Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.350.1
Not analysed yet
οὖτις. τοῦτο δὲ καὶ εὐτυχίαν ἔχει ἀμύθητον. εἰ γὰρ ἐθάῤῥησεν εἰπεῖν τῷ Πολυφήμῳ ὅτι Ὀδυσσεύς ἐστιν, ἀπώλετο ἂν πρὸ τῶν ἄλλων, οἷα εἰδότος τοῦ Πολυφήμου ἀπὸ χρησμοῦ, ὡς ὑπὸ Ὀδυσσέως ἐκπεσεῖται τοῦ βλέπειν, καθὰ μετ' ὀλίγα ῥηθήσεται. οὕτω καλὸν τῷ συνετῷ ἐπικρύπτειν ἑαυτὸν ἐν καιρῷ καὶ μὴ τοῖς τυχοῦσιν ἐκφαίνειν τὰ καθ' ἑαυτὸν, εὐλαβούμενον ἀεὶ τὸ μέλλον. (Vers. 371.) Ὅτι πιὼν ὁ Κύκλωψ καὶ βραχέα εἰπὼν ἀνακλινθεὶς πέσεν ὕπτιος. αὐτὰρ ἔπειτα κεῖτ' ἀποδοχμώσας παχὺν αὐχένα. κὰδ δέ μιν ὕπνος ᾕρει πανδαμάτωρ. φάρυγγος δ' ἐξέσσυτο οἶνος, ψωμοί τ' ἀνδρόμεοι. ὅ δ' ἐρεύγετο οἰνοβαρείων. οἵα μὲν οὖν ἡ φράσις ἐνταῦθα τῷ ποιητῇ ἐπὶ ἀνδρὶ πολυφάγῳ μεθύοντι καὶ ἐμοῦντι, ἔτι δὲ καὶ καθῃρημένῳ ὑπὸ ὕπνου κατὰ τὸν ποιητὴν, ἔστι σκέπτεσθαι, καί που εἰπεῖν ἐπὶ οὕτω μεθυσθέντι τῷ Κύκλωπι, ὅπερ ἐπί τινος ἑτέρου ὁ Βυζάντιος Παρμένων ἔφη εἰδότος μεθύειν. ὃς εἰπὼν ἐκεῖνον ἄνδρα ἕλκοντα οἶνον ὡς ὕδωρ ἵππος ἐπάγει. κεῖται δ' ἄναυδος ἐν πίθῳ κολυμβήσας, κάθυπνος ὡς μήκωνα φαρμάκων πίνων. μήκων δὲ αὕτη ἡ καὶ κωδύα ἢ κώδεια τὸ φυτὸν, ἧς τὸ σπέρμα εἰς ὕπνον εὐοδοῖ. οὐ μὴν ἡ κατὰ τὴν σηπίαν. Σημειωτέον δὲ καὶ ὅτι τὴν μὲν εἰσαγωγὴν τῶν βρωμάτων, καθὰ καὶ προείρηται, οὐκ ἔφρασεν ὁ ποιητὴς ὅπως ὡς εἰκὸς ἐγίνετο, ἀχθόμενος οἷον ἐπὶ τῷ θηριωδῶς γινομένῳ, ἐπὶ δὲ τῇ ἐξεράσει λαλεῖ τι χάριεν, ἐμπαίζων τε τῷ βορωτάτῳ Κύκλωπι καὶ παιδεύων οἷον τὸ μεθύειν κακόν. εἰ μὴ μόνον τὸν τηλικοῦτον καθεῖλεν ὃς ῥίῳ ἐῴκει, ἀλλὰ καὶ ἀσχημονεῖν οὕτω ποιεῖ. καλῶς δὲ ὕπτιον καὶ δοχμὸν ἀνακλίνει τὸν τοιοῦτον θῆρα, ὡς ἂν οὕτω ῥᾷον ἐκτυφλωθείη. ἀκρατὴς γὰρ εἰς τὸ παντελὲς ἑαυτοῦ καὶ ἕτοιμος παθεῖν κακῶς ὁ οὕτω διακείμενος. εὐτυχεῖ δὲ κἀνταῦθα ὁ Ὀδυσσεὺς, ὑπτιάζοντος τοῦ θηρὸς εἰς ἀποτύφλωσιν ῥᾴονα. εἰ καὶ ἄλλως οἱ οὕτω μεθύοντες πρηνεῖς ὡς ἐπιπολὺ κεῖνται. καθὰ παραδίδωσι καὶ ὁ Ἀθήναιος ἔνθα ἱστορεῖ, φιλοίνους καὶ φιλοπότας γενέσθαι τοὺς Αἰγυπτίους, καὶ ἄμπελον εὑρεθῆναι πρῶτον ἐν τῇ πλινθύνῃ πόλει Αἰγύπτου. λέγει γὰρ ἐν τούτοις καὶ ὅτι οἱ μὲν ἀπ' οἴνου μεθυσθέντες ἐπὶ πρόσωπον φέρονται, οἱ δὲ τὸν κρίθινον πεπωκότες ἐξυπτιάζονται τὴν κεφαλήν. ὁ μὲν γὰρ οἶνος καρηβαρικός, ὁ δὲ κρίθινος καρωτικός. (Vers. 372.) Περὶ δὲ δοχμῆς ἢ βαρυτόνως δόχμης, καὶ δοχμοῦ, ὅθεν καὶ ἀποδοχμῶσαι νῦν τὸ πλαγιάσαι, ἡ Ἰλιὰς δηλοῖ. (Vers. 373.) Τὸ δὲ φάρυγγος ἐξέσσυτο οἶνος ψωμοί τ' ἀνδρόμεοι, περίφρασίς ἐστι μιᾶς λέξεως τοῦ ἤμεε. συνεπινοητέον δὲ καὶ τὸ στόμα τῇ φάρυγγι. ἧς κοινῶς μὲν εὐθεῖα φάρυγξ, καὶ γενικὴ φάρυγγος ὡς ἴϋγγος. ἄλλως δὲ φάρυξ φάρυγος, ὡς ἄντυγος. ἰάπυγος. τὰ γοῦν ἀκριβέστερα τῶν ἀντιγράφων διὰ τὸ εὐμετρητότερον φάρυγος δ' ἐξέσσυτο οἶνος φησί. καὶ ἔχει αὐτὸ συνηγορίαν καὶ ἐκ τῶν Ἡρῳδιανοῦ. ὃς ἐν τῷ περὶ τοῦ, στὺξ στυγὸς, μονοσυλλάβου οὔσης εὐθείας κατὰ τὸ, τρὺξ τρυγὸς, ἐπαγαγὼν καὶ ὑπὲρ μίαν συλλαβὴν τὸ, ἄντυξ ἄντυγος, ἐπιφέρει. οὕτω καὶ ἡ πομφόλυξ. ἐξ οὗ δῆλον, ὅτι ἐν τῷ φάρυγξ καὶ πομφόλυγξ ἴσως δὲ καὶ τοῖς ὁμοίοις ἐκ πλεονασμοῦ ἔγκειται τὸ ν. μαρτυρεῖ δὲ τῇ δι' ἑνὸς γ γραφῇ τῆς φάρυγος καὶ τὸ φαρύγεθρον. (Vers. 374.) ἔτι δὲ καὶ αἱ Φαρύγαι τόπου ὄνομα. Ψωμοὶ δὲ, τὰ λεπτὰ κόμματα τῶν ἀνδρομέων κρεῶν. ὅθεν καὶ ψωμὸς ἄρτου, ὁ παρ' Ἡσιόδῳ βλωμός. χρήσιμος δὲ ἡ λέξις καὶ εἰς τὸ, νέκταρ ἐῳνοχόει. ὡς γὰρ ἀσύνηθες τὸ οἰνοχοεῖν ἐπὶ νέκταρος, οὕτω καὶ ἐπὶ κρεάτων ὁ ψωμός. εἴληπται ὅμως καὶ ἄμφω ἐκ τῆς κοινῆς καὶ γνωριμωτάτης χρήσεως. Ἰστέον δὲ ὅτι τε ὡς ἐκ τοῦ ψῶ καὶ βλῶ ψωμὸς καὶ βλωμὸς, οὕτω καὶ ἐκ τοῦ ὦ τὸ ὑπάρχω ὠμὸς καὶ ὦμος. καὶ ὅτι ἐκ τοῦ ψῶ γίνεται καὶ τὸ ψώχω. ἀφ' οὗ αὖθις τὸ ψήχω ὁμοίως ἐκ τοῦ ψῶ, καί τινες πλακοῦντες, ψώθια, ἤγουν ψαθύρια κατὰ τοὺς παλαιούς. Ἀπολλόδωρος δὲ τοῦ ἄρτου τὰ ἀποψαυόμενα ὥς φησιν Ἀθήναιος, ἅ τινες ἐκάλουν ἀτταράγους. Τὸ δὲ ἐρεύγεσθαι ἐνταῦθα κυριολεκτεῖται, ὡς μάλιστα κυρίως ὠνοματοπεποιημένον. Τὸ δὲ οἰνοβαρείων ἐκ τοῦ οἰνοβαρεῖν γίνεται, παραχθὲν ὡς τὸ θείω κιχείω καὶ τὰ τοιαῦτα. καὶ ἔστι σεσημειωμένον ὡς βαρύνεται μὲν τὸ οἰνοβαρείω, περισπᾶται δὲ παρὰ τοῖς ὕστερον τὸ καρηβαρειῶ. (Vers. 373.) Εἰ δὲ πανδαμάτωρ ἐνταῦθα ὡς καὶ ἀλλαχοῦ ὁ ὕπνος καθὰ παρ' ἄλλοις ὁ μακρὸς χρόνος, ἀλλ' ὁ Κύκλωψ ἐπιμηθευσάμενος μετ' ὀλίγα, δαμάτορα ἑαυτοῦ τὸν οἶνον ἐρεῖ, εἰπὼν ὡς ἀνὴρ κακὸς ἐξετύφλωσεν αὐτὸν, δαμασσάμενος φρένας οἴνῳ. ἔνθα καὶ ἔστι ταυτὸν τὸ, ἐδαμάσσατο φρένας οἴνῳ καὶ τὸ, περὶ φρένας ἤλυθεν οἶνος. (Vers. 375.) Ὅτι τὸ, μοχλὸν ὑπὸ σποδοῦ ἤλασα πολλῆς (Vers. 376) εἵως θερμαίνοιτο, ἀντὶ τοῦ ὑπὸ κάτω τῆς σποδοῦ ἔτεινα, καὶ, ὡς εἰπεῖν, ὑπὸ σποδῷ ἔῤῥιψα εἴπως θερμανθείη τὸ δεύτερον. τοῦτο γὰρ δηλοῖ τὸ, εἵως θερμαίνοιτο, καθά που καὶ