Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.31.1
Not analysed yet
γέροντα διατίθεται. Νέστωρ δέ που σχετλιάζων, ἐν πυρὶ γενέσθαι τὰς βουλὰς εὔχεται καὶ τὰς δεξιὰς αἷς ἐπεποίθεισαν Ἕλληνες. ὡς μεγάλου κακοῦ γινομένου, ἐὰν αἱ δεξιαὶ παρορῶνται. λαιᾷ μέντοι χειρὶ, οὐκ ἐξῆν ἅπτεσθαι ἀλλήλων τοὺς φιλομένους. διότι ἐν κακῇ μοίρᾳ οἱ παλαιοὶ ἐτίθεντο τὰ μὴ δεξιά. ὅθεν καὶ τὰ φαῦλα συμπτώματα, λαιὰ καὶ ἐπαρίστερα ἔλεγον. καὶ ἀμφαρίστερον, τὸ ἀμφοτέρωθεν οὐκ αἴσιον. ἀπεναντίας τῷ ἀμφιδεξίῳ. ἄλλως δὲ ὅμως εὐφημότερον κατακιρνῶντες τὴν φαυλότητα τοῦ πράγματος χρηστότητι κλήσεως, ἀριστερά τε ἐκάλουν τὰ λαιὰ ἐκ τοῦ ἀρίστου παρονομάζοντες αὐτά. ὡσαύτως καὶ εὐώνυμα, διὰ τὸ ἀγαθοῦ τυχεῖν ὀνόματος. τοῦ ἀρίστου δηλαδὴ ἐξ οὗ παρονομάζεται τὸ ἀριστερόν. καὶ ἔστι τὸ σχῆμα, εὐφημισμός. ἀγαθῇ κλήσει περιστέλλων τὸ φαῦλον. ὥσπερ καὶ τὰς Ἐριννῦς, Εὐμενίδας διὰ τὸ εὔφημον κατωνόμαζον, καί τοι δυσμενεῖς οὔσας. Ἰστέον δὲ καὶ ὅτι διὰ τὸ τῆς δεξιᾶς καὶ τοῦ κατ' αὐτὴν δεξιώματος εὔφημον, καὶ διότι δεξιόθεν ὡς ἐπὶ πολὺ τοῖς ποδωτοῖς τῶν ζώων ἡ κίνησις, καὶ οἱ παλαιοὶ μετρικοὶ τὴν ἐν τοῖς ἔπεσι πρώτην χώραν ἤγουν τὸν πρῶτον πόδα, δεξιὰν χώραν ἔλεγον. καὶ ὅτι τῶν δεξιῶν χειρῶν ἡ συμβολὴ, ἔοικεν ἐξ Ἑλλήνων ἐπιχωριάσαι τοῖς Λατίνοις μετὰ καὶ ἄλλων μυρίων ἐθῶν. πολλοὶ γὰρ τῶν Ἑλλήνων οἱ μὲν ἑκόντες μετοικήσαντες εἴτουν ἀποικήσαντες, οἱ δὲ καὶ μετὰ τὴν τῆς Ἰλίου ἅλωσιν εἰς τὰ κατὰ τὴν Ἰταλίαν διεκπεσόντες χωρία, τήν τε ἅψιν τῶν δεξιῶν ὡς εἰκὸς διέδωκαν τοῖς ἐκεῖ, καὶ ἄλλων δὲ ἐθῶν Ἑλληνικῶν ἐκείνοις μετέδωκαν. ὧν Ὅμηρος μέμνηται ὁ Ἕλλην σοφός. ὁποῖόν τι καὶ ἡ τῆς διαίτης ἁπλότης καὶ τὸ προπίνειν ἀλλήλοις δεξιουμένους ἐκπώμασι. καὶ τὸ παγγύμνους νύκτωρ καθεύδειν. καὶ τὸ ὑπὸ γυναικῶν λούεσθαι. καὶ τὸ τὰς πολλὰς τῶν γυναικῶν, μὴ ἐθέλειν προφαίνειν τὰ πρόσωπα, ἄντα παρειάων καὶ αὐτὰς ἐχούσας λιπαρὰ κρήδεμνα. καὶ τὸ τοὺς ἄνδρας, χλαίνας ἀμπέχεσθαι τουτέστι μανδοειδῆ περιβλήματα ῥᾴω πρὸς ἀπέκδυσιν μᾶλλον δὲ πρὸς ἀπόθεσιν. διὸ φησί που ὅτι ἀπέθετο χλαῖναν φοινικόεσσαν. ὁμοίως τῷ, ἀπέθετο δὲ ξίφος ὀξὺ ὤμων. ὡσαύτως Ἑλληνικὸν καὶ τὸ, γονυπετοῦντας ἱκετεύειν εἴτε καὶ καθημένους. ὡς Ὀδυσσεὺς παρὰ Αἰόλῳ, ἐπὶ σταθμοῖς ἐπ' οὐδοῦ ἑζόμενος. καὶ τὸ τὸν εὐρυκρείοντα δὲ, μιᾶς τινὸς πόλεως ἄρχειν τοῖς ἄλλοις ἀφιέντα τὰς λοιπὰς, προφανῶς Ἑλληνικόν. ναὶ μὴν καὶ τὸ ἐν δημηγορίαις πάντων καθημένων τῶν συνειλεγμένων, ἕνα τινὰ δημηγορεῖν ἱστάμενον. καὶ τὸ τοῖς δεσπόταις συγκαθῆσθαι τοὺς θεράποντας. ἴσως δὲ καὶ τὸ τὰς κεφαλὰς ἀκατακαλύπτους ἔχειν. οὐδαμοῦ γοῦν ὁ ποιητὴς εὕρηται οὔτε πίλου ἀσκητοῦ μεμνημένος τοῦ καθ' Ἡσίοδον, οὔτε καυσίας. ἥτις κατὰ τὸν Παυσανίαν πῖλος ἦν πλατὺς, ὃν οἱ Μακεδονικοί φησι βασιλεῖς ἐφόρουν λευκὸν αὐτῷ διάδημα περιειλοῦντες. οὔτε ἄλλου περὶ τὴν κεφαλὴν καλύμματος. ἀλλὰ καὶ τὸν Ὀδυσσέα ἐν τοῖς ἑξῆς εἰς φαλάκρωσιν κωμῳδοῦσιν οἱ μνηστῆρες, ὡς ἐκκειμένης τῆς αὐτοῦ φαλάκρας εἰς θέαν διὰ τὸ τῆς κεφαλῆς δηλαδὴ ἀκατακάλυπτον. οὐ μόνον δὲ ἔθη Ἑλληνικὰ τοῖς ἐκεῖ ἐπεπόλασαν, ἀλλὰ καὶ λέξεις Ἑλληνικαὶ πολλαὶ καὶ μάλιστα Δώριοι ἐναπέμειναν. εἰ καὶ χρόνῳ ὕστερον ἀπηχρειώθησαν τὰ Ἑλληνικὰ ὀνόματα παράκοπα γεγονότα καὶ βάρβαρα. ὡς καὶ περὶ τούτου αὐτοῦ πραγματεῖαι ἀκριβεῖς τισὶ τῶν παλαιῶν ἐκπεπόνηνται. τὸ μέντοι τῶν γυναικῶν ἑλκεσίπεπλον, αἷς ὁ πέπλος ἐν τῷ βαδίζειν ἐφέλκεται διὰ τὸ βαθὺ τοῦ ἱματισμοῦ, εἴη ἂν κλῆρος τοῖς Ἰταλοῖς ἐκ τοῦ Τρωϊκοῦ Αἰνείου. Ἑλληνὶς γὰρ γυνὴ, οὔτε βαθύπεπλος, οὔτε ἑλκεσίπεπλος παρ' Ὁμήρῳ εὕρηται. εἰς δὲ τὸ περὶ δεξιᾶς καὶ τὸ κατ' αὐτὴν σέμνωμα, συντελεῖ τι καὶ ὁ γράψας ὅτι καὶ τὸ δέξασθαι, παρὰ τὴν δεξιὰν ἐλέχθη. φησὶ γὰρ ὅτι λαβεῖν μὲν, τὸ ἀνελέσθαί τι μὴ διδόντος τινός. οἷον. ἀλλὰ σύ γ' ἐν χερσὶ λάβ' αἰγίδα θυσανόεσσαν, δέξασθαι δὲ, τὸ παρά τινος προτεινομένου χειρίσασθαι. καὶ ἐσχημάτισταί φησι, παρὰ τὴν δεξιάν. οἷον. Θέμιστι δὲ καλλιπαρῄῳ δέκτο δέπας. ὃ δὴ καὶ προπόσεως ἴδιον. ἣν ἱστορεῖ Ὅμηρος ἐν ἄλλοις τὲ καὶ ἐν τοῖς περὶ Ἀρήτης καὶ Ὀδυσσέως. (Vers. 123.) Ὅτι ἔθος ἦν ἐπιφωνεῖν τοῖς ξενιζομένοις τὸ, χαῖρε ξεῖνε. ἐξ αὐτοῦ δὲ λαβὸν τὴν ἀρχὴν τὸ χαῖρε, προεγράφετο καὶ τῶν ἐπιστολῶν παρὰ τοῖς ὕστερον. οἷον. ὁ δεῖνα τῷ δεῖνι, χαίρειν. Ξένος δὲ ἀεὶ παρὰ τῷ ποιητῇ, ὁ ἀπὸ ξενίας φιλιωθείς. ὅτι δὲ καὶ ὁ ποιῶν τὴν ξενίαν καὶ ὁ πάσχων αὐτὴν, ξένοι ἀλλήλοις ἐλέγοντο, δηλοῦσι σαφῶς οἱ παλαιοί. Ὅτι τὸ φιλεῖν παρὰ τῷ ποιητῇ, καὶ ἐπὶ ξενοδοχικῆς φιλοφροσύνης τίθεται. οἷον. χαῖρε ξεῖνε, παρ' ἄμμι φιλήσεαι. ἀντὶ τοῦ ξενοδοχηθήσῃ φιλικῶς. τοιοῦτον καὶ τὸ, χρὴ ξεῖνον παρεόντα φιλεῖν. (Vers. 124.) Ὅτι δεῖπνον ἐνταῦθα, φανερῶς τὸ πρωϊνόν φησιν ἔμβρωμα ἐν τῷ, δείπνου πασσάμενος. διαφέρει δὲ τὸ πάσασθαι τοῦ πάσσειν. τοῦτο μὲν