Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.328.1
Not analysed yet
ἐπ' ἀλλήλους νηυσὶ περόωσι θάλασσαν. (Vers. 130.) οἵ κέ σφιν καὶ νῆσον ἐϋκτημένην ἐκάμοντο. καὶ ἔστι τοῦτο ναυτιλίας ἔπαινος. τῷ ὄντι γὰρ ἀοίκητοι ἂν ἦσαν αἱ νῆσοι μὴ ταύτης οἰκιζούσης αὐτάς. (Vers. 131.) εἶτα μετὰ τὴν τοιαύτην αἰτίαν ἐπεμβληθεῖσαν ἐκ περικοπῆς ἐπάγει καὶ τὸ λοιπὸν ἐγκώμιον τῆς χώρας, εἰπών. οὐ μὲν γάρ τι κακή γε. φέροι δέ κεν ὥρια πάντα. ἐν μὲν γὰρ λειμῶνες ἁλὸς πολιοῖο παρ' ὄχθας, ὑδρηλοὶ, μαλακοί. μάλα ἂν ἄφθιτοι ἄμπελοι εἶεν. ἐν δ' ἄροσις λείη. μάλα κεν ἢ τάχα κεν βαθὺ λήϊον αἰεὶ εἰς ὥρας ἀμῷεν. (Vers. 135.) ἐπεὶ μάλα πῖαρ ὑπ' οὖδας. οὕτω καὶ τοὺς εἰς γεωργίαν δεξιοὺς τόπους τεχνιέντως ὁ ποιητὴς φιλοκρινεῖ. (Vers. 136.) ἐν δὲ λιμήν φησιν εὔορμος, ἵν' οὐ χρεὼ πεισματός ἐστιν. οὔτ' εὐνὰς βαλέειν οὔτε πρυμνήσι' ἀνάψαι. ἀλλ' ἐπικέλσαντας, μεῖναι χρόνον, εἰσόκε ναυτέων θυμὸς ἐποτρύνῃ καὶ ἐπιπνεύσωσιν ἀῆται. αὐτὰρ ἐπὶ κρατὸς λιμένος ῥέει ἀγλαὸν ὕδωρ, (Vers. 141.) κρήνη ὑπὸ σπείους. περὶ δ' αἴγειροι πεφύκασιν. ὑδροχαρὲς καὶ ὑδατοτρεφὲς τοῦτό γε φυτόν. καὶ τοιαύτη μὲν ἡ τῆς νήσου ἔκφρασις τῆς θαυμαστῆς. ὡς δηλοῖ καὶ τὸ, νῆσον θαυμάζοντες ἐδινεόμεθα κατ' αὐτήν. ἧσπερ ὄνομα οὐκ εἰκὸς εἰδέναι τὸν Ὀδυσσέα διὰ τὴν αὐτῆς ἐρημίαν. (Vers. 116.) τινὲς μέντοι τὸ λάχεια ὄνομα τῆς νήσου ὑπώπτευσαν, ὡς γνωσθὲν διὰ Κίρκης τῷ Ὀδυσσεῖ ἐξ ἐρωτήσεως. ἕτεροι δὲ, λάχειαν, τὴν εὔγεων φασὶ καὶ ἐπιτηδείαν λαχαίνεσθαι ἤτοι σκάπτεσθαι, ὅθεν καὶ τὸ λάχανον. κεῖται δὲ καὶ μετὰ ταῦτα ἡ λέξις ἐν τῷ, ἀκτή τε λάχεια. εἰ δὲ γράφεται τετρασυλλάβως ἐλάχεια, εἴη ἂν, ὥσπερ λιγὺς λίγεια, οὕτω καὶ ἐλαχὺς ἐλάχεια ἡ ἐλαχίστη. (Vers. 116.) Τὸ δὲ παρὲκ λιμένος γαίης Κυκλώπων ἐγγὺς ἐόντων καὶ ὧν ὁ χῶρος ἐγγὺς κατὰ τὸν ποιητὴν, ἑρμηνεύει εὐθὺς ἐν τῷ, οὔτε σχεδὸν οὔτ' ἀποτηλοῦ. Τὸ μὲν γὰρ οὐ σχεδὸν, εἴρηται διὰ τὴν εκ πρόθεσιν. τὸ δὲ οὐδ' ἀποτηλοῦ, διὰ τὴν παρα. τὸ μὲν γὰρ οὐ σχεδὸν, ἔξω καὶ μακράν που ἐστί. τὸ δὲ οὐ τηλοῦ, ἐγγύς ἐστι, καὶ ὡς εἰπεῖν, πάρεστι. τοιαύτη δὲ ἡ σημασία τοῦ τε παρὲκ καὶ τοῦ παρέξ. (Vers. 116.) Σημείωσαι δ' ὡς ἐν τοῖς τοιούτοις ποτὲ μὲν ἡ εξ πρόθεσις ἐπικρατοῦσα, νικᾷ. οἷον. παρὲκ νόον ἤγουν μακρὰν νοὸς ἤγαγε. ποτὲ δὲ, ἡ παρα, ὡς ἐνταῦθα, ἔνθα ἐγγὺς τῆς λαχείας εἰσὶν οἱ Κύκλωπες. (Vers. 118.) Τὸ δὲ ὑλήεσσα, πιθανολογεῖ τὸν ἐν τῇ νήσῳ πληθυσμὸν τῶν αἰγῶν. ὥσπερ καὶ τὸ τετάνυσται δηλοτικόν ἐστι τοῦ παραμήκη τὴν νῆσον εἶναι. (Vers. 118.) Τὸ δὲ ἀπειρεσίας αὐτόθι αἶγας εἶναι, ἡ ἐφεξῆς ἄγρα δηλώσει. (Vers. 119.) Ἄγριαι δὲ πάντως, αἱ περὶ τόπον ἀοίκητον, ταυτὸν δ' εἰπεῖν ἔρημον. διὸ ἐπάγει. οὐ γὰρ πάτος ἀνθρώπων ἀπερύκει καὶ τὰ ἑξῆς. Πάτος δέ φασιν, ἡ ἀναστροφὴ, ἤτοι ὁδός. ὅθεν ἀπόπατος, ἡ ἄφοδος ἤτοι κόπρος. καὶ ἀποπατεῖν, τὸ ἀφοδεύειν. καὶ παροιμία τὸ, ἐκ πάτου. ἀντὶ τοῦ ἐκ ποδῶν. ὀνοματοποιεῖται δὲ καὶ αὐτὸ, καθὰ καὶ ὁ κτύπος καὶ ὁ δοῦπος καὶ τὰ τοιαῦτα. (Vers. 122.) Τὸ δὲ οὔτε ποίμναις καταΐσχεται, ἀντὶ τοῦ κατέχεται. οὐ γὰρ ἀξιοῖ εἰπεῖν κατοικεῖται, τοῦτο γὰρ ἐπὶ ἀνθρώπων λέγεται. (Vers. 124.) Τὸ δὲ ἀνδρῶν χηρεύει, διαφορά ἐστι τῆς τοιαύτης νήσου πρὸς τὴν τῶν Κυκλώπων. ἄσπαρτοι μὲν ἄμφω καὶ ἀνήροτοι καὶ εὔκαρποι. χηρεύουσα δὲ αὕτη ἀνδρῶν βόσκει αἶγας ἀντ' αὐτῶν. Τὸ δὲ μηκᾶσθαι ὅτι αἰγῶν μιμεῖται φωνὴν ὅθεν καὶ μηκάδες αἶγες, δῆλον. καθὰ καὶ ὅτι προβάτων τὸ βληχᾶσθαι. καὶ ἄλλων δὲ ἄλλαι μιμήσεις τῆς φωνῆς. (Vers. 126.) Ὅρα δὲ καὶ ὅτι τὸ, νέες πάρα καὶ ἔνι τέκτονες, καθ' ὁμοιότητα παράκεινται. τὸ εἶναι γὰρ δηλοῦσι καὶ ἄμφω. ἔστι γὰρ πάρα μὲν, ἀντὶ τοῦ πάρεισιν. ἔνι δὲ, ἀντὶ τοῦ ἔνεισι. (Vers. 125.) Μιλτοπάρῃοι δὲ ἁπλῶς οὕτω κεῖνται καὶ οὐ πρὸς διαστολήν. Κύκλωψι γὰρ οὔτε τοιαῦται νῆες εἰσὶν οὔτε κυανοπρώρειοι. (Vers. 126.) Τὸ δὲ κάμοιεν νῆας ἐνεργητικῶς καὶ νῆσον ἐϋκτημένην ἐκάμοντο παθητικῶς τὴν αὐτὴν ἔχουσιν ἔννοιαν. ἐπειδὴ καὶ κάματός ἐστιν ἐν ἀμφοῖν. λαμβάνεται γὰρ ἡ τοῦ καμεῖν λέξις νῦν κοινότερον ἀντὶ τοῦ ποιεῖν, μετὰ πόνου μέντοι. ἢ ἀντὶ τοῦ τελεῖν, ὡς δηλοῖ τὸ, αἵ κεν τελέοιεν ἕκαστα. (Vers. 128.) Τὸ δὲ οἷά τε πολλὰ, ἔλλειψιν ἔχει προθέσεως, ἵνα λέγῃ δι' οἷα πολλὰ αἴτια καὶ πράγματα ἐπ' ἀλλήλους περῶσιν ἄνθρωποι. (Vers. 131.) Τὸ δὲ φέροι δέ κεν ὥρια πάντα, οὐχ' ὅτι νῦν φέρει, ἀλλ' ὅτι ἀγάγοι ἂν ἐν καιρῷ, εἰ μὴ κατεβόσκετο ὑπὸ αἰγῶν. δηλοῖ δὲ ἂν τὸ, φέρειν ὥρια πάντα, γῆν εὔφορον εἰ καὶ ἄλλως αἰγίβοτος. (Vers. 132.) Ὄχθας δὲ ἁλὸς, τοὺς αἰγιαλοὺς λέγει. (Vers. 133.) Ὅτι δὲ καὶ ὑδρηλὸς ὁ κυρίως λειμὼν καὶ ποιήεις δὲ, ἤδη δὲ καὶ λεχεποίης καὶ διατοῦτο μαλακὸς, δῆλόν ἐστι. καὶ ὡς οἱ τοιοῦτοι τόποι δεξιοὶ εἰς ἀμπέλων φυτείαν, ὧν ἡ νῆσος αὕτη στέρεται ὡς ἔρημος, οὐ γὰρ ἂν, εἴπερ ἦσαν, ἐσίγησεν αὐτὸ Ὅμηρος. ποιεῖ δὲ τοῦτο ἡ φύσις διὰ τὸ μὴ εἶναι τοὺς χρῄζοντας ἐπείπερ