Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.351.1
Not analysed yet
πρὸ τούτων ἐλέχθη περὶ τῆς τοιαύτης λέξεως. (Vers. 375.) λέγει δὲ νῦν σποδὸν οὐ τὴν ψυχρὰν, ἀλλὰ τὴν μετὰ ἀνθράκων, ἣ καὶ σποδειὰ λέγεται καὶ ἀθρακιά. διὸ καὶ ἐπάγει. ἀλλ' ὅτε τάχα μοχλὸς ἐλάϊνος ἐν πυρὶ μέλλεν ἅψασθαι χλωρός περ ἐὼν, (Vers. 379.) διεφαίνετο δ' αἰνῶς, τουτέστι διαφάνειαν εἶχε τὴν ὡς ἐξανθρακώσεως, καὶ τότ' ἐγὼν ἆσσον φέρον ἐκ πυρός. χρὴ δ' ἐνταῦθα σημειώσασθαι, ὡς ἐκ τοῦ ὑποήλασα ὃ κεῖται ἐν τῷ ὑπὸ σποδοῦ ἤλασα, τὸ ἰατρικῶς κληθὲν ὑπήλατον λέγεται. (Vers. 380.) Εἶτα καὶ ἐκφράζων τὴν τοῦ κακοξένου τύφλωσιν, φησίν. ἀμφὶ δ' ἑταῖροι ἵσταντο. θάρσος δ' ἐνέπνευσε θεός. οἱ μὲν, μοχλὸν ἑλόντες ἐλάϊνον ὀξὺν ἐπ' ἄκρῳ, ὀφθαλμῷ ἐνέρεισαν, ἐγὼ δ' ἐφύπερθεν ἀερθεὶς δίνεον ὡς ὅτε τις τρυπῷ δόρυ νήϊον ἀνὴρ τρυπάνῳ. οἱ δέ τ' ἔνερθεν ὑποσσείουσιν ἱμάντι ἁψάμενοι ἑκάτερθε. τὸ δὲ, τρέχει ἐμμενὲς αἰεὶ. ὣς τοῦ, ἐν ὀφθαλμῷ πυριηκέα μοχλὸν (Vers. 387.) ἑλόντες ἢ ἔχοντες κατὰ Ἀρίσταρχον δινέομεν. τόν δ' αἷμα περιέῤῥεε θερμὸν ἐόντα. πάντα δέ οἱ βλέφαρ' ἀμφὶ καὶ ὀφρύας εὗσεν ἀϋτμὴ γλήνης καιομένης. σφαραγεῦντο δέ οἱ πυρὶ ῥίζαι. (Vers. 391.) εἶτα καὶ τὸν ἐκ τοῦ πυρώδους ξύλου σιγμὸν διὰ παραβολῆς παριστῶν φησίν. ὡς δ' ὅταν ἀνὴρ χαλκεὺς πέλεκυν μέγαν ἠὲ σκέπαρνον εἰν ὕδατι οὐ θερμῷ ἀλλὰ ψυχρῷ βάπτῃ μεγάλα ἰάχοντα, φαρμάσσων, τὸ γὰρ αὖτε σιδήρου τε κράτος ἐστὶν, ὣς τοῦ σίζ' ὀφθαλμὸς ἐλαϊνέῳ περὶ μοχλῷ. οἷς ἐπάγων, ὡς εἰκὸς, καὶ τί ἐπὶ τούτοις ἐποίησεν ὁ Πολύφημος, φησί. (Vers. 395.) σμερδαλέον δὲ μέγ' ᾤμωξε, περὶ δ' ἴαχε πέτρη, ἡμεῖς δὲ δείσαντες ἀπεσσύμεθα. αὐτὰρ ὁ μοχλὸν ἐξέρυσ' ὀφθαλμοῖο πεφυρμένον αἵματι πολλῷ. τὸν μὲν ἔπειτ' ἔῤῥιψεν ἀπὸ ἕο χερσὶν, ἀλύων. εἶτα ἐπεβοᾶτο τοὺς Κύκλωπας, ὡς ῥηθήσεται. (Vers. 394.) Καὶ ὅρα ὅτι τὸ ὀργυιαῖον τμῆμα τοῦ προῤῥηθέντος ἐλαϊνέου ῥοπάλου ἠρέσθη μοχλὸν ἐνταῦθα εἰπεῖν ἐλαΐνεον ὁ ποιητὴς, ὁποίῳ δηλαδὴ τὰ βάρη ἀνοχλίζονται, ἐπιμείνας τῇ τοῦ μοχλοῦ λέξει διὰ τὸ καίριον. (Vers. 384.) Τὸ δὲ ῥηθὲν τοῦ νηΐου ξύλου τρύπημα, ἀρχαῖον ἦν. ἐν ᾧ εἷς μὲν ἄνω ἐπέκειτο βαρύνων τὸ τρύπανον, ἄλλοι δὲ ἱμάντι ἔστρεφον αὐτὸ ἵνα εὐσθενέστερον οὕτω τρυπῷτο τὸ ξύλον. (Vers. 386.) Τοῦ δὲ ἅπτεσθαι ἡ ὁμωνυμία φανερῶς καὶ ἐν τοῖς νῦν ῥηθεῖσι φαίνεται. ἤγουν ἐν τῷ, ἔμελλεν ὁ μοχλὸς ἅψεσθαι πυρί. καὶ ἐν τῷ, ἁψάμενοι ἑκάτερθεν. ἐκεῖνο μὲν γὰρ φλόγωσιν δηλοῖ, τὸ δὲ ἁψάμενοι τὴν διὰ χειρῶν ἐπαφήν. (Vers. 382.) Τὸ δὲ ἐπ' ἄκρῳ, οὐ τῷ ὀφθαλμῷ κολλητέον ἵνα ᾖ ἐπ' ἄκρῳ ὀφθαλμῷ, ἀλλὰ μᾶλλον τῷ μοχλῷ, ἵνα λέγῃ αὐτὸν ὀξὺν ἐπ' ἄκρῳ, κατὰ τὸ, ἐγὼ δ' ἐθόωσα παραστὰς ἄκρον. Πρὸς δὲ ὁμοιότητα τοῦ, ὀξὺν ἐπ' ἄκρῳ, κεῖται παρὰ τῷ κωμικῷ τὸ ἐξ ἄκρου παχύ. (Vers. 384.) Τὸ δὲ δίνεον ἐκτείνει τὴν ἄρχουσαν καθὰ καὶ ὁ δῖνος ἤτοι ὁ τόρνος. δὶς δὲ διὰ τὸ καίριον ἡ λέξις ἐνταῦθα κεῖται τοῦ δινεῖν. ὅτι δέ ποτε ταυτὸν δῖνος καὶ ῥόμβος καὶ κῶνος, δηλοῖ ὁ γράψας. ῥόμβος, ἐστὶ κῶνος. δῖνος. ὡς δὲ καὶ κατὰ τρίτην συζυγίαν ἐστὶ δινῶ δινώσω, ἡ δινωτὴ δηλοῖ ἀσπίς. Τὸ δὲ τρυπῷ, ἐκ τοῦ τρυπῶμι τρυπῷς γίνεται εὐκτικῶς. διὸ καὶ προσγεγραμμένον ἔχει τὸ ι. Ἐτυμολογικοῦ δὲ τρόπου τὸ, τρυπῷ δόρυ τρυπάνῳ. (Vers. 386.) Τὸ δὲ τρέχειν ἐπὶ δινήσεως ἐνταῦθα κεῖται, κατὰ ὀνοματοποιΐαν ἴσως τὴν ἀπὸ τοῦ τρῶ, ἐξ οὗ τὸ τρέχω. ὡς βρῶ βρέχω. (Vers. 387.) Πυριηκὴς δὲ μοχλὸς, ὁ οἷον ἠκονημένος πυρί. εἰ δὲ καὶ βαρυτόνως γράφεται πυριήκης, συνηγορεῖται ὑπὸ τοῦ τανύηκες ξίφος καὶ τῶν ὁμοίων. δύναται δὲ πυριήκης εἶναι καὶ ὁ πυρίνην ἔχων ἀκὴν, ἀφ' ἧς ἡ ἀκωκή. (Vers. 388.) Περιέῤῥεε δὲ τὸν μοχλὸν αἷμα διὰ τὸ ἀνευρυνθῆναι τῇ βίᾳ τὰ ἀγγεῖα. ἢ καὶ ἐπεὶ οὔπω ἔφθασαν τὰ ἐν βάθει ἀποφρυγῆναι. ἄλλως γὰρ οἱ φυσικοὶ φασὶ τοὺς καιομένους αἷμα μὴ ἀποβάλλειν ὡς φρυττομένων τῶν σαρκῶν. οὗ ἕνεκα καὶ δοκεῖ μετὰ τὴν πρώτην πυράκτωσιν θερμάναι πάλιν ὁ Ὀδυσσεὺς τὸν μοχλὸν, ἵνα μὴ ἄλλως πολλοῦ αἵματος ἐκρυέντος καὶ φλεγμονῆς δὲ ἐπιγνομένης αὐτίκα πολλῆς καὶ τοῦ Κύκλωπος ἐντεῦθεν οἰχομένου κινδυνεύσωσιν οἱ περὶ αὐτὸν οὕτως ἐντὸς κατὰ τὸ σπήλαιον μείναντες. καὶ ἦν καὶ τοῦτο τῆς τοῦ Ὀδυσσέως σοφίας βαθὺ μηχάνημα. (Vers. 390.) Τῇ δὲ γλήνῃ συνεννοητέον τὸ ὅλον σῶμα τοῦ ὀφθαλμοῦ. οὗ τὸ κατωτάτω ῥίζαι λέγονται. Τὸ δὲ σφαραγεῦντο, ἀντὶ τοῦ, ἐτείνοντο κατὰ τοὺς παλαιοὺς, ἢ κατεπονοῦντα, ἢ ἐσπαράττοντο, νοεῖται δὲ κατά τινα ἦχον. ὅθεν καὶ Πίνδαρός που ἐπὶ πολυήχου τὸ ἐρισφάραγον τίθησιν. δηλοῖ δὲ τοῦτο καὶ ἡ τοῦ χαλκέως ἐνταῦθα παραβολὴ, εἰς ταυτὸν ἄγουσα τὸ σίζειν καὶ τὸ ἴσχειν καὶ τὸ σφαραγεῖν, πλὴν ὅσον τραχύτερον τὸ σφαραγεῖν ὡς δηλοῦν καί τινα βρασμόν. Ὅτι δὲ καὶ ἁπλῶς διάτασίν τινα σημαίνει ἡ λέξις, δηλοῦται ἐκ τῶν ἑξῆς, ἔνθα φησὶν ὅτι τὰ οὔθατα σφαρα-