Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.336.1
Not analysed yet
σθῆναι ἡ ἐφεξῆς τῆς ποιήσεως περιπέτεια. οὔκουν φησὶν αὐτὸν ἔνδον εὕρομεν, ἀλλ' ἐνόμευε νομὸν κατὰ πίονα μῆλα. ἐλθόντες δ' εἰς ἄντρον ἐθηεύμεθα ἕκαστα. ταρσοὶ μὲν τυρῶν βρῖθον στείνοντο δὲ σηκοὶ ἀρνῶν ἠδ' ἐρίφων διακεκριμέναι δ' ἕκασται ἔρχατο, χωρὶς μὲν, πρόγονοι. χωρὶς δὲ, μέτασσαι. χωρίς δ' αὖθ' ἕρσαι. νᾶον δ' ὀρῷ ἄγγεα πάντα. (Vers. 223.) γαυλοί τε σκαφίδες τε τετυγμένα. τοῖς, ἐνάμελγεν. ὃ δὴ ἑρμηνεία ἐστὶ τοῦ καὶ τὰς σκαφίδας χρησίμους εἰς τὸ ἀμέλγειν εἶναι καθὰ καὶ τοὺς γαυλούς. οἳ καὶ παρὰ τὸ γάλα γίνονται πλεονασμῷ τοῦ υ, ὀξυτόνως προφερόμενοι. γαῦλος γὰρ βαρυτόνως εἶδος φασὶ πλοίου στρογγύλου, οὗ χρῆσις καὶ παρὰ τῷ κωμικῷ. ἔτι δὲ καὶ ἡ ἀντλία. δῆλον δὲ ὅτι σκάφης εἶδος καὶ ὁ ποιμενικὸς γαῦλος ἢ κρατῆρος ἢ κάδδου, ὁποῖος ἴσως καὶ ὁ παρὰ τῷ Θεοκρίτῳ ἀμολγεύς, ὡς τὸ, ὑπὲρ κεφαλῆς τὸν ἀμολγέα πληροῖ, ἤγουν ἐπιστέφει. κατὰ τὸ, κρητῆρας ἐπεστέψαντο ποτοῖο. τεύχεα δὲ καὶ ὁ γαῦλος καὶ ἡ σκαφὶς γενικῶς, ὡς δηλοῖ καὶ τὸ τετυγμένα, οὗ θέμα τὸ τεύχω ὅθεν τὰ τεύχεα. (Vers. 217.) Τὸ δὲ ἐνόμευε κατὰ νομὸν ἐτυμολογικῶς ἐῤῥέθη. πρωτότυπον δὲ τοῦ νομεύειν τὸ νέμειν. φησὶ γοῦν μετ' ὀλίγα. ἕως ἐπῆλθε νέμων. Νομὸς δὲ παρ' Ὁμήρῳ καὶ τοῖς μετ' αὐτὸν ὁ τῆς νομῆς κυρίως τόπος. λέγεται δὲ καὶ τροπικῶς ἐπὶ πλήθους. ὡς τὸ, πολύς δ' ἐπέων νομός. οὕτω δὲ ἴσως καὶ παρὰ τοῖς Λίβυσιν αἱ ἐνορίαι, νομοὶ ἐλέγοντο. οἷον ὁ Θηβαϊκὸς νομός. ὁ Διοσπολίτης νομός. καὶ τοιοῦτοι τινές. Τὸ δὲ ἐθηεύμεθα, θηητὰ εἶναι δηλοῖ καὶ τὰ νῦν ἐκφραζόμενα. (Vers. 219.) Ταρσοὶ δὲ καλαθίσκοι, ἐν οἷς τυροκομοῦσι, κληθέντες οὕτω παρὰ τὸ τέρσαι τὸ ξηράναι ἐν οἷς τερσαίνονται οἱ τυροί. οὓς καὶ πλεκτοὺς ταλάρους ἐρεῖ. οἱ δὲ παλαιοὶ τὸν τοιοῦτον ταρσὸν καὶ ταῤῥὸν λέγουσιν, οἱ μεθ' Ὅμηρον δηλαδή. ἐν οἷς καὶ ὁ κωμικός. οἳ καὶ φασὶν ὅτι ταῤῥὸς, τὸ τυροκομεῖον. καὶ ὅτι ἄῤῥιχοι μὲν, κόφινοι σταφυλοφόροι, ταῤῥὸς δὲ, ἀγγεῖον πλεκτὸν ὡς ψίαθος ἐκ καλάμων, ἐν ᾧ τυρεύουσι. καὶ κρεμαστὴρ δέ φασιν ἐλέγετο ταῤῥὸς, ἐφ' οὗ τυροὺς ἔτερσον. ὅθεν καὶ τρασιὰ, οὗ σύκα ψύγεται. ἐλέγετο δέ φασι ταρσὸς καὶ τὸ ἄνω τοῦ ποδὸς ἢ καὶ τὸ ἄκρον τῆς χειρός. Αἴλιος δὲ Διονύσιος φησὶν ὅτι ταῤῥοὶ καὶ ταρσοὶ, τάλαροι, καὶ τὰ πλατύσματα τῶν κωπῶν. ἕτεροι δὲ ὅτι ταῤῥοὶ κρεμάστρα καλαμίνη, καὶ τὰ τῶν τυρῶν ἀγγεῖα, καὶ τὰ τῶν λαχάνων. καὶ τάρωμα, ἡ κωπηλασία. ταῤῥὸς γάρ φασιν ὁ στοῖχος τῶν κωπῶν, ἐπεὶ πτεροῖς ἐοίκασι. Καὶ σημείωσαι ὅτι κατὰ τοιαύτην τινὰ ὁμοιότητα καὶ ἐπὶ ὀρνέων πτέρυγος ὁ ταρσὸς λέγεται. Τὸ δὲ τυρῶν βρῖθον, ἀντὶ τοῦ ἔγεμον ἢ βάρος εἶχον ὑπὸ τῶν τυρῶν. ἡ δὲ κοινὴ διάλεκτος τυροῖς βρίθειν λέγει, ὁμοίως τῷ, ἄνθεσι βρύειν. ὅτι δὲ οὐ μόνος ὁ Κύκλωψ πολύτυρος ἦν ἀλλὰ καὶ ἡ ὅλη Σικελία, δηλοῖ ὁ ἐν τοῖς τοῦ Ἀθηναίου τὸν Σικελικὸν παρασημειωσάμενος τυρόν. σηκοὶ δὲ, περὶ οὓς ἡ τῶν ἀρνῶν καὶ τῶν ἐρίφων στάσις, ἀπὸ τοῦ ἵστασθαι, ἵνα εἶεν οἱονεὶ στηκοί τινες. ὅθεν καὶ σηκίται ἄρνες. καὶ οὕτω μὲν παρὰ τῷ ποιητῇ. οἱ δὲ μεθ' Ὅμηρον καὶ ἐπὶ ναοῦ τὴν λέξιν ἔθεντο. σηκὸς γοῦν φασὶν ἡρῷον, οἷον. ὃς τόνδ' ἔχεις τὸν σηκὸν, ἵλεως γενοῦ. ἐλέγοντο δέ φασι καὶ σηκίδες οἰκογενῆ παιδισκάρια. κατὰ δὲ Αἴλιον Διονύσιον σηκύλη καὶ σηκὶς κυρίως ἡ ἐν ἀγρῷ ταμιεῖον φυλάττουσα. οἷον φησὶν ἡ τοῦ Λαέρτου γραῦς. δοκεῖ δὲ σταθμόν τινα δηλοῦν ὁ σηκὸς, ὡς ἡ ἀντισήκωσις δηλοῖ, ἀντιστάθμησίς τις οὖσα. ἐπεὶ καὶ τὸ στῶ στήσω, ἐπὶ σταθμήσεως λέγεται. καθ' ὃν λόγον ὁ Μενέλαος μεταστήσειν ἔφη τὰ τοῦ Τηλεμάχου δῶρα. Ὥσπερ δὲ οἱ ταρσοὶ τυρῶν βρῖθον κατὰ γενικὴν σύνταξιν, οὕτω καὶ οἱ σηκοὶ στείνοντο ἀρνῶν καὶ ἐρίφων. αἳ θηλυκῶς ἐνταῦθα λέγονται ὡς δηλοῖ τὰ ἐφεξῆς. (Vers. 220.) Τὸ δὲ διακεκριμέναι ἑρμηνεύων ἐπήγαγε τὸ, χωρὶς μὲν, (Vers. 221.) αἱ πρόγονοι. τουτέστι τὰ πρωτογεννήματα; χωρὶς δὲ, αἱ μετάσσαι. ὅ ἐστιν αἱ μέσαι κατὰ πλεονασμὸν τῆς μέσης συλλαβῆς. ἤγουν αἱ μεταγεγεννημέναι. αἱ μεσήλικες. (Vers. 222.) χωρὶς δ' αὖ αἱ ἕρσαι, ἃς ἴσως ἔστι καὶ ψάκαλα εἰπεῖν τὰ μετ' ὀλίγον δηλωθησόμενα, ὡς παρὰ τὴν ψακάδα ὅπέρ ἐστι δρόσος καθὰ καὶ ἡ ψεκάς. ἵνα σημαίνοιντο δι' ἀμφοῖν αἱ νεώταται καὶ οἷον δροσεραὶ διὰ τὸ ἁπαλόν. Ἰστέον δὲ ὅτι ἐν τῷ περὶ ὀνομασίας ἡλικιῶν γράφει ὁ γραμματικὸς Ἀριστοφάνης, τοιαῦτα χρήσιμα εἰς τὰ προκείμενα. τῶν αἰγῶν οἱ μὲν τέλειοι, τράγοι καὶ ἴξαλοι. ἡ δὲ ἐχομένη ἡλικία, χίμαροι. τὰ δὲ νεώτατα, ἔριφοι. ὁ δὲ ποιητὴς ἐν Ὀδυσσείᾳ τὰ τέλεια μὲν προγόνους καλεῖ, τὰ δὲ μετὰ ταῦτα μετάσας. τὰ δὲ ἔτι νεώτερα, ἕρσας καὶ ἐσσῆνες δὲ καλοῦνται, ἡλικία τις. καὶ πρητῆνες. καὶ ἐπιπρητῆνες. ὅθεν καὶ παροιμία αἰγὸς ἐπιπρητῆνος ἐρυθροῦ πήρη ἀρίστη. Ἰωνικοὶ δέ τινες καὶ ἀττήγους καλοῦσιν ἡλικίαν τινὰ τῶν ἀῤῥένων. εἶτα εἰπὼν περὶ ἰονθάδος Ὁμηρικοῦ τοῦ ἐν τοῖς ἑξῆς ὅτι ἐφ' ἡλικίας τινὸς καὶ μεγέθους