Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.320.1
Not analysed yet
Ἰστέον δὲ ὅτι τοῦ εἰμὶ, τουτέστιν ὑπάρχω, ἄλλως παραγομένου κοινότερον, Ἡρακλείδης λέγει περὶ αὐτοῦ ὡς ἔνιοι τῶν Αἰολικῶν μετατιθέντες ἐν πρώτῃ καὶ δευτέρᾳ συζυγίᾳ τῶν περισπωμένων τὸ εἰς η ποιοῦσι ῥήματα εἰς μι πλεονασμῷ τῆς μι συλλαβῆς ἐπὶ τέλους. οὕτω φασὶ καὶ ἀπὸ τοῦ φῶ τὸ Αἰολικὸν φημί. διὸ βαρύνων ὁ Τυραννίων φῆμι γράφει βαρυτόνως Αἰολικώτερον. οἷον. φῆμι γὰρ οὖν κατανεῦσαι. οὐκοῦν καὶ ἀπὸ τοῦ ὦ ἤγουν ὑπάρχω εἴη ἂν Αἰολικὸν ἦμι. καὶ Βοιωτικῇ μεταθέσει τοῦ η εἰς τὴν ει δίφθογγον, εἰμὶ, ἡμαρτημένον ὂν τῷ τόνῳ καθὰ ἑτέρωθι λέγει αὐτός. τὰ γὰρ Αἰολικὰ δῆλον ὅτι βαρύνονται. τοῦ δὲ τοιούτου Βοιωτίου ἦμι, τὸ δεύτερον εἶς. οἷον. τίς πόθεν εἶς ἀνδρῶν. λέγει δὲ ὁ αὐτὸς, καὶ ὅτι Βοιωτοὶ τὸ ἦτα παρατέλευτον ὂν τῆς πρώτης τῶν εἰς μι μετατιθέντες εἰς τὴν ει δίφθογγον πολλάκις καὶ ἀναδιπλοῦσιν. οἷον πεφίλειμι. νενόειμι. καὶ ὅτι ὅσα τῶν εἰς μι τῇ αι διφθόγγῳ παραλήγονται οἷον τὸ γέλαιμι καὶ τὰ λοιπὰ, Αἰολικὰ ὄντα, τῆς Λεσβίων ἔχονται διαλέκτου. εἶτα εἰπὼν ἡμαρτῆσθαι καὶ τὸ ἐστὶν, ὤφειλε γάρ φησι κατὰ τὸ δίδωμι δίδωσι καὶ φημὶ φησὶ λέγεσθαι καὶ εἰμὶ εἰσὶ, καὶ ἐπικρίνας τοῦτο ἐπάγει ὅτι καὶ ἡμεῖς ὅτε εἰσὶν ἐκεῖνοι εἴπωμεν πληθυντικῶς, Βοιωτίως χρώμεθα, ἑνικὸν ῥῆμα κατὰ πλήθους τάσσοντες. εἶτα ἐλέγχων καὶ τοὺς εἰπόντας Δώριον εἶναι τὸ ἐστὶν, ὡς γὰρ δίδωσι δίδωτι τίθησι τίθητι οὕτω καὶ εἰσὶ εἰτὶ καὶ ἀπελεύσει τοῦ ι καὶ ἐνθέσει τοῦ σίγμα ἐστὶ, λέγει δυνατά. ἐν οἷς καὶ ὅτι Αἰολεῖς μὲν τὸ φησὶ, φάτι λέγουσιν. Ἴωνες δὲ ἠσὶ δίχα τοῦ φι. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. Ἐν δὲ τῷ, πᾶσι δόλοισιν, ἄδηλον εἴτε οὕτω συνακτέον, εἴτε καὶ μᾶλλον ἄλλως, (Vers. 20.) πᾶσιν ἀνθρώποισι μέλω ἐν δόλοις, ἤγουν ἐν ἐπιμελείᾳ εἰμὶ ὡς δόλοις ἐμπρέπων στρατηγικοῖς δηλαδὴ καὶ ἄλλως ἀγαθοῖς οἵ περ εἰς ὕλην τῇ φρονήσει καθυποβέβληνται. δι' ὧν καὶ τὴν δολόεσσαν Κίρκην κατειργάσατο. (Vers. 21.) Τὸ δὲ καί μευ κλέος οὐρανὸν ἵκει, σεμνότατα εἴρηται πρὸς σύστασιν προσωπικήν. Εὐδείελος δὲ, κατὰ κοινὸν ἐπίθετον, ἡ εὔδηλος δὲ, ἤγουν εὐπεριόριστος καὶ εὐόρατος, ἀπὸ τοῦ δῆλον ἐξ οὗ κατὰ διάλυσιν δέελον. ὡς τὸ, δέελον δ' ἐπὶ σῆμα ἔθηκε. καὶ κατὰ σύνθεσιν, εὐδέελον. καὶ ἐπενθέσει τοῦ ι εὐδείελον τὸ εὐπεριόριστον καὶ εὐκατάληκτον. διὸ καὶ νῆσον Ληκτηρίαν ὁ Λυκόφρων λέγει. ἐπεὶ ὁ μὲν ἄπειρος τόπος, οὐδὲ εὐδείελος. ὁ δὲ Ληκτήριος, πάντως καὶ εὐδείελος διὰ τὸ εὐπέραντον. ὅθεν καὶ λόφος εὐδείελος παρὰ Πινδάρῳ. ἐπεὶ καὶ οἱ λόφοι καθὰ καὶ πᾶσα νῆσος διὰ τὸ λοφῶδες εὔδηλοι καὶ εὐπεράτωτοι. καὶ ἄλλως δὲ ἰδίως ἡ Ἰθάκη εὐδείελος, ὡς εὖ τῆς εἵλης ἔχουσα, ὅ ἐστιν εὔκρατος. καὶ οἱονεὶ εὐήλιος. ἵνα ᾖ ἐκ τοῦ εὔειλος, πλεονασμῷ τοῦ δ. ὃ καὶ ἐν τῷ ἐχθοδοπὸς γίνεται. καὶ οὐτιδανός. καὶ πολυψίδιον Ἄργος. καὶ τοῖς ὁμοίοις. ἢ καὶ ἡ εὖ πρὸς δείλην κειμένη, ὅ ἐστι πρὸς δύσιν καὶ ζόφον. ὡς τῶν ἄλλων τῶν πέριξ αὐτῆς κειμένων πρὸς ἠῶτε ἠέλιόν τε. (Vers. 22.) Τὸ δὲ Νήριτον περὶ οὗ καὶ προγέγραπται Κράτης τε ἐν τῷ περὶ λιμένων Νήϊον γράφει, καὶ Φιλόξενος δὲ ὁμοίως. ὃς καὶ τὴν Ἰθάκην ὑπονήϊον ἐντεῦθεν εἰρῆσθαι φησίν. Εἰνοσίφυλλον δὲ κατὰ τοὺς παλαιοὺς τὸ κινησίφυλλον παρὰ τὸ ἐνόθω ἐνόσω. ἀφ' οὗ ἔνοσις. ἐντεῦθεν ἡ κίνησις δέ φασι, τὸ καταπνεόμενον δηλοῦται. καὶ ὡς ἂν εἴποι τις ἠνεμόεν, κατὰ τὸ, παρ' ἠνεμόεντα μίμαντα. καὶ ἄλλως δέ φασιν εἰνοσίφυλλον τὸ σεισόφυλλον. τὸ κατάδενδρον. ὁμοιότης δὲ παραγωγῆς ἐνταῦθά τε καὶ ἐν τῷ ἐνοσίχθων καὶ ἐνοσίγαιος. Τὸ δὲ ἀριπρεπὲς καὶ καλόν τι ὄρος εἶναι δηλοῖ τὸ Νήριτον, εἴτε ἀληθῶς, εἴτε κατὰ τὸν ἐπαινέτην ἐγχώριον ῥήτορα, ὃς καὶ τὴν Ἰθάκην σεμνύνει ὡς δυνατόν. (Vers. 23.) Τὸ δὲ πυκνὰς εἶναι τὰς ἀμφὶ τὴν Ἰθάκην νήσους καθ' ἱστορικὴν ἀλήθειαν λέγεται. (Vers. 24.) Ἡ δὲ Σάμη αὕτη ὅτι καὶ Σάμος λέγεται προδεδήλωται. εἴρηται δὲ καὶ ἐν Ἰλιάδι περί τε αὐτῆς καὶ περὶ τοῦ Δουλιχίου. Τὸ δὲ ὑλήεσσα Ζάκυνθος, ὡς καὶ τὸ ἠγαθέη Πύλος, θηλυκοῦ γένους εἶναι δηλοῖ τήν τε Ζάκυνθον καὶ τὴν Πύλον, ὥστε καὶ ἐν τῷ, Πύλου ἠμαθόεντος καὶ ἐν τῷ, ὑλήεντι Ζακύνθῳ, οὐδέν τι κωλύει ταῖς νήσοις ταύταις τὸ θῆλυ γένος φυλάσσεσθαι. Ἐν δὲ τῷ (Vers. 25.) χθαμαλὴ πανυπερτάτη, ἀπορεῖται μὲν πῶς κατ' ἐναντιότητα ἐπιθέτων ἡ αὐτὴ καὶ χθαμαλὴ καὶ πανυπερτάτη ἐστί. συμβιβάζεται δὲ τὸ ἄπορον, οὕτως. ἄλλως μὲν χθαμαλή ἐστι, πρὸς δὲ τὰς πλησίον, ὑπερτάτη. ἢ τῇ μὲν θέσει χθαμαλή. οὐ τοιαύτη δὲ, διὰ τὴν τῶν ἐνοικούντων λαμπρότητα. (Vers. 27.) κουροτρόφος γὰρ ἀγαθὴ ὅ ἐστι νέους ἀγαθοὺς φέρουσα. ἧς καὶ ὁ βασιλεὺς Ὀδυσσεὺς πρὸ βραχέων οὐρανόμηκες ἔχειν ἔφη κλέος. οὗ τί ἂν εἴη ὑπέρτατον; ἴσως δὲ καὶ (Vers. 25.) ἄλλως χθαμαλὴ μὲν τὰ κάτω, διὰ δὲ τὸ Νήριτον ἢ Νήϊον ὄρος ὑπερτάτη. διὸ ἡ τῆς Κίρκης νῆσος χθαμαλὴ μὲν κεῖται οὐ μὴν ὑπερτάτη. ὁ δὲ γεωγράφος φησὶν