Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.368.1
Not analysed yet
ἐθέλοντα δὲ πέμπειν. τὸν μέντοι θεομισῆ οὔτε τὴν ἀρχὴν κομιδῆς ἀξιοῦν ἐχρῆν, οὔτε πομπῆς ὕστερον. ἔστι δὲ τὸ ἀποπέμπειν ταυτὸν τῷ πέμπειν. καιρία δὲ καὶ αὕτη λέξις, διὸ καὶ ἐπιμένει ὁ ποιητὴς αὐτῇ τε καὶ ταῖς ἐξ αὐτῆς κινήσεσιν. οἷον ἠδὲ κέλευον πεμπέμεν. καὶ, τεῦχε δὲ πομπήν. καὶ, ἐνδυκέως ἀπεπέμπομεν. καὶ, οὐ κομιζέμεν οὐδ' ἀποπέμπειν. καὶ, οὐκέτι φαίνετο πομπή. (Vers. 76.) καὶ, ὣς εἰπὼν, ἀπέπεμπε δόμων βαρέα στενάχοντα. ὅπερ οἰκεῖον εἰπεῖν ἐπὶ τοῦ ἐν ἱκεσίᾳ μὴ ἐλεηθέντος. (Vers. 78.) Ὅτι ἐπίμονον κωπηλασίαν δηλοῖ τὸ, τείρετο δ' ἀνδρῶν θυμὸς ὑπ' εἰρεσίης ἀλεγεινῆς. (Vers. 79.) Ὅτι ὥσπερ ἁμαρτῶ ἁμαρτία, οὕτω ματῶ ματία ἡ ματαιότης. φησὶ γάρ. τείρετο δ' ἀνδρῶν θυμὸς ἡμετέρῃ ματίῃ. Τοῦ δὲ ματῶ ματήσω ἡ χρῆσις ἐν Ἰλιάδι, τεθεῖσα ἐπὶ ἵππων μὴ ἐθελόντων θέειν. ὅτι δὲ καὶ μάτιόν ἐστιν οὐδέτερον ὄνομα ἐξ οὗ καὶ ὁ ματιολοιχὸς, ἐῤῥέθη ἐκεῖ. (Vers. 80.) Ὅτι ἐκ τῆς κατὰ τὸν Αἴολον νήσου μακράν που ἀπῳκισμένης οἱ περὶ τὸν Ὀδυσσέα ἑξῆμαρ ὁμῶς πλέοντες νύκτας τε καὶ ἦμαρ, ἑβδομάτῃ ἵκοντο (Vers. 81.) Λάμου αἰπὺ πτολίεθρον. ὃ ἐφερμηνεύων φησί. τηλέπυλον Λαιστρυγονίην. εἶτα ἱστορικῶς ἐκτιθεὶς τὴν ἐκεῖ τοπικὴν ἰδιότητα φησίν. (Vers. 83.) ἔνθα ποιμένα ποιμὴν ἠπύει ὅ ἐστι προσφωνεῖ. καὶ ἐφερμηνεύων, τί ποιῶν ποιμὴν τί ποιοῦντα ποιμένα ἠπύει φησίν. εἰσελάων. ὁ δ' ἐξελάων ὑπακούει. τουτέστι ποιμὴν εἰσελαύνων ἐκ νομῆς προσφωνεῖ τὸν ἐξελαύνοντα εἰς νομὴν καὶ αὐτὸς ὑπακούει. (Vers. 82.) λαμβάνει δὲ νῦν ἢ τὸ ποιμένα ἢ τὸ ποιμὴν ἀντὶ βουκόλου καταχρηστικώτερον. Ἐφ' οἷς τὴν εὐχρηστίαν τοῦ τόπου ἱστορῶν λέγει. (Vers. 84.) ἔνθα κ' ἄϋπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθοὺς, τὸν μὲν βουκολέων, τὸν δ' ἄργυφα μῆλα νομεύων. ἐν ᾧ δηλοῦται ὅτι ποιμὴν καὶ ὁ βουκόλος ἀνωτέρω ἐῤῥέθη. δείκνυσι δὲ διὰ τούτων ὁ ποιητὴς καθ' ἱστορίαν, ἀγαθὰς εἶναι νομὰς ἐν τῇ τῶν Λαιστρυγόνων γῇ, τὰς μὲν βουκόλοις, τὰς δὲ ποιμέσι. καὶ τοὺς μὲν βουκόλους νύκτωρ νέμειν διὰ τὸν ἐπιπολάζοντα τοῖς βουσὶν ἐκεῖ πολέμιον οἶστρον τὸν καὶ μύωπα, ὃς δὴ ζωΰφιόν ἐστιν ἐχθρὸν βουσὶ, τοὺς δὲ ποιμένας βόσκειν ἡμέρας οὔσης. διὸ τὸν ἄϋπνον ὄντα ἤτοι ὀλιγόϋπνον νυκτὸς διὰ τὸ ἐν ἡμέρᾳ τυχὸν πλείονι τῷ ὕπνῳ καταχρήσασθαι διπλοῦς φησὶν ἐξαίρειν μισθοὺς, ἐν νυκτὶ μὲν βουκολοῦντα, μεθ' ἡμέραν δὲ ποιμαίνοντα. ἱστορεῖ δὲ καὶ ἐγγὺς τῆς πόλεως εἶναι τὰς τοιαύτας νυκτερινάς τε καὶ ἡμερινὰς νομὰς καὶ τὰς εἰς αὐτὰς ὁδούς. διὸ καὶ ποιμένα ποιμὴν ἐξελαύνοντα εἰσελάων προσφωνεῖ. Ἰστέον δὲ ὅτι τε καθὰ οἱ νέμοντες τὰς αἶγας αἰπόλοι λέγονται καὶ οἱ τοὺς βόας βουκόλοι καὶ βοῦται, καὶ οἱ τοὺς ἵππους ἱππονόμοι καὶ ἱπποπόλοι, οὕτω καὶ οἱ τὰ πρόβατα νέμοντες ποιμένες καλοῦνται καὶ προβατεῖς καὶ μηλάται. τὸ δὲ ποιμαινόμενον πλῆθος ποίμνιον, Ὁμηρικῶς δὲ, πῶϋ. καθὰ καὶ ὁ μὲν περὶ σύας συβώτης, τὸ δὲ ὑπ' αὐτὸν συβόσιον. ὡς καὶ αἰπόλιον, τὸ κατὰ τὸν αἰπόλον. καὶ ὅτι μῆλα εἰ καὶ ὡς ἐπὶ πολὺ τὰ πρόβατα, ὅμως καὶ τὰ πλείω τῶν τετραπόδων, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, μῆλά τε καλοῦνται καὶ πρόβατα. Σοφοκλῆς γοῦν φασὶ τὸν Ἀχιλλέα τραφῆναι εἰπὼν ἐν τῷ πηλίῳ πᾶν μῆλον θηρῶντα δόξοι ἂν τὰ θηρία πάντα μῆλα καλεῖν. καὶ ὁ εἰπὼν δὲ μῆλα βόας κεραοὺς καὶ ὄϊς καὶ πίονας αἶγας καὶ τοὺς βοῦς ἐν τοῖς μήλοις τίθησι. Σιμωνίδης δέ φασι τὸν ταῦρον ὁτὲ μῆλον ὁτὲ δὲ πρόβατον ὀνομάζει. Πίνδαρος δὲ τὰς τοῦ Διομήδους ἵππους πρόβατα καλεῖ. ἐθέλει δὲ τοῦτο καὶ Ἡρόδοτος ἐν τῷ, θύουσι δὲ καὶ τὰ ἄλλα πρόβατα, ἵππους δὲ μάλιστα. Ὅμηρος δὲ ἐν τῷ, κειμήλιά τε πρόβασίν τε, δοκεῖ φησὶ τὴν τῶν ὅλων βοσκημάτων κτῆσιν πρόβασιν καλεῖν. (Vers. 81.) Ἔτι ἰστέον καὶ ὅτι Λάμος ἢ Λαιστρυγόνος ἐπιφανοῦς ὄνομα, ἢ βασιλέως τῶν ἐκεῖ, υἱοῦ Ποσειδῶνος. Αἰπὺ δὲ τὸ ῥηθὲν πτολίεθρον ἴσως μὲν ὡς ὑψηλὸν, ἴσως δὲ καὶ διὰ χαλεπότητα τῶν ἐκεῖσε, οἳ οὐ μόνον ἄξενοι κατὰ τὴν ἱστορίαν, ἀλλὰ καὶ ἀνθρωποφάγοι φαίνονται, κατεσχηκότες τὴν περὶ Σικελίαν χώραν τῶν Λεοντίνων, ἐν ᾗ πολὺς ὁ μύωψ. ὥστε τὰ μὲν λάσια ἡμέρας φασὶ νέμεσθαι ὡς καὶ Ὅμηρος οἶδε, τὰ δὲ ψιλὰ νυκτός. διὸ τὸν δυνάμενον ἀγρυπνεῖν δύο ἀποφέρειν μισθούς. (Vers. 82.) Τηλέπυλος δὲ ἢ ἡ μεγάλη, τῶν γὰρ τοιούτων φασὶ πολὺ διεστᾶσιν αἱ πύλαι, ἢ ἡ ᾠκισμένη τῆλέ που. τινὲς δὲ τηλέπυλον φασὶ, τὴν μακρόπυλον οὐ τῷ διαστήματι ἀλλὰ τῷ πλάτει τῶν πυλῶν ἢ τῷ μήκει. ἄλλοι δὲ ὡς ἀνωτέρω ὑπελαλήθη, τὴν διασταδὸν πύλας διαφόρους ἔχουσαν οὐ πάνυ μέντοι ἀφεστηκυίας, ἀλλ' ὥστε τὴν φωνὴν ἐξακούεσθαι τῶν εἰσελαυνόντων καὶ ἐξελαυνόντων καθ' ὁμοιότητα τοῦ, ὅσσον τε γέγωνε βοήσας. εἰσὶ δὲ οἳ κύριον ὄνομα πόλεως τὴν τηλέπυλον ἐδέξαντο. Ὅρα δὲ