εἶναι καὶ αὐτὸν Μούσαις τε φίλον καὶ μουσοδίδακτον καὶ αἰδοῖον, καὶ ἐπὶ τυχῇ τιμῆς ὅ ἐστι τίμιον. (Vers. 480.) τοῦτο γὰρ ὁ τιμῆς ἔμμορος. καὶ νῦν μὲν ταῦτα ὁ Ὁμηρικὸς ῥήτωρ Ὀδυσσεὺς ἔφη πρὸς τὸν κήρυκα. (Vers. 487.) μετ' ὀλίγα δὲ καὶ ἄλλως οὐ κατὰ κοινοῦ ἀλλ' ἰδικῶς ἐπαινῶν τὸν ἀοιδὸν Δημόδοκον ὃν καὶ λαοῖσι τετιμημένον ὁ ποιητὴς ἔφη οὐ μόνον Μούσης ὑποφήτην ἀλλὰ καὶ Ἀπόλλωνος λέγει, εἰπὼν πρὸς αὐτὸν ἐκεῖνον τὸν ἀοιδόν. Δημόδοκ', ἔξοχα δή σε βροτῶν αἰνίζομ' ἁπάντων. ἢ σέ γε Μοῦσ' ἐδίδαξε Διὸς παῖς, ἢ σέ γ' Ἀπόλλων. λίην γὰρ κατὰ κόσμον Ἀχαιῶν οἶτον ἀείδεις. ὅσσ' ἔρξαντ' ἔπαθόν τε, καὶ ὅσσ' ἐμόγησαν Ἀχαιοί. ὥστε που ἢ αὐτὸς παρεὼν, ἢ ἄλλου ἀκούσας. ἀλλ' ἄγε δὴ μετάβηθι καὶ ἵππου κόσμον ἄεισον δουρατέου. (Vers. 493.) τὸν Ἐπειὸς ποίησε σὺν Ἀθήνῃ τουτέστι σὺν φρονήσει. ὅν ποτ' εἰς ἀκρόπολιν δόλον ἤγαγε δῖος Ὀδυσσεὺς, ἀνδρῶν ἐμπλήσας οἳ Ἴλιον ἐξαλάπαξαν. αἴ κεν δή μοι ταῦτα κατὰ μοῖραν καταλέξῃς, αὐτίκα καὶ πᾶσι μυθήσομαι ἀνθρώποισιν, ὡς ἄρα τοι πρόφρων θεὸς ὤπασε θέσπιν ἀοιδήν. (Vers. 498.) Δῆλον δ' ὡς ἑαυτὸν ἐνοπτρίζει ὁ ποιητὴς καὶ ἐν τούτοις, ὃς θεῖος ἀοιδὸς εἶναι δοκεῖ. ὡς καὶ αὐτὸς ἐκ Μουσῶν καὶ Ἀπόλλωνος ᾄδων ἐκεῖνα οἷς οὔτε αὐτὸς παρῆν, οὔτε ἄλλου ἀνθρώπου παρατυχόντος ἤκουσεν εἰς τὸ πᾶν, ἀλλὰ μικραῖς τισὶν ἱστορίαις παρακολουθήσας ἢ καὶ τὸ πᾶν ἐκ Μούσης μαθὼν μεγάλα ἔγραψε. διασκευάσας τὰ πολλὰ πλάσμασι πιθανοῖς. Καὶ τοιαῦτα μὲν ταῦτα τῷ Ὀδυσσεῖ, μερίσαντι νόημα ἓν πρός τε τὸν κήρυκα καὶ πρὸς τὸν Δημόδοκον, ταμιευσαμένῳ δὲ τὰ καιριώτερα εἰς τὸν Δημόδοκον τεχνικῶς. Νώτου δὲ Ὀδυσσεὺς ἀποπροτέμνει, τοῦ αὐτῷ δηλαδὴ παρατεθειμένου βασιλικώτερον, ὁποῖα πολλαχοῦ φαίνεται, καθὰ καὶ ἡ Ἰλιὰς ἐδήλωσεν. ἐν ᾗ καὶ ὁ μέγας Αἴας νώτοισί που διηνεκέεσσι γεραίρεται. (Vers. 475.) Ὅτι δὲ οὐ νῶτα μόνον ἀλλὰ καὶ μηρὰ ἦν περισπούδαστα δηλοῖ φασὶ Ποσειδώνιος, γράψας ὅτι ἔν τισι μερισμοῖς τὸ μηρίον ὁ κράτιστος ἐλάμβανεν. εἰ δέ τις ὕστερον ἀντιποιήσαιτο, συνίσταντο μονομαχήσοντες ἄχρι θανάτου. Τὸ δὲ πλεῖον αὐτῷ λείπεται καθὰ καὶ ἔδει, βιωτικώτερον. ἦν δέ φασι παλαιὸν ἔθος, ἕκαστον ἀπὸ τῆς αὑτοῦ μοίρας δωρεῖσθαι οἷς ἐβούλετο. δοκεῖ δὲ τὸ τοιοῦτον Ὁμηρικὸν χωρίον ἀφορμὴ γενέσθαι τοῦ εἰπεῖν ὡς χρὴ καί τι δῶρον λαμβάνειν τοὺς μουσικοὺς καὶ καλῶς δὲ ἀκούειν ἐφ' οἷς ᾄδουσι. διὸ κιθαρῳδός τις ἐν Ῥόδῳ ἐπιδεικνύμενος, ἐπεὶ οὐδεὶς ἐπεσημῄνατο, ἀπῆλθε τοῦ θεάτρου, εἰπών. ὅπου τὸ ἀδάπανον οὐ ποιεῖτε, πῶς ἐλπίζω παρ' ὑμῖν ἔρανον λήψεσθαι; (Vers. 476.) Ἀλοιφὴ δὲ ἡ πιμελὴ, ἐκ τοῦ μετὰ σφαγὴν τέλους λέγεται. τότε γὰρ αὐτῇ χρώμεθα εἰς ἀλοιφήν. Θαλερὴ δὲ ἡ τοιαύτη, ὡς τῶν ἐχόντων αὐτὴν ζώων τοιούτων ὄντων. τὰ γὰρ ἀλιπέστερα φθίνειν ἔοικε. θαλερὴ τοίνυν, ἡ ἐνδεικτικὴ τοῦ θάλλειν τὸ ζῷον. ἢ καὶ ἡ μονιμωτέρα τῶν κρεάτων. (Vers. 477.) Τὸ δὲ τῆ ἀντὶ τοῦ λάβε, ἀπὸ θέματος γίνεται τοῦ τῶ, ἀῤῥήτου ὄντος. ὡς καὶ ἀπὸ τοῦ δρῶ, τὸ δρᾶ ἀντὶ τοῦ πράττε. καὶ ἀπὸ τοῦ ζῶ, τὸ, ζῆ. προστακτικῶς καὶ αὐτὸ παρὰ Σοφοκλεῖ, ἐν τῷ. πλούτει τε γὰρ κατ' οἶκον εἰ βούλει μέγα, καὶ ζῆ. ἐξ οὗ δηλαδὴ τὸ ζῆθι γίνεται. Ἐκ δὲ τοῦ τοιούτου προστακτικοῦ καὶ ἡ τήθη γίνεται κατὰ τοὺς παλαιοὺς, ὡς λέγουσα τῷ βρέφει τῆ, θῆ. τουτέστι λάβε θήλασον. Τὸ δὲ ὄφρα φάγῃσιν, οὐκ ἀναγκαίως κεῖται, ἀλλ' ἀφελῶς οὕτω ῥηθὲν τὸ ἔπος ἀναπληροῖ. (Vers. 478.) Τὸ δὲ προσπτύξομαι ἀντὶ τοῦ, ἁπλῶς φιλοφρονήσομαι εἴρηται. ἢ ἀντὶ τοῦ, φιλοτιμήσομαι. πολλαχοῦ δὲ ἡ λέξις αὕτη κεῖται καὶ ἐπὶ τοιούτου σημαινομένου. Τὸ δὲ τοὺς ἀοιδοὺς τιμίεντας καὶ αἰδοίους εἶναι ὧν ἐν τοῖς μάλιστα καὶ Ὅμηρος ἐδήλωσε μὲν καὶ ὁ τῆς Κλυταιμνήστρας φύλαξ ἀοιδός. δηλοποιήσει δέ που ἐν τοῖς ἑξῆς καὶ ὁ Φήμιος. (Vers. 480.) Τὸ δὲ ἔμμοροι ἀντίκειται τῷ ἄμμοροι. ἑτεροιοῦνται δὲ πρὸς αὐτὰ οἱ κάμμοροι. Τὴν δὲ αἰδῶ εὐφυῶς τις ἐτυμολογήσας ἔφη ὅτι αἰδὼς ἡ μὲν καλὴ, παρὰ τὸ ἀεὶ τὸ δέον ἔχειν. ἡ δὲ κακὴ, παρὰ τὸ ἀεὶ ἐνδείας αἰτία εἶναι. καθ' ὃ καὶ εἴρηται τὸ, αἰδώς τοι πρὸς ἀνολβίῃ.