Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.327.1
Not analysed yet
Νύμφαις καρποτρόφοις. Ἀπόλλωνι ἡλίῳ. καὶ τοῖς τοιούτοις. οἷς θαῤῥοῦντες διὰ τὸ τῆς ἐκεῖ γῆς πῖον οὐκ ἔκαμνον. Τὸ δὲ πεποιθότες, Αἰολικόν ἐστι καθ' Ἡρακλείδην, ὃς λέγει ὅτι τὸ οἶδα πέποιθα λέλοιπα δέδοικα Αἰολικοί εἰσι παρακείμενοι. χαίρουσι γὰρ Αἰολεῖς τοιαύταις παρατελεύτοις. τὰ δὲ κοινὰ αὐτῶν, εἶδα. πέπειθα. λέλειπα. δέδεικα. (Vers. 108.) Τὸ δὲ οὐ φυτεύουσι φυτὸν, ἐτυμολογίας ἔχει τρόπον. Τὸ δὲ ἀρόωσιν, ἔοικε δευτέρας εἶναι συζυγίας τῶν περισπωμένων. ἦν δ' ἂν καθαρῶς τρίτης, εἴπερ ἐγράφετο ἀρόουσι. Τὸ δὲ ἄσπαρτα, ἐκτείνει τὴν λήγουσαν. (Vers. 109.) Τὸ δὲ πάντα φύονται, ἐφερμηνεύων ἵνα μήτις ἐπὶ ἀγρίων ἐκφύσεων τὸ πρᾶγμα νοήσῃ, φησί. πυροὶ καὶ κριθαὶ, καὶ τὰ ἑξῆς. ὃ καὶ καινόν. φύονται μὲν γάρ που καὶ ἀλλαχοῦ κατὰ τὸν γεωγράφον ἄσπαρτά ποτε καὶ ἀνήροτα. πλὴν, ἐκπροϋπάρξαντος ἀρότου τε καὶ σπόρου καὶ πεπάνσεως καρποῦ καὶ πτώσεως ἐκεῖθεν εἰς γῆν, καὶ ἐπ' ὀλίγους τινὰς τοῦτο ἐνιαυτούς. τὸ δὲ καὶ ἀεὶ τὸ τοιοῦτον γίνεσθαι, ὑπερβολὴν ἔχει εὐδαιμονίας. οὕτω δὲ καὶ οἶνος γίνεται μὲν καὶ ἐξ ἀγριάδων ἀνεργάστων. (Vers. 111.) τὸ δὲ καὶ ἐρισταφύλους τὰς τοιαύτας εἶναι, καινόν ἐστι καὶ θεῖον ὄντως δῶρον. Ἐνταῦθα δὲ ὅρα καὶ ὡς οὐ μόνον ἄμπελος κοινότερον ἐριστάφυλος, ἀλλ' ἰδοὺ καὶ οἶνος τοιοῦτος, ὁ ἀπὸ σταφυλῶν μεγάλων γινόμενος. Ὄμβρος δὲ Διὸς, τουτέστιν ἀέρος, δηλοῖ μὴ αὐχμηρὰν τὴν τῶν Κυκλώπων εἶναι. (Vers. 112.) Τὸ δὲ οὐκ ἀγοραὶ βουληφόροι, συντόμως δύο ἀποφάσκει ταῦτα, τὸ μήτε ἀγορὰς μήτε βουλὰς εἶναι κοινῇ παρὰ τοῖς Κύκλωψιν, ἀλλὰ νόμον ἕκαστον εἶναι τοῖς ἑαυτοῦ. (Vers. 115.) Τὸ δὲ οὐδ' ἀλλήλων ἀλέγουσιν, ἀντὶ τοῦ οὐχ' ὑποτάσσονται ἀλλήλοις. Καὶ ὅρα ἐν τῷ, ἀλλήλων, ὅτι καὶ πρὸ ὀλίγων τὸ, Κίκονες Κικόνεσσιν ἐβόων, ταυτὸν ἦν τῷ, ἀλλήλοις. καθάπερ αὖ πάλιν καὶ ἐνταῦθα τὸ, ἀλλήλων, ταυτόν ἐστι τῷ, Κύκλωπες Κυκλώπων. Ἰστέον δὲ ὅτι μετὰ τοὺς Λωτοφάγους περὶ Κυκλώπων ὁ ποιητὴς λέγει, οὐχ' ὡς ἐφεξῆς αὐτοῖς κειμένων ἐκεῖ που τῇ κατὰ τόπον θέσει, ἀλλ' ὅτι μετ' ἐκείνους ἡ γῆ τῶν Κυκλώπων ἔσχε τὸν Ὀδυσσέα, εἴτε ἀνόπιν πλεύσαντα ἐκ Λιβύης περὶ τὰ κατὰ Σικελίαν, εἴτε καὶ ἀλλαχοῦ πλαγχθέντα κατὰ τὴν Ὁμηρικὴν πρόθεσιν. Σημείωσαι δὲ καὶ ὅτι τὰ περὶ Κυκλώπων ἐνταῦθα τὰ ῥηθέντα προκατασκευαστικά εἰσι καὶ χρήσιμα εἰς τὸ πιθανῶς ὕστερον τυφλωθῆναι τὸν Πολύφημον. εἰ γὰρ μήτε θεμιστεύονται, μήτε πόλεις ἔχουσι, μήτε οἰκίας, μήτε γεωδαιτοῦνται, καὶ ἐν σπηλαίοις δὲ διεσπαρμένοι οἰκοῦσι καὶ οὐδ' ἀλλήλων ἀλέγουσι, ῥᾷον οὕτω κατεργασθήσεται ὁ Πολύφημος ἐρημάζων κατὰ σπέος ἐν ἐσχατιῇ, καὶ μᾶλλον ὅτι οὐδὲ παίδων γοῦν ἢ γυναικῶν θεμιστεύει, ἀλλὰ πάντῃ μονάζει εὐεπιβούλευτος ὢν καὶ πάντοθεν ἀβοήθητος. (Vers. 116.) Ὅτι πιθανῶς περισώζων καὶ εὐπλάστως ὁ ποιητὴς ἐκ τῶν ἀξένων Κυκλώπων τὰς τοῦ Ὀδυσσέως νῆας πλάττει νῆσόν τινα ἐρήμην, μικρὰν μὲν, ἀγαθὴν δὲ θεραπεῦσαι καταίροντάς τινας, εὐδαίμονα καὶ αὐτὴν καὶ πολύθηρον. ἔνθα στήσας Ὀδυσσεὺς τὰς λοιπὰς νῆας μετὰ μόνης ἔπλευσε μιᾶς εἰς τὴν μεγάλην, τὴν τῶν Κυκλώπων. καὶ ἔπαθε καὶ ἐποίησε τὰ θρυλούμενα. ἔχει δὲ πιθανῶς ἡ τῆς μικρονήσου ταύτης παντελὴς ἐρημία, ἐκ τοῦ μὴ διοικεῖσθαι ὅλως ναυσὶ τοὺς Κύκλωπας. διό περ οὐδὲ εἶχον φόβον οἱ ἐκεῖ καταπλεύσαντες. ἀφ' ἧς Ὀδυσσεὺς ὡς ἐξ ὁρμητηρίου τινὸς ἀσφαλοῦς ἢ καὶ ἐπιτειχίσματος εἰς τὴν τῶν Κυκλώπων ἐλθὼν καὶ πειραθείς, ὧν ἐπειράθη, ἐπανῆλθεν εἰς τὰς λοιπὰς νῆας. καὶ εὗρεν ἐκείνας κακῶν ἀπαθεῖς. ὡς εἴγε κατὰ πρῶτον πλοῦν τῇ τῶν Κυκλώπων γῇ προσωρμίσθη, οὐκ ἂν εὐτυχῶς εἶχεν ἀπαλλάξαι. νῦν δὲ κατά τι θεῖον νησιδίῳ προσοκείλας εὐτύχησε. διὸ καί τις θεὸς ἡγεμονεῦσαι αὐτῷ λέγεται εἰς τὸν τοιοῦτον κατάπλουν, γενόμενον ἔν τε λειοκύμονι γαλήνῃ, καὶ ἐν σκοτομήνῃ βαθείᾳ. ὃ καὶ αὐτὸ πρὸς ἀγαθοῦ γέγονεν. εἰ γὰρ ἦν ἡμέρα, τῇ τῶν Κυκλώπων ἂν προσέσχον γῇ οὐκ ἐπὶ καλῷ. ἔστι δὲ ἡ περὶ τῆς τοιαύτης νήσου Ὁμηρικὴ φράσις τοιαύτη. (Vers. 116.) νῆσος ἔπειτα λάχεια παρὲκ λιμένος τετάνυσται γαίης Κυκλώπων. οὔτε σχεδὸν οὔτ' ἀποτηλοῦ. ὑλήεσσα. ἐν δ' αἶγες ἀπειρέσιαι γεγάασιν ἄγριαι. οὐ μὲν γὰρ πάτος ἀνθρώπων ἀπερύκει. οὐδέ μιν εἰσοιχνεῦσι κυνηγέται. (Vers. 120.) οἵ τε κατ' ὕλην ἄλγεα πάσχουσι, κορυφὰς ὀρέων ἐφέποντες. ὃ δὴ πρὸς ψόγον τῆς κυνηγετικῆς τέχνης παρέῤῥιπται. (Vers. 122.) οὔτ' ἄρα ποίμνῃσι καταΐσχεται κατὰ τοὺς ἡμέρους τόπους, οὔτ' ἀρότοισιν. ἀλλ' ἥγ' ἄσπαρτος καὶ ἀνήροτος ἤματα πάντα ἀνδρῶν χηρεύει. βόσκει δέ τε μηκάδας αἶγας. (Vers. 125.) εἶτα αἰτίαν ἐντιθέμενος δι' ἣν εὐδαίμων οὖσα ἡ νῆσος ἀοίκητός ἐστι, φησίν. οὐ γὰρ Κυκλώπεσσι νέες πάρα μιλτοπάρῃοι. οὐδ' ἄνδρες νηῶν ἔνι τέκτονες οἳ κάμοιεν νῆας αἳ τελέοιεν ἕκαστα, ἄστε' ἐπ' ἀνθρώπων ἱκνεύμεναι, οἷά τε πολλὰ ἄνδρες