Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.348.1
Not analysed yet
οὔ τι οἴνῳ σοι ἔχειν ὅμοιον γέρας ἀμβροσία δέ. τοῦ τοιούτου τόπου καὶ τύπου καὶ τὸ, κρατὴρ ἔστηκε μεστὸς ἐμφροσύνης. ἄλλος δὲ οἶνος ἔτυμος ὃς οὔποτε προδώσει, μείλιχος, ἐν κεράμοις. ἄνθεος ὀσδόμενος. ἤγουν ἀνθοσμίας. ἐν δὲ μέσοις, ἁγνὴν ὀσμὴν λιβανωτὸς ἵησιν. εἰ δὲ ὁ μαρωνείτης οἶνος καὶ εἰς ὕπνον βαθὺν κατήνεγκε τὸν Κύκλωπα, εἴη ἂν ὅμοιος Θασίῳ. περὶ οὗ καὶ αὐτοῦ γράφων ὁ Ἀθήναιος ἱστορεῖ, ὅτι Θάσιος μέν τις ὑπνωτικοὺς, ἕτερος δέ τις ἀγρυπνεῖν ποιεῖ τοὺς πίνοντας. Θασίου δὲ οἴνου ἔπαινος καὶ τὸ, τῷ δὴ μήλων ἐπιδέδρομεν ὀδμή. ὃ δὴ σεμνύνει τὸ μῆλον ἐπὶ εὐοδμίᾳ. ὥσπερ ἐπὶ κάλλει τὸ, ὡρικωτάτη τὰ τιτθία ὥσπερ μῆλον ἢ μιμαίκυλον. (Vers. 355.) ὅτε δηλαδὴ πορφύρεον ἐρεύθονται πρὸς ἀγλαΐαν ἧς παρώνυμοι αἱ ἀγλαόκαρποι μηλέαι. Ὅτι ἀκούσας Ὀδυσσεὺς ἐκ τοῦ Κύκλωπος τὸ, καί μοι τεὸν οὔνομα εἰπὲ ἵνα τοι δῶ ξένιον ᾧ σὺ χαίροις ἂν, ὡς καὶ προεῤῥέθη, φησίν. Κύκλωψ, εἰρωτᾷς μ' οὔνομα κλυτὸν, αὐτὰρ ἐγώ τοι ἐξερέω, σὺ δέ μοι (Vers. 365.) δὸς ξείνιον ὥσπερ ὑπέστης. ὅ ἐστιν ὑπέσχου. ὃ δὴ πολλαχοῦ τῆς ποιήσεως κεῖται. εἶτα (Vers. 366.) ψευδόμενος ἐν καιρῷ συμφερόντως ἑαυτῷ καὶ τοῖς ἑταίροις ἐπάγει. οὖτις ἔμοι γ' οὔνομα, καὶ ἵνα μὴ ἐπιστήσας τυχὸν ὁ Πολύφημος τῷ παραλογισμῷ γνῶ οὔτις τὸν σύνθετον ἐκ δύο λέξεων τοῦ ου καὶ τοῦ τις ὅπερ οὐ βούλεται Ὀδυσσεὺς, ἐπάγει αἰτιατικὴν ἐν ἁπλότητι ἤγουν ἀσύνθετον, λέγων. οὖτιν δέ με κικλήσκουσι μήτηρ ἠδὲ πατὴρ ἠδ' ἄλλοι πάντες ἑταῖροι. ὡς ἀπὸ εὐθείας τῆς, οὖτις οὔτιδος. οὗ αἰτιατικὴ τὸν Οὖτιν, ὁμοίως τῷ, ὁ Πάρις τὸν Πάριν. τῆς γὰρ ἄλλης εὐθείας τῆς συνθέτου, ἡ αἰτιατικὴ πάντως οὔ τινά ἐστι. διὸ οὐδὲ ἐπάγει μετὰ τοῦ Οὖτιν φωνῆεν, ἵνα μὴ ὑποπτευθῇ ἔκθλιψις ἤγουν κουφισμὸς τοῦ α ἐν τῷ Οὖτιν. ὅπερ ἐπὶ τοῦ λόγου τοῦ Κύκλωπος γίνεται, ἀμειψαμένου νηλέϊ θυμῷ, Οὖτιν ἐγὼ πύματον ἔδομαι. ἔνθα ὁ ἀστείως ἀκροατὴς ὑποκινηθεὶς εἰς μειδίαμα, εἰπεῖν δὲ μᾶλλον κατὰ τὸν Ὁμηρικὸν Ὀδυσσέα, γελάσας, συναλείψει τὴν ἀρχὴν τοῦ λόγου, καὶ κατ' ἔκθλιψιν τοῦ α ἐρεῖ ὅτι ἀληθῶς οὔ τινα φάγοις ἂν ἄλλον ἄνθρωπον. ἡ δὲ τοιαύτη Ὁμηρικὴ δεξιότης ὑποκινήσασά τινας τῶν νεωτέρων εἰς ὅμοιον ζῆλον ἀπήγαγεν εἰς ἀστεϊσμούς. Ἐπίχαρμος γοῦν εἰπὼν τὸ, ὁ Ζεύς μ' ἐκάλεσε Πέλοπι γ' ἔρανον ἑστιῶν. ὃ δὴ ἀπαλλαγὲν τῆς συναλιφῆς ἐράνου ἑστίασιν δηλοῖ. καὶ ἀκούσας δῆθεν ἔκ τινος τὸ, ἦ παμπόνηρον ὄψον ὦ 'τὰν ὁ γέρανος διασαφεῖ ἐπαγαγὼν τὸ, ἀλλ' οὔτι γέρανον ἀλλ' ἔρανόν τοι λέγω. καὶ τοῦτο μὲν εἰλῆφθαι δοκεῖ ἐκ τοῦ, Οὖτιν ἐγὼ πύματον ἔδομαι. ὡς κἀνταῦθα τοῦ ἀστείου ἀκροατοῦ, νοοῦντος συναλιλῆφθαι τὸ Ὁμηρικὸν ῥητὸν ἐκ τοῦ, οὔ τινα ἐγὼ πύματον ἔδομαι. Ὁμήρου δὲ, εἰπόντος ἐν Ἰλιάδι μὲν τὸ, δῖ' Ἀφροδίτη, ἐν Ὀδυσσείᾳ δὲ τὸ, ἀλλ' ἄγ' δῖ' Εὔμαιε, περὶ οὗ ἐν τοῖς μετὰ ταῦτά που ῥηθήσεται. παλαιὸς μέν τις ἐπίγραμμα τωθαστικὸν εἴς τινα ἰατρὸν Ἄκρωνα ἔγραψεν οὕτως. Ἄκρων' ἰατρὸν ἄκρον Ἀκραγαντίνων. ἐπίτηδες οὕτω γράψας ἐκεῖνος, καὶ οὐκ ἐκ τοῦ παρατυχόντος. οἱ δὲ νεώτεροι ταῦτα καὶ ὅσα τοιαῦτα ζηλώσαντες, πολλὰ δ' ἐν τοῖς παλαιοῖς εὕρηται ὅμοια ὡς πολλαχοῦ δεδήλωται, γρίφους ἐμελέτησαν πλέκειν οὓς ὠνόμασαν σχέδη. τὴν ἀρχὴν μὲν λεπτούς τινας καὶ οἵους ῥᾷον ἐκδιαδράσκεσθαι, τέλος δὲ ἁδροὺς καὶ δυσδιαφύκτους. καὶ οἱ μὲν παλαιοὶ τὸ ῥηθὲν τοῦ Ἐπιχάρμου νόημα, ἔτι δὲ καὶ τὸ τοῦ ἐπιγράμματος, καὶ ὅσα δὲ ἀρχαῖα τοιαῦτα, θαυμασίως ἐκάλουν ὡς ἐνομοθέτησεν ὁ Ἐπίχαρμος, λόγον ἐν λόγῳ αὐτὰ εἰπὼν, διὰ τὸ, ὡς ἐν αἰνίγματι ἄλλον μὲν εἶναι τὸν λαλούμενον λόγον, ἕτερον δὲ τὸν νοούμενον. οἱ δὲ τὰ σχεδικὰ λαλοῦντες ἀκολούθως καὶ αὐτοὶ νοήματα καλοῦσιν ἅπερ γριφεύονται, διὰ τὸ καὶ τὸν γραμματέα παῖδα μὴ τοῦ λεγομένου ἀλλὰ τοῦ νοουμένου γίνεσθαι. παρεσημάνθη δὲ ἀναγκαίως περί τινων τοιούτων καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα. ὧν ἓν καὶ τὸ, βῆ ῥ' Ἶσόν τε καὶ Ἄντιφον ἐξεναρίζων. ἔνθα οὐ Ῥῆσον λέγει τὸν περιᾳδόμενον Θρᾷκα Ὅμηρος, ἀλλά τινα, Ἶσον καλούμενον. Ἐμφανῶς δὲ λόγος ἐπὶ λόγῳ καὶ λαβύρινθος ἐμφαίνεται ὅν οἱ ὕστερον σχεδικοὶ ἐπετηδεύσαντο ἐν τῷ, Αἰγεῖ συνοικήσουσα τῷ Πανδίονος. ὃ γραφὲν περὶ τοῦ ἥρωος Αἰγέως ἐν δυσὶ διφθόγγοις, ἡ σοφὴ ἑταίρα Θαῒς, διὰ τῆς αι διφθόγγου καὶ τοῦ ἰῶτα ἐξέδοτο. ὡς ἀπὸ τοῦ αἲξ αἰγὸς αἰγί. Γράσωνος γάρ τινος παρωνομάσθαι δοκοῦντος ἀπὸ γράσου ὃς δηλοῖ τὴν τῶν αἰγῶν ὀδμὴν, ἐπεὶ πρὸς αὐτὸν πορευομένη ἤρετό τις ποῦ ἄπεισιν, ἔφη. αἰγὶ συνοικήσουσα τῷ Πανδίονος. ἤγουν τῷ οἱονεὶ αἰγιδίῳ Γράσωνι διὰ τὸν γράσον οὗ πέρ ἐστι παρώνυμος. καὶ τοῦτο μὲν προφανῶς νενοημάτισται κατὰ ὁμοφωνίαν παρηχητικὴν δύο πτώσεων δοτικῶν, ἤτοι τοῦ, Αἰγεῖ ἡρωϊκῶς, καὶ τοῦ, αἰγὶ ζωϊκῶς. λέγεται δὲ καὶ Φρύνη τῷ αὐτῷ Γράσωνι συνδειπνοῦσα φορίνην ἆραι. ἔστι δὲ κλαδῶδές τι φασὶν ἡ φορίνη.