Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.319.1
Not analysed yet
δῆμον ἅπαντα δυσχέρειαν καὶ τοῦ τοιούτου βίου δηλοῖ, ὡς μὴ δυνατὸν ὂν πάντας εὐφραίνεσθαι. (Vers. 7.) Τὸ δὲ ἀκουάζονται ὅμοιον τῷ μιγάζονται. ἄμφω γὰρ παρῆκται τὸ μὲν ἐκ τοῦ ἀκούω, τὸ δὲ ἐκ τοῦ μίγω. (Vers. 8.) Τὸ δὲ ἥμενοι ἑξείης εὐταξίαν ὀφείλεσθαι καὶ τοῖς συμποσίοις δηλοῖ. δι' ἣν καὶ οἱ τραπεζονόμοι ἐπενοήθησαν παρὰ τοῖς παλαιοῖς. (Vers. 11.) Τὸ δὲ ἐνὶ φρεσὶν εἴδεται εἶναι, ἄριστα καὶ αὐτὸ κεῖται. καθὰ καὶ τὸ, οὐ γὰρ ἔγωγέ τι φημί. μερικεύει γὰρ ὡς ἐν δισταγμῷ τὴν ἀπόφανσιν, ὡς ἂν μὴ δοκοίη καθηγητὴς εἶναι καθόλου τρυφῆς καὶ τέλος τῶν ἐν βίῳ λέγων τὴν ἡδονήν. ὃ δή τινες ἐπέσκωψαν τῷ ποιητῇ. ἀληθῶς γὰρ συσχηματίζεται τοῖς ἀκροαταῖς Φαίαξιν εἰς καιρὸν ὁ δεινὸς καὶ πολύτλας φιλόσοφος Ὀδυσσεὺς, καὶ τὰ ἐν ποσὶν ἐπαινεῖ κερδαλέως ἑαυτῷ, ὡς ἂν ἐλεεινὸς εἴη καὶ φίλος τοῖς ξεινοδόκοις καὶ μὴ προφέρηται αὐτοῖς ἐναντιότητα, καὶ οὕτως ἑαυτοῦ πάντα κολούῃ καθάπερ αὐτὸς οὐ πρὸ πολλῶν ἔφη. Σημείωσαι δὲ καὶ ὅτι, καθὰ καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα ἐῤῥέθη, εὐδοκιμεῖν φαίνεται καὶ ἐν ἐπιγραμμάτων ποιήσει πρὸς τῶν ἄλλων Ὅμηρος. οὐ μόνον γοῦν ἐκεῖ ἐπίγραμμα ἐξεφώνησεν ἐν τῷ, ἀνδρὸς μὲν τόδε σῆμα κατατεθνειῶτος καὶ ἑξῆς, ἀλλὰ καὶ ἑτέροις ἐνδέδωκε λαβὰς ἐπιγραμμάτων ποιήσεως. Ἀναξήνορος γοῦν τοῦ Μάγνητος γραπτή τίς φασιν ἦν εἰκὼν ἔχουσα εἰς ἀοιδόν τινα ἐπίγραμμα τὰ ἐνταῦθα ἐπιφωνηθέντα τῷ ἀοιδῷ ἔπη. ἤγουν τὸ, ἤτοι μὲν τόδε καλὸν ἀκούεμεν ἐστὶν ἀοιδοῦ τοιοῦδε οἷος ὅδ' ἐστὶ θεοῖς ἐναλίγκιος αὐδήν. ὅ τε φασὶ διὰ τὴν στενοχωρίαν τοῦ ὑποκειμένου πίνακος γράψας ὁ τεχνίτης, θεοῖς ἐναλίγκιος αὐδὴ, γέλων ὤφλησε τοῖς ἀναγινώσκουσιν. (Vers. 12.) Ἰστέον δὲ ὅτι οὐ μάτην ὁ ποιητὴς παρέῤῥιψε τὰ τοῦ Ὀδυσσέως ῥήματα, ἀλλ' εἰς προοιμιακήν τινα ἔννοιαν ἐξ ὑπολήψεως οὖσαν τῆς κατὰ τοὺς Φαίακας, ἵνα λέγῃ ὅτι καλὸν μὲν ἥδεσθαι τῇ τε δαιτὶ καὶ οἷς ὁ Δημόδοκος ᾄδει, σὺ δὲ ὦ βασιλεῦ ἐθέλεις παραμίξαι με τοῖς ἡδέσι τὰ λυπηρὰ, διηγούμενον τὰ κατ' ἐμὲ πολλὰ κήδεα, καὶ ὅμως ἐρῶ. Ὅτι τῷ πολλὰ οἰκεῖα λυπηρὰ καταλέξοντι ἐξ ἐρωτήσεως ἁρμόζον ἔστιν εἰπεῖν τὸ, σοὶ δ' ἐμὰ κήδεα θυμὸς ἐπετράπετο τουτέστιν ἐπέτρεψε στονόεντα εἴρεσθαι ὄφρ' ἔτι μᾶλλον ὀδυρόμενος στεναχίζω. τί πρῶτόν τοι ἔπειτα τί δ' ὑστάτιον καταλέξω, κήδεα ἐπεί μοι πολλὰ δῶκε θεός; (Vers. 13.) Ἰστέον δὲ ὅτι εἰ καὶ τὰ λυποῦντα κουφίζει τὴν ψυχὴν ἐκφαινόμενα, ἀλλὰ τοῦτο μὲν ὕστερον γίνεται, ἐν δὲ τῷ λέγεσθαι, μεγάλα λυπεῖ, ὡς δηλοῖ τὸ, ὄφρα μᾶλλον ὀδυρόμενος στεναχίζω. Ὅτι καθὰ Διομήδης ἐν μέσῳ Ἄργει ξένος ἦν τῷ Λυκίῳ Γλαύκῳ, οὕτω καὶ Ὀδυσσεὺς εἴπερ φύγῃ νηλεὲς ἦμαρ, ξεῖνος ἔσται τῷ Ἀλκινόῳ καὶ ἀπόπροθι δώματα ναίων. πλὴν ἐνταῦθα μὲν αὐτοπρόσωπος ἐντυχία τὴν ξενίαν ἤγαγεν. ἐκεῖ δὲ, πατρώϊοι ξένοι ἀλλήλοις, ὁ Διομήδης καὶ ὁ Γλαῦκος. (Vers. 18.) Τὸ δὲ ἀπόπροθι δώματα ναίων, εὐφραίνοι ἂν τὸν βασιλέα, ὡς ἤδη πείσαντα τὸν ξένον μακρὰν τῆς τῶν Φαιάκων γῆς εἶναι τὴν Ἰθάκην ὡς καὶ ὑποκαταβὰς πάλιν ἐρεῖ Ὀδυσσεύς. (Vers. 19.) Ὅτι Ὀδυσσεὺς διηγούμενος, ὡς ἠρωτήθη τὰ καθ' ἑαυτὸν, φησίν. εἶμ' Ὀδυσσεὺς Λαερτιάδης, ὃς πᾶσι δόλοισιν ἀνθρώποισι μέλω, καί μευ κλέος οὐρανὸν ἵκει. ναιετάω δ' Ἰθάκην εὐδείελον. ἐν δ' ὄρος αὐτῇ Νήριτον εἰνοσίφυλλον, ἀριπρεπές. ἀμφὶ δὲ νῆσοι πολλαὶ ναιετάουσι μάλα σχεδὸν ἀλλήλῃσι. Δουλίχιόν τε, Σάμη τε, καὶ ὑλήεσσα Ζάκυνθος. αὐτὴ δὲ χθαμαλὴ πανυπερτάτη εἰν ἁλὶ κεῖται πρὸς ζόφον, αἱ δέ τ' ἄνευθε πρὸς ἠῶ τ' ἠέλιόν τε, τρηχεῖα, ἀλλ' ἀγαθὴ κουροτρόφος. οὔτι ἔγωγε ἧς γαίης δύναμαι γλυκερώτερον ἄλλο ἰδέσθαι. (Vers. 29.) εἶτα ἐξάγων τῆς τοῦ βασιλέως ψυχῆς τὴν ἐλπίδα τοῦ γαμβρὸν σχεῖν τὸν Ὀδυσσέα, καὶ εἰπὼν ὡς ἔρυκε μὲν αὐτὸν καὶ ἡ Καλυψὼ αὐτόθι. κατερήτυε δὲ καὶ Κίρκη Αἰαίη, δολόεσσα, λιλαιομένη πόσιν εἶναι, οὔποτε δὲ τὸν αὐτοῦ θυμὸν ἐνὶ στήθεσσιν ἔπειθον, (Vers. 34.) ἐπιφέρει πάλιν γνωμικὸν περὶ πατρίδος τὸ, ὡς οὐδὲν γλύκιον ἧς πατρίδος οὐδὲ τοκήων γίνεται. εἴπερ καί τις ἀπόπροθι πίονα οἶκον γαίῃ ἐν ἀλλοδαπῇ ναίει ἀπάνευθε τοκήων. ὥσπερ δηλαδὴ καὶ ἐμοὶ γλυκίων ἡ τραχεῖα Ἰθάκη τοῦ ἐνταῦθα πίονος οἴκου. πρὸ αὐτοῦ δὲ, καὶ τοῦ τῆς Καλυψοῦς καὶ τοῦ τῆς Κίρκης. καὶ οὕτω μέχρι ὧδε προοιμιακῶς ἑαυτὸν συστήσας ὁ Ὀδυσσεὺς εἶτα διηγεῖται ὅσα μετὰ τὸν ἐκ Τροίας ἀπόπλουν ἔπαθε. (Vers. 19.) Σημείωσαι δὲ κἀνταῦθα συνήθως τὸ ποιητικὸν διήγημα ἐξ ὑπαρκτικοῦ ἀρξάμενον ῥήματος τοῦ εἰμί. ἔνθα σημείωσαι ὡς εὐθὺς ἥρπασε τοὺς Φαίακας ὁ ξεῖνος εἰς ἑαυτόν. ἔχοντες γὰρ ἤδη ἐκ τοῦ Δημοδόκου τὸ τοῦ Ὀδυσσέως ὄνομα, ὅτε τὰ κατὰ τὸν δούρειον ἵππον ἤειδε, γίνονται ὅλοι τῆς τούτου ξενίας. καὶ νῦν μὲν ἡδέως αὐτοῦ ἀκροάσονται, ὕστερον δὲ καὶ πλείω δῶρα ὡς μεγάλῳ ἥρωϊ προσεπιθήσουσι. καὶ μάλιστα ὅτι θαῤῥήσας εἶπε τὸ, κλέος αὐτῷ οὐράνιον εἶναι.