Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.32.1
Not analysed yet
γὰρ, ἀντὶ τοῦ γεύσασθαι. ὅθεν καὶ ἄπαστος ὁ ἄγευστος. πάσσειν δὲ, τό, τε ποικίλλειν ὅθεν καὶ ἡ παστὰς, καὶ τὸ ἐπιτιθέναι ἅλας πρὸς ταριχείαν. ἀφ' οὗ καὶ τὰ παστὰ καὶ ἐπίπαστα. περὶ ὧν ἐν τοῖς εἰς τὴν Ἰλιάδα εἴρηται. Ὅτι οὐκ ἀναμένει καιροῦ τριβὴν ὁ Τηλέμαχος, ἀλλὰ ἐθέλει πολυπραγμονῆσαι τὰ κατὰ τὸν ξένον ἅμα τῷ πάσασθαι δείπνου ἐκεῖνον. εὑρεθήσεται δὲ τοιαῦτα καὶ ἐν τοῖς ἑξῆς. εἰ δέ που ἐννέα ἐτρίβοντο ἡμέραι ταῖς ξενικαῖς ἐρωτήσεσιν, ἀλλ' ἐκεῖνα οὐ τοιαῦτα, ὡς ἐν Ἰλιάδι φαίνεται, ὅπου ἐννῆμαρ ξεινίσας ὁ Ἰοβάτης τὸν σεμνὸν Βελλεροφόντην, τῇ δεκάτῃ μετὰ ξενίαν ἤρετο. εἰς ὃ γράφει ὁ Ἀθήναιος τὸ, δοκεῖ γὰρ ἔχειν τι πρὸς φιλοσοφίαν ὁ οἶνος ἑλκυστικὸν, παραθερμαίνων τὴν ψυχὴν καὶ διαχέων. (Vers. 125.) Ὅτι ἐν τῷ, ὣς εἰπὼν ἡγεῖτο ἥ δ' ἕσπετο, τὸ ἡγεῖτο, ἀντὶ τοῦ, ἡγεμόνευε. προεπορεύετο. τὸ δὲ ἡγεῖσθαι ἀντὶ τοῦ νομίζειν, σπάνιον παρὰ τοῖς παλαιοῖς. λέγεται δὲ ἐκεῖθεν καὶ ἀφηγεῖσθαι ὁδοῦ, τὸ προάρχειν. καὶ ἐξηγεῖσθαι. ἐν δὲ ῥητορικῷ λεξικῷ, ἡγεῖσθαι, καὶ ἐπὶ γάμου πομπῆς. καὶ προηγητήρ φασιν ἀπ' αὐτοῦ, καὶ προηγητὴς παρ' Ἀττικοῖς, ὁ τοῦ ζεύγους ἡγούμενος ἐν τοῖς γάμοις. ἐλέγετο δέ φασι καὶ ἡγήτρια παλάθη τις, ἡ πρώτη πεμπομένη ἐν ταῖς πομπαῖς. παλάθη δὲ κυρίως ἐλέγετο, ἡ τῶν σύκων ἤτοι τῶν ἰσχάδων ἐπισύνθεσις. (Vers. 128.) Ὅτι δουροδόκη ἐστὶ, θήκη δοράτων κιονοειδής. ἢ μάλιστα, εἰς κίονα ἐγγεγλυμμένη, ἐν ᾗ πρὸς ὀρθότητα τὰ δόρατα ἵσταντο. φησὶ γοῦν ὅτι ἔγχος φέρων ἔστησε πρὸς κίονα μακρὴν, δουροδόκης ἔντοθεν ἐϋξόου. κατὰ δὲ ὁμοιότητα ταύτης τῆς λέξεως, τὴν ξυροδόκην εἶπεν ὁ κωμικός. γίνεται δὲ, ἀπὸ τοῦ δέκω ῥήματος Ἰωνικοῦ, ἐξ οὗ καὶ ὁ πανδοκεύς. αἱ δὲ λέξεις, καὶ Ἀττικαί εἰσι διὰ τὴν πρὸς τοὺς Ἴωνας τῶν Ἀθηναίων συγγένειαν. Ἀττικὰ γοῦν, ἡ ξυροδόκη. καὶ ἡ πανδοκεύτρια. καὶ τὰ τοιαῦτα. (Vers. 129.) Ἰστέον δὲ ὅτι καὶ ἐν τῷ βιβλίῳ τούτῳ ἐπὶ ἀψύχων μὲν, τὸ φέρειν τίθησιν. ἐπὶ ἐμψύχων δὲ, τὸ ἄγειν. οἷον. σῖτον δ' αἰδοίη ταμίη παρέθηκε φέρουσα. καὶ, ἔγχος μὲν ἔστησε φέρων. (Vers. 130.) αὐτὴν δ' ἐς θρόνον εἷσεν ἄγων. ἔστι δὲ ἡ παρατήρησις αὕτη ὡς καὶ ἀλλαχοῦ ἐφάνη τῶν ὡς ἐπὶ τὸ πλεῖστον. τὴν γὰρ Ἀθηνᾶν ἔμψυχον οὖσαν, τὰ πέδιλα φέρουσιν ἐπί τε ξηρὰν ἐπί τε ὑγράν. ἔοικεν οὖν μᾶλλον τὸ μὲν ἄγειν λέγεσθαι, ἐπὶ τῶν βαδιζόντων. τὸ δὲ φέρεσθαι, ἐπὶ τῶν ὀχουμένων ἢ βασταζομένων. (Vers. 127.) Ὅρα δὲ ὅτι θηλυκῶς καὶ ἐνταῦθα τὴν κίονα εἶπεν, ἐν τῷ, ἔστησε πρὸς κίονα μακρήν. (Vers. 129.) Ὅτι ἐν τῷ, ἔνθά περ ἄλλα ἔγχεα Ὀδυσσέως ταλασίφρονος ἵστατο πολλὰ, κυρίως εἴρηται τὸ ταλασίφρονος. ἅμα γάρ τις αἰχμητὴς, ἅμα ταλασίφρων. κάλλους δὲ ἡ ὁμοιοκαταληξία τοῦ ἄλλα καὶ τοῦ πολλὰ, κεῖνται γὰρ ἐν τέλει στίχων. (Vers. 130.) Ὅτι εἰ καὶ κυριολεκτεῖ συνήθως ἐν τῷ, αὐτήν δ' ἐς θρόνον εἷσεν ἄγων. καὶ, πῶς δέ σε ναῦται ἤγαγον εἰς Ἰθάκην, ἐπὶ ἐμψύχου γὰρ κεῖται τὸ ἄγειν ὡς καὶ πρὸ βραχέων εἴρηται, ἀλλ' οὐκ ἀεὶ οὕτως ἡ λέξις τίθεται. δίχα γοῦν τῶν ἄλλων, φησὶ καὶ Παυσανίας ὅτι ἄγειν καὶ ὑπάγειν, καὶ ἐπὶ τοῦ πίνειν λέγεται. Αἴλιος δὲ Διονύσιος, φησὶν ἄγημα παρὰ Μακεδόσι, τάγμα ἀπόλεκτον ἱππέων καὶ ὁπλιτῶν. τοῦτο δὲ ἴσως οὐδὲ ἀπὸ τοῦ ἄγειν, ἀλλὰ διὰ τὸ ἀγητὸν εἶναι. δῆλον δὲ ὅτι ἄγειν λέγεται, καὶ τὸ κλᾶν. ὅθεν καὶ ἄγμα τὸ σύντριμμα, καὶ τὸ κατειργασμένον ἔριον, τὸ παρὰ Σοφοκλεῖ ἐν Τραχινίαις κάταγμα. Ὅτι ἐν Ἰλιάδι μὲν, εἶπε καταπετάσας λῖτα ἀντὶ τοῦ σκεπάσας. ἐνταῦθα δέ φησιν, ὑπὸ λῖτα πετάσας καλὸν δαιδάλεον, ἀντὶ τοῦ ὑποπετάσας, ἤτοι ὑφαπλώσας καὶ ὑποθέμενος εἰς καθέδραν. ἔστι δὲ τὸ λῖτα, γένους οὐδετέρου, πτώσεως αἰτιατικῆς ἑνικῆς. οὗ εὐθεῖα, τὸ λιτὸν. λῖτα δὲ, ὕφασμά τι λιτόν. οἷον τυχὸν λίνεον. καί τοι τινὲς, ποικίλον μᾶλλον κατὰ ἀντίφρασιν τὸ λῖτα βούλονται εἶναι, διὰ τὸ τὸν ποιητὴν προσθεῖναι, καλόν. δαιδάλεον. ἔστι δὲ ἡ περιεργία τῆς κλίσεως τοῦ λῖτα, τοιαύτη. λιτόν. λιτοῦ. λιτῷ. καὶ ἐν μεταπλασμῷ, λιτί. ἀπὸ τελικῆς δοτικῆς εἰς τελικὸν τῆς αὐτῆς. οἷον. λιτὶ κάλυψε. καὶ αἰτιατικὴ κατὰ ἀκολουθίαν δῆθεν κλίσεως, λῖτα ἐν ὁμοιότητι τοῦ, βοὶ βόα. ποδὶ πόδα. διὸ καὶ βαρύνεται. πᾶσα γὰρ αἰτιατικὴ ἑνικὴ δισύλλαβος εἰς α λήγουσα, βαρύνεται. ἄλλως γε μὴν διὰ τὸν μεταπλασμὸν, ὀξύνεσθαι ὤφειλεν. οἱ γὰρ μεταπλασμοὶ, μεταβιβάζειν τοὺς τόνους οὐ βούλονται, χωρὶς τοῦ μητιέτης μητίετα Αἰολικοῦ. καί τινων ἄλλων ὀλίγων. Ἰστέον δὲ ὡς ἀεὶ τὸ λιτὶ καὶ τὸ λῖτα, ἐκτείνει τὴν παραλήγουσαν. καὶ ὅτι Ἀθήναιος, παρὰ τῷ ποιητῇ ὃν θαυμασιώτατον καλεῖσθαι λέγει καὶ θειότατον, λῖτα μὲν εἶναί φησι, λευκὰ καὶ μὴ βεβαμμένα ἢ πεποικιλμένα. τὰ περιστρώματα δὲ, ῥήγεα καλὰ πορφύρεα. λέγων καὶ ὡς ἤκμασεν ἡ τῶν ποικίλων ὑφὴ παρὰ Κυπρίοις. ἔνθα ἔντεχνοι περὶ αὐτὰ ὑφάνται ἦσαν ἔνδοξοι, Ἀκεσᾶς καὶ υἱὸς αὐτοῦ Ἑλικὼν, ὡς