Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.369.1
Not analysed yet
ὡς οὐδὲν ὤνησε τὴν τῶν Λαιστρυγόνων τὸ πολιτικῶς ᾠκίσθαι ὅ ἐστι πόλιν ἔχειν. καὶ οὕτω γὰρ ἀθέμιστοι καὶ ἄγριοι καὶ αὐτοί. (Vers. 85.) Τὸ δὲ ἐξήρατο μισθοὺς, ἔχει συγκρότησιν ἑρμηνευτικὴν καὶ ἐκ τοῦ, ὅσσ' Ὀδυσσεὺς ἐμόγησε καὶ ἤρατο. Ἄργυφα δὲ, μήλων ἐπίθετον διὰ τὴν τοῦ ἐρίου λευκότητα. τὸ μέντοι ἀργύφεον ἐπὶ ἱματίου τίθεται. Ὁ δὲ μῆλα νομεύων καὶ ὁ βουκολέων εἴδη ποιμένος ὡς καὶ ἀνωτέρω δεδήλωται. (Vers. 86.) Τὸ δὲ ἐγγὺς νυκτός τε καὶ ἤματός εἰσι κέλευθοι, οὐ μόνον τοπικῶς φασί τινες ἀντὶ τοῦ ἐγγὺς τῆς πόλεως κεῖνται, ὡς ἐῤῥέθη, αἱ νυκτεριναὶ καὶ ἡμεριναὶ νομαὶ διὸ καὶ οἱ νομεῖς ἀλλήλους ὡς ἐῤῥέθη προσφθέγγονται, ἀλλὰ καὶ χρονικῶς ἐκλαμβάνονται, ὡς καιροῦ τινὸς πάνυ βραχείας ἐκεῖ τὰς νύκτας ποιοῦντος. διὸ μηδὲ ῥᾷον δύνασθαι μέρος μέν τι τῆς νυκτὸς ἀναπαύσασθαί τινα ἱκανῶς, μέρος δὲ βουκολῆσαι, διὰ τὸ, ἐγγὺς ἀρξαμένῃ, δηλαδὴ τῇ νυκτὶ, καὶ τὴν τοῦ ἡλίου συντρέχειν ἀνατολὴν ὀλίγον χρόνον διατρίψαντος ὑπὸ γῆν. ὅθεν τὸν τηνικαῦτα δυνάμενον ὀλιγοϋπνεῖν κερδαίνειν διπλᾶ. κατῆρξε δέ φασι τῆς τοιαύτης μαθηματικῆς ἐπινοίας Κράτης, βραχείας ὑποθέμενος τὰς ἐκεῖ νύκτας καὶ εἰπὼν εἶναι τοὺς Λαιστρυγόνας ὑπὸ τὴν κεφαλὴν τοῦ δράκοντος κατηστερισμένην περὶ αὐτοὺς, ἣν καὶ Ἄρατος λέγει ἵσσεσθαι ᾗχιπερ ἄκραι μίσγονται δύσιές τε καὶ ἀνατολαὶ ἀλλήλῃσιν. ὥστε φασὶ καὶ πλείω μὲν εἶναι τὴν ἡμέραν, ὀλίγην δὲ τὴν νύκτα. οὗ τὸ ἀνάπαλιν παρὰ τοῖς Κιμμερίοις. παρ' οἷς ὁ μῦθος πολυημέρους νύκτας πλάττεται, ὅθεν σύνεγγυς οὐσῶν ἐν Λαιστρυγονίᾳ τῶν ἀνατολῶν ταῖς δύσεσι καὶ τῆς νυκτὸς βραχυτάτης οὔσης διὰ τὸ ἐγγὺς τετάχθαι τῆς ἡμέρας εἰκότως φάναι τὸν ποιητὴν πλησιάζειν τὰς τῆς νυκτὸς κελεύθους ταῖς τοῦ ἤματος. καθάπερ ἂν γένοιτό τις καιρὸς καὶ τοῦ ἀνάπαλιν, μηκυνθείσης μὲν τῆς νυκτὸς, συσταλείσης δὲ τῆς ἡμέρας. ὅτε καὶ αἱ τῆς ἡμέρας κέλευθοι πλησιάζειν ἂν λέγοιντο τῇ νυκτί. ὅπερ ὁ ποιητὴς ἀφῆκεν ἐξ ἀναλόγου νοεῖν μνησθεὶς θατέρου διὰ τὸ θαυμασιώτερον, ἐν ᾧ ἔστι κερδαίνειν τὸν ὕπνον. διὸ οὐδὲ εἶπεν ὡς ἐγγὺς ἤματος καὶ νυκτός εἰσι κέλευθοι, ἀλλὰ νυκτός τε καὶ ἤματος, ὡς ταχὺ μετὰ νύκτα τῆς ἡμέρας διαφαινούσης. ὃ παραφράζων Ἄρατος ἔφη τό· μίσγονται δύσιες καὶ ἀνατολαί. ταυτὸν γὰρ ἐγγὺς εἶναι νυκτὸς καὶ ἤματος ὁδοὺς, καὶ μίσγεσθαι δύσεις καὶ ἀνατολάς. (Vers. 84.) Ἰστέον δὲ ὅτι τὸ, ἔνθα κ' ἄϋπνος ἀνὴρ δοιοὺς ἐξήρατο μισθοὺς τὸν μὲν δηλαδὴ νυκτὸς τὸν δὲ ἡμέρας ἁρμόζει καὶ ἐπὶ τεχνιτῶν οἳ καί τι τῆς νυκτὸς τοῖς ἔργοις ἀπομερίζονται. (Vers. 87.) Ὅτι ἐκφράζων δι' ὀλίγων τὸν ἐν τῇ Λαιστρυγονίᾳ λιμένα φησίν· ἐς λιμένα κλυτὸν ἤλθομεν, ὃν περὶ πέτρη ἠλίβατος τετύχηκε διαμπερὲς ἀμφοτέρωθεν, ἀκταὶ δὲ προβλῆτες ἐναντίαι ἀλλήλῃσιν ἐν στόματι προὔχουσιν, (Vers. 90.) ἀραιὴ δ' εἴσοδός ἐστιν. ὅ ἐστι λεπτή. στενή. ὃ καὶ δασύνουσι οἱ παλαιοὶ πρὸς διαστολὴν τοῦ ἁπλῶς ἀραιοῦ. τοῦτο δὲ παρεφράσθη, ἐκ τοῦ, λεπτὴ δ' εἰσίθμη. ὃ ἐπὶ τοῦ Φαιακικοῦ ἐῤῥέθη λιμένος. Ἐν οἷς σημείωσαι καὶ ὅτι τὸ ἐνταῦθα σαφὲς ἤγουν τὸ εἴσοδος ἐκεῖ ποιητικώτερον κεῖται. εἰσίθμη γάρ. καὶ αὖ πάλιν τὸ ἐκεῖ κοινῶς λεχθὲν ἤγουν τὸ λεπτὴ, ἐνταῦθα οὐχ' οὕτως ἐφράσθη. ἀραιὴ γὰρ ποιητικώτερον. εἶτα κοῖλον τὸν τοιοῦτον λιμένα εἰπὼν ὥσπερ δὴ ἐν τοῖς ἑξῆς καὶ πολυβενθέα, ἐπάγει ὡς οὔποτε ἀέξετο κῦμά γ' ἐν αὐτῷ (Vers. 92.) οὔτε μέγ' οὔτ' ὀλίγον λευκὴ δ' ἦν ἀμφιγαλήνη. δηλοῖ δ' ἐν τούτοις Ὅμηρος ἀγαθόν τε λιμένα τὸν ῥηθέντα εἶναι καὶ φυσικῶς ὠχυρῶσθαι. ὃ δὴ καὶ πρὸς κακοῦ γέγονε τοῖς περὶ Ὀδυσσέα. ἐγκλεισθέντες γὰρ ὥσπερ ἕρκει τῷ τοιούτῳ λιμένι, ἀπώλοντο. (Vers. 87.) Κλυτὸν δὲ λιμένα συνήθως λέγει τὸν ἄξιον περιᾴδεσθαι καὶ ἀκούεσθαι. οὕτω καὶ κλυτὰ μῆλα πρὸ ὀλίγων ἔφη. κλυτὸν μέντοι ὄνομα Ὀδυσσέως τὸ ἐξάκουστον. Τὸ δὲ τετύχηκεν, ἀντὶ τοῦ κατὰ τὴν τύχην ἐστὶ καὶ οὐκ ἐξ ἐπιτεχνήσεως. (Vers. 88.) Τὸ δὲ ἀμφοτέρωθεν, ἑρμηνεία ἐστὶν ἐνταῦθα τοῦ διαμπερὲς, ὥσπερ καὶ τὸ (Vers. 90.) προὔχουσι σαφήνειά ἐστι τοῦ, ἀκταὶ προβλῆτες. (Vers. 89.) ἤτοι αἱ τοῦ λιμένος προβεβλημέναι καὶ προέχουσαι αὐτοῦ. (Vers. 131.) ἃς δὴ καὶ ἐπηρεφέας ἐρεῖ, ὡς ἐπικεκλιμένας δίκην ὀρόφου. Τὸ δὲ ἐναντίαι ἀλλήλαις, ἀντὶ τοῦ αἱ μὲν δεξιαὶ αἱ δ' ἐξ ἀριστερῶν. Στόμα δὲ ὅτι καὶ ἐπὶ λιμένων λέγεται καθὰ καὶ ἐπὶ ποταμῶν ἔτι δὲ καὶ λιμνῶν, ὡς δηλοῖ καὶ τὸ παρὰ Θεοκρίτῳ στομάλιμνον, δῆλόν ἐστι. (Vers. 90.) Τὸ δὲ στενὸν τῆς κατὰ τὸν λιμένα εἰσόδου τὸν πολὺν ὄλεθρον τῶν τοῦ Ὀδυσσέως νηῶν πιθανολογεῖ, οὐκ εἶχον γὰρ διεκδῦναι τῆς στενότητος. οὕτω δὲ καὶ τὸ τῶν (Vers. 131.) πετρῶν ἐπηρεφὲς πιθανῶς ἀπολλυμένους τοὺς προσορμισθέντας ποιεῖ, βαλλομένους ἐκ μετεώρων, καὶ διατοῦτο ἐκπίπτοντας μὲν τῶν πλοίων εἶτα θνήσκοντας οἴκτιστα. Ἐν δὲ τῷ, κῦμα ἄξετο, ἀστείως ἔθετο τὴν αὔξησιν ἐπὶ ἐγέρσεως κύματος, ὡς