Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.337.1
Not analysed yet
αὐτό φησιν ὁ ποιητὴς, ἐπάγει ὅτι τῶν δὲ προβάτων τὰ μὲν τέλεια, ὄϊες καὶ κριοὶ καὶ ἀρνειοί. τὰ δὲ νέα, ἄρνες καὶ ἀμνοί. ἔνιοι δέ φασι, καὶ φανυλοὺς καλοῦσιν. ἐπὶ δὲ τούτοις σποράδην παραδίδωσιν ὅτι τε τὸ ἐξ ἵππου πατρὸς καὶ ὄνου μητρὸς γεννηθὲν γίννος ἐκαλεῖτο ἀγεννὴς ὢν τὸ μέγεθος. καὶ ὅτι πολλάκις τοὺς ὄνους κάνθωνας καὶ κανθηλίους καλοῦσιν. ἀστράβαι δέ φησιν, οἱ καταμόνας σωματηγοῦντες ἡμίονοι. καὶ ἀστραβηλάται, οἱ αὐτοὺς ἐλαύνοντες. ὑποζυγίαι δὲ, οἱ ὑφ' ἁμάξαις ζευγνύμενοι. βοῶν δέ φησι, ταῦροι μὲν οἱ τέλειοι καὶ ἐνόρχαι. ὧν οἱ χαλεπώτατοι καὶ δι' ἀκμὴν μονάζοντες ἀτιμαγέλαι καλοῦνται, αἱ δὲ θήλειαι βόες μόνον, τὰ δὲ νέα, δάμαλαι. καὶ δαμάλιες. καὶ μόσχοι. καὶ πόριες. καὶ πόρτιες. καὶ πόρτακες. λέγει δὲ καὶ ὅτι κατὰ τὴν δάμαλιν Σοφοκλῆς ἔφη γηγενῆ βούβαλιν. καὶ Αἰσχύλος, λεοντοχόρταν βούβαλιν νεαίτερον. καὶ ὅτι αἶγες καὶ ὄϊες θήλειαι κέρατα πολλάκις ἔχουσαι κεράδες καλοῦνται. σὺν δὲ ἄλλοις διαφόροις παραδίδωσι καὶ ὅτι λεόντων μὲν τὰ νεογνὰ σκύμνοι καὶ λεοντιδεῖς καλοῦνται. παρδάλεων δὲ, σκύμνοι καὶ πορδαλιδεῖς. ἄρκτων δὲ, σκύμνοι καὶ ἄρκιλοι. βουβάλων δὲ, πῶλοι. κυνῶν δὲ καὶ λύκων, σκύλακες. ὑστρίχων δὲ καὶ τῶν τοιούτων, ὄβρια καὶ ὀβρίκαλα. ὧν χρῆσις καὶ παρ' Αἰσχύλῳ ἐν Ἀγαμέμνονι. ἔμβρυα δέ τινα καὶ ἀρτιγενῆ δὲ, ψάκαλα λέγει καλεῖσθαι, καὶ ὀρταλίχους. ὅθεν καὶ φησὶ παρὰ Σοφοκλεῖ ψακαλοῦχοι αἶγες μητέρες τ' ἐπιμαστίδιον γόνον ὀρταλίχων ἀναφαίνοιεν. καὶ οὕτω μὲν ἔχει τὰ τοιαῦτα. ἐν δὲ τοῖς ὡς προείρηται κατ' Ὅμηρον σημείωσαι ὡς εἰ καὶ ἀπὸ τοῦ ἄρδω ἄρσω ἡ ἕρση γίνεται, ἀλλὰ δασύνεται παρὰ Ἀττικοῖς. ὡς δηλοῖ καὶ τὸ, λωθόνθ' ἑρσήεντα. (Vers. 220.) Δῆλον δὲ ὅτι τὸ διακρίνειν καὶ κρίνειν λέγεταί ποτε ὡς τὸ, κρῖν' ἄνδρας κατὰ φῦλα. (Vers. 221.) Τὸ δὲ ἔρχατο Ἰωνικὸν καὶ αὐτὸ, ἐκ τοῦ εἶρκτο τρίτου προσώπου Ἰωνικοῦ. καθὰ καὶ τὸ εἰλίχατο, ἐκ τοῦ εἴλικτο. οἷον. εἰλίχατο μίτραις τὰς κεφαλάς. (Vers. 222.) Τὸ δὲ χωρὶς, διὰ τῆς ἐπαναφορᾶς κάλλος ποιεῖ. τρὶς γὰρ ἐν δυσὶ στίχοις κεῖται. Νάειν δὲ ὀρῷ, τὸ πεπληρῶσθαι ὡς καὶ ἔξω ῥέειν. ὅθεν καὶ τὸ νᾶμα γίνεται, καὶ τὸ ναρόν. ἐξ οὗ ὁ Νηρεύς. καὶ τὸ ἀέναον, ὅπερ ὅμοιόν ἐστι τῷ, ἀεὶ νῶν παρὰ τῷ κωμικῷ. Ἰστέον δὲ ὅτι τὸ νάω ἤγουν ῥέω καθ' Ἡρακλείδην συστέλλει τὸ α κανόνι τοιούτῳ. τὰ εἰς ω καθαρὸν λήγοντα δισύλλαβα καὶ ἔχοντα φωνῆεν βραχὺ παρατέλευτον δίχα τοῦ ο βαρύνονται, εἰ μή που περισπασθέντα ἑτέραν ἔννοιαν ποιήσει, ὡς τὸ μυῶ. τὰ δ' ἄλλα βαρύνονται δίχα ὡς εἴρηται τῶν παραληγομένων τῷ ο. οἷον. μύω. κλύω. πλέω. νάω. τίω δέ μιν ἐν καρὸς αἴσῃ. ὅθεν φησὶ καὶ τὸ ἄω ἤγουν πνέω τῶν βαρυτόνων ἐστὶ καὶ οὐ περισπώμενον. τὸ ἐῶ οὐ συγκρίνεταί φησι τούτοις δευτέρας ὂν συζυγίας τῶν περισπωμένων. οὕτω δ' ἐνταῦθα γράψας ὁ Ἡρακλείδης ἑτέρωθι, ἔνθα ἔφη ὅτι τὰ εἰς ω καθαρὸν λήγοντα καὶ τῷ α βραχὺ παραληγόμενα περισπωμενά τε καὶ βαρύτονα Αἰολικά εἰσι, μόνον περιλείπεσθαι λέγει τὸ ἄω ἀμφισβητούμενον κατὰ τὸν τόνον. καὶ οὕτω μὲν καὶ τοῦτο. Ὅρα δὲ ὅτι τε οὐδὲ τὸν οὐρὸν ὁ Κύκλωψ ἐκχέει ποιμενικῶς καὶ τοῦτο ποιῶν ἵνα εἰς πόσιν αὐτῷ χρῷτο, καὶ ὅτι δι' ἑνὸς ρ ἐξήνεκται ὡς καὶ μετὰ ταῦτα ἐν τῷ, καί κεν ὀρὸν πίνων, μεγάλην ἐπιγουνίδα θεῖτο. ὀρὸς δέ φασιν ἡ ὑδατώδης τοῦ γάλατος ὑπόστασις. τινὲς δὲ καὶ οὕτως. ὀρὸς, τὸ διεφθορὸς γάλα. ἢ ἡ τοῦ γάλατος ὑποστάθμη. Γίνεται δὲ παρὰ τὸ ῥέω. καὶ δηλοῖ τὸ τοῦ γάλατος ῥοῶδες τὸ μὴ πηγνύμενον εἰς τυρὸν ἀλλ' ἀποῤῥυϊσκόμενον. ἵνα ᾖ ἐκ τοῦ ῥέω, ῥόος. καὶ κατὰ μετάθεσιν πρὸς ἀποφυγὴν συνεμπτώσεως τῆς πρὸς τὸν ῥόον, ὄρος. καὶ αὖ πάλιν ὀξυτόνως ὀρὸς πρὸς διαστολὴν τοῦ βαρυτόνου ὄρους. καὶ οὕτω μὲν ὁ τοῦ γάλατος ὀρὸς τῇ ὀξυτονήσει ἑτεροφωνεῖται πρὸς τὸ ὑλαῖον ὄρος. ὁ μέντοι ἐπὶ ζῴων ὄῤῥος, ἐξ οὗ τὸ ὀῤῥωδεῖν, διπλασιάσας τὸ ρ ἐκπέφευγε τὴν κατὰ τὸ ὄρος φωνήν. Σημείωσαι δὲ ὅτι ὁ λεγόμενος παρὰ τοῖς παλαιοῖς πυὸς ἀρσενικῶς καὶ τῇ προσῳδίᾳ φασὶν ὡς τυρὸς ἀνάπαλιν ἔχει πρὸς τὸν ὀρόν. ἔστι δέ φασι πυὸς τὸ πρωτόῤῥυτον γάλα καὶ νοστιμώτατον κατὰ Αἴλιον Διονύσιον. ὅ τινες πύαρ φασίν. ἡ χρῆσις παρὰ Ἀριστοφάνει ἐν Εἰρήνῃ, ὅθεν φασὶ καὶ πυαρίτης, τὸ πύρεφθον. ὃ γίνεται ἐκ τοῦ πρώτου γάλατος. λέγεται δὲ καὶ ἐπὶ τῶν ἄγαν ἡδέων ἡ λέξις. Ἄγγεα δὲ πάντα, λέγει τὰ εἰς ὑποδοχὴν ὀροῦ τετυγμένα. εἰ καὶ νῦν μετὰ τὴν τυροποιΐαν, καὶ οἱ γαυλοὶ, καὶ αἱ σκάφαι ἔναον ὀρῷ. (Vers. 223.) Οἱ δὲ γαυλοὶ, ὀξύνονται πρὸς διαστολὴν ἑτεροίας τονώσεως. κατὰ γὰρ τὴν παλαιὰν παράδοσιν γαυλὸς μὲν ὀξυτόνως ἀγγεῖον ποιμενικὸν, γαῦλος δὲ βαρυτόνως εἶδος ἑτεροίου σκάφους τοῦ κατὰ πλοῖον ὡς δηλοῖ καὶ ὁ κωμικός. Τὸ δὲ οἷς ἐνάμελγεν, ἐτυμολογεῖ μέν πως τὸν γαυλὸν περὶ ὃν ἀμέλγεται γάλα ἐξ οὗ ὁ γαυλός. δηλοῖ δὲ καὶ ὡς αἱ σκαφίδες οὐ μόνον εἰς ὑποδοχὴν ὀροῦ εἰσὶ χρήσιμοι,