Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.349.1
Not analysed yet
καὶ εἰπεῖν. λάβε καὶ κατάτραγε. παίξασα ὥσπερ ἡ Θαῒς παρὰ τὸν αἴγειον γράσον, οὕτω καὶ αὐτὴ παρὰ τὸν τράγον ὃν ὑπελάλησεν ἐν τῷ κατάτραγε. Ἔτι ἰστέον καὶ ὅτι ὁ κιθαρῳδὸς Στρατόνικος πρός τινα ἔμφασιν Ὁμηρικῆς διαιρέσεως τῆς ἐν τῷ, οὖ τίς με δαμᾷ δόλῳ οὐδὲ βίῃφι φιλοτιμησάμενος καὶ αὐτὸς διελεῖν ἐν τῷ ἐρωτηθῆναι περί τινος μεγάλου μὲν μεγέθει κιθαρῳδοῦ δὲ φαύλου, ποῖος τίς ἐστιν, ἔφη. οὐδεὶς κακὸς μέγας ἰχθύς. αἰνιττόμενος, ὅτι τε οὐδείς ἐστιν ἐκεῖνος ὁ περὶ οὗ ἠρωτήθη, καὶ ὅτι κακός. καὶ μέγας μὲν, ἰχθὺς δὲ δι' ἀφωνίαν. ἔπαιξε δὲ ὁ Στρατόνικος τοῦτο, παρὰ τὴν λέγουσαν παροιμίαν, μέγας οὐδεὶς σαπρὸς ἰχθύς. παραθεὶς αὐτὴν καὶ διελὼν ὡς ἤθελε. καὶ ταῦτα μὲν τοιαῦτα. (Vers. 369.) ὁ δὲ ὅλος τοῦ Κύκλωπος λόγος δι' οὗ δηλοῖ τὸ ὑπὲρ τοῦ οἴνου ξένιον τὴν ἄχαριν χάριν, τοιοῦτός ἐστιν. Οὖτιν ἐγὼ πύματον ἔδομαι μετὰ οἷς ἑτάροισι. τοὺς δ' ἄλλους, πρόσθεν. τὸ δέ τοι ξεινήϊον ἔσται. ὃ καὶ παροιμιώδης γέγονε λόγος τῶν τινι μεγάλων καὶ θείων σοφῶν, ἐπὶ τῶν καιρικῶς μὲν ἀφιέντων ὕστερον δὲ ἀπολλύντων τινάς. Κυκλώπειον γὰρ ἐκεῖνος τὴν τοιαύτην ἔφη δωρεάν. Καὶ ὅρα ὅπως νηλέα κατὰ τὸν ποιητὴν ἀεὶ ὁ Κύκλωψ ἔχει θυμὸν καὶ πρὸ τοῦ πότου καὶ μετὰ τὸ κισσύβιον, εἰς τοσοῦτον καὶ μόνον φειδόμενος, ὡς ἀναβαλέσθαι εἰς νέωτα τὸν τοῦ Ὀδυσσέως θάνατον, ἵνα τῷ φόβῳ κατεργασθεὶς μηδὲ ἔχοι θνήσκων αἰσθάνεσθαι. καὶ ἔστιν εἰπεῖν, ὅτι καθὰ τὸν ἐν τοῖς ἑξῆς αὐτῷ πέπονα κριὸν φάγοι μὲν ἄν ποτε φάγοι δὲ ὕστατον, οὕτω καὶ τὸν Ὀδυσσέα φιλῶν ὑστάτῃ θοίνῃ δεξιώσεται. ἔοικεν οὖν οὐ μόνον κατὰ τὸ μέγεθος ῥίῳ, ἀλλὰ καὶ κατὰ τὸ ἄτεγκον εἰς ἔλεον. διὸ καὶ παρὰ πέτραν ἀνήκοον δοκεῖ λαλεῖν ὁ Ὀδυσσεύς. καὶ ταῦτα καιρὸν τῇ ἱκετείᾳ φυλαξάμενος καθ' ὃν ἄνθρωποι πρὸς ἔλεον εὔθετοι. Οὕτω δὲ θαυμαστή τις τοῦ Οὖτις ὀνόματος, ὥστε καὶ ἐν τοῖς ἑξῆς τριβὴν τῷ λόγῳ χαρίεσσαν δίδωσιν. ὅτε οἱ μὲν Κύκλωπες βοῆς ἀΐοντες, ἐφοίτων ἄλλοθεν ἄλλος περὶ τὸ σπήλαιον, καὶ ἠρώτων τί τὸ βλάπτον τὸν Κύκλωπα, καὶ μήτις αὐτὸν κτείνῃ δόλῳ ἢ βίᾳ. ὁ δὲ λέγει αὐτὸ ἐκεῖνο ξηρὸν ὅπερ ἐνόει μαθὼν ἐν παραλογισμῷ τεχνικῷ. ὡς Οὖτίς με κτείνει δόλῳ οὐδὲ βίᾳ. τουτέστιν ὁ Οὖτίς με κτείνει μετὰ δόλου, οὐ μὴν ἐν ἰσχύϊ. οἱ δὲ, ἀμαθεῖς ὄντες τοῦ οὖτις κυρίου ὀνόματος διὰ τὸ καινόφωνον, καὶ νομίσαντες ὅτι πρὸς τὸ ἐρώτημα τὸ, μή τις αὐτοῦ μῆλα ἐλαύνῃ ἢ μή τις αὐτὸν κτείνῃ δόλῳ ἢ βίᾳ, ἀπελογήσατο αὐτὸς ὡς οὐδείς με κτείνει δόλῳ ἀλλ' οὐδὲ βίᾳ, ἐπάγουσιν. εἰ μὲν δὴ μή τίς σε βιάζεται οἶον ἐόντα, ἐμόναζε γὰρ ὡς δεδήλωται, νοῦσον γ' οὔπως ἐστὶ Διὸς μεγάλου ἀλέασθαι καὶ τὰ ἑξῆς. ἔστι δὲ τὸ σόφισμα οὐ παρὰ τὴν ὁμωνυμίαν κατά τινας, ἀλλὰ παρὰ σύνθεσιν μᾶλλον καὶ διαίρεσιν, τοῦ μὲν Κύκλωπος κύριον νοήσαντος καὶ σύνθετον καὶ ἁπλοῦν τὸ Οὖτις ὡς κλινόμενον Οὔτιδος. ὅθεν καὶ παραπαίζων πρὸς τοὔνομα μετ' ὀλίγα κατὰ παρήχησιν λέγει. ἅ μοι οὐτιδανὸς πόρεν Οὖτις. (Vers. 413.) τῶν δὲ Κυκλώπων εἰς δύο μέρη κατατεμόντων τὴν λέξιν, καλῶς ὁ φιλόσοφος φησὶν, ἐμὸν δ' ἐγέλασε φίλον κῆρ ὡς ὄνομ' ἐξηπάτησεν ἐμὸν καὶ μῆτις ἀμύμων. ἔνθα εἰ μήτις κίνδυνον εἶχε ψυχρεύσασθαι, εἶπεν ἂν ὅτι τὸ, μῆτις ἀμύμων, πρὸς τὸ Οὖτις πέπαικται. ἢ καὶ πρὸς, τὸ, μήτις σε κτείνῃ. ἐπεὶ δὲ αὐτὸ παρακεκινδυνευμένον ἐστὶ, ῥητέον ὅτι κεῖται καὶ ἄλλη παραλογιστικὴ σύνθεσις ἐν τοῖς ῥηθεῖσι καὶ διαίρεσις. τοῦ μὲν Κύκλωπος, διελόντος. Οὖτις με κτείνει. καὶ στίξαντος τελείαν. εἶτα ἐπαγαγόντος. δόλῳ οὐδὲ βίῃ, τουτέστι δόλῳ μέντοι κτείνει με καὶ οὐ βίᾳ. τῶν δὲ Κυκλώπων συγκειμένως νοησάντων, Οὖτις με ἐν δόλῳ κτείνει, ἀλλ' οὐδὲ ἐν βίᾳ. ἐκ δὲ τοῦ τοιούτου Ὁμηρικοῦ σοφίσματος οἱ φιλόσοφοι τοὺς παρ' αὐτοῖς οὔτιδας πλέκουσι παραλογισμούς. (Vers. 364.) Ὄνομα δὲ κλυτὸν τὸ ἑαυτοῦ Ὀδυσσεὺς ἔφη, ὃ δηλαδὴ πρὸς πάντων ἀκούει. ἤγουν ὃ καλοῦσιν αὐτὸν οἱ τεκόντες τε καὶ οἱ λοιποί. ἴσως δὲ καὶ μαντικῶς ὁ ποιητὴς τοῦτο φησὶν, ὡς τοῦ κατὰ τὸν Οὖτιν ὀνόματος κλυτοῦ ἐσομένου τοῖς ὕστερον. Ἰστέον δὲ ὡς ἐκ τοῦ, ὄνομα κλυτὸν, κεῖται σύνθετον Ὁμηρικῶς κύριον ἄλλοθι τὸ, ὀνομάκλυτος ἥρως. (Vers. 367.) Ὅτι δὲ οὐκ ἀεὶ ταυτὸν ὄνομα κεῖταί τινι παρά τε τοῖς τεκοῦσι καὶ παρὰ τοῖς ἔξω, προδεδήλωται. Σημείωσαι δὲ ὅτι ἐστενολέσχησε μὲν ἐνταῦθα καὶ ὁ ῥήτωρ Ὀδυσσεὺς ἐφ' οἷς ἠρωτήθη. καὶ πρὸ αὐτοῦ ὁ ἄγριος Κύκλωψ ἐπὶ τῷ δυσδώρῳ δώρῳ. πλὴν οὗτος μὲν διά τε ἀγροικίαν, ἴσως δὲ καὶ ὡς μεθύων, καὶ μικροῦ καὶ κατὰ στόμα ἔχον ἤδη τὰ ἐμεθησόμενα. Ὀδυσσεὺς δὲ διὰ τὸ φύσει ἀναγκαῖον τοῦ σοφίσματος. χρὴ γὰρ τὰ τοιαῦτα μὴ διαπεπτάσθαι, ἀλλ' ἐστρεβλῶσθαι τῇ φράσει διὰ τὸ ἀσαφέστερον. Πάνυ δὲ προορατικὸς τοῦ μέλλοντος ὁ Ὀδυσσεὺς, ὃς προγνοὺς ὡς ἐρωτηθήσεται ὑπὸ τῶν Κυκλώπων ὁ Πολύφημος, τίς αὐτὸν βλάπτει, προεβουλεύσατο περὶ τοῦ