Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.372.1
Not analysed yet
μόνον οὐκ οἶδε τὰ κατὰ τοὺς Κύκλωπας, ἀλλὰ καὶ μόλις ἔφυγεν ἐξ αὐτῶν. (Vers. 118.) Τὸ δὲ βοὴν γενέσθαι καὶ ἄλλους ἄλλοθεν φοιτᾶν ἀΐοντας καὶ τὰ ἑξῆς εἰκὸς προσαρμόσαι ποτὲ ἀνδρῶν ἐφόδῳ λῃστρικῇ. (Vers. 121.) Λίθοι δὲ ἀνδραχθεῖς οἱ ἀνδροβαρεῖς, οἳ τοῖς ἄλλοις ἀνδράσιν ἐπαχθῆ ἂν γένοιντο φορήματα. (Vers. 124.) Τὸ δὲ πείροντες ἢ ἀντὶ τοῦ νηχόμενοι καὶ οὕτω περῶντες τὸν λιμένα ἐκ τοῦ πείρω τὸ περῶ ὡς τὸ, παννυχίη πεῖρε κέλευθον, ἢ ἀντὶ τοῦ, διαπείροντες τριαίναις ἢ τισὶν ἑτέροις ἀπωξυμμένοις ὀργάνοις. διὸ Λυκόφρων κεστρέων δίκην αὐτούς φησιν ἀγρευθῆναι. τινὲς δὲ γράφουσιν εἴροντες ὅ ἐστι συνείροντες κατὰ ἰχθύδια καὶ ὁρμαθὸν ποιοῦντες ὃ καὶ αὐτὸ ῥωμαλεότητα τῶν Λαιστρυγόνων δηλοῖ. ἄλλοι δὲ γράφουσιν, ἰχθῦς δ' ἀσπαίροντες, ἵνα λέγῃ ὅτι ὡς ἰχθῦς ἀσπαίροντας αὐτοὺς ἐδαίνυντο. Ὅτι ἕως οἱ Λαιστρυγόνες τοὺς ἀμφὶ τὸν Ὀδυσσέα ὄλεσκον λιμένου πολυβενθέος ἐντὸς τόφρα ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ ἀπὸ πείσματα ἔκοψε νηός. καὶ ἐποτρύνας ἐκέλευσεν ἐμβαλεῖν κώπαις, ὡς καὶ προεῤῥέθη, ἵνα φησὶν ὑπ' ἐκκακότητα φύγωμεν. οἱ δ' ἅμα πάντες ἀνέῤῥιψαν δείσαντες ὄλεθρον. (Vers. 130.) Καὶ ὅρα τὸ ἀνέῤῥιψαν ἐλλιπῶς λεχθὲν ἀναλόγως τῇ πραγματικῇ σπουδῇ, ἀλλαχοῦ δὲ ἐντελῶς ἐγράφη οἱ δ' ἀνεῤῥίπτουν ἅλα πηδῷ. λέγει δ' ἐνταῦθα Ὀδυσσεὺς καὶ ὅτι ἀσπασίως ἐς πόντον ἐπηρεφέας φύγε πέτρας νῆυς ἐμή. (Vers. 132.) αὐτὰρ αἱ ἄλλαι ἀολλέες αὐτόθ' ὄλοντο, αἱ ἕνδεκα δηλαδὴ, μιᾶς μόνης περιλειφθείσης τῆς κατὰ τὸν Ὀδυσσέα ἣν καὶ πάνυ περιεποιεῖτο. Ὅρα δὲ καὶ τὸ, αἱ ἄλλαι ἀολλέες. ἐν ᾧ παρήχησίς τις ἐμφαίνεται. (Vers. 131.) Ἀσπασίως δὲ εἰπεῖν καὶ ἀσμένως, ταυτόν ἐστι. διὸ εἰπὼν ὡς ἀσπασίως ἐς πόντον ἐπηρεφέας ἔφυγε πέτρας ἡ ναῦς, ἐπάγει ὅτι ἐνθένδε προτέρω πλέομεν ἄσμενοι ἐκ θανάτοιο. (Vers. 133.) ἀκαχήμενοι μὲν ἄλλως ἐπὶ τῷ τῶν φίλων ὀλέθρῳ, χαίροντες δὲ οἷς ἐσώθημεν. (Vers. 131.) Τίνες δὲ αἱ ἐπηρεφέες πέτραι, πρὸ ὀλίγου εἴρηται. νῦν δὲ ἔστιν εἰπεῖν καὶ ὅτι ἐπηρεφέες πέτραι νοηθεῖεν ἂν καὶ αἱ παρὰ τῶν Λαιστρυγόνων ἀφιέμεναι χερμάδες, οὕτω συχναὶ οὖσαι ὡς καὶ οἷον ἐρέφειν τοὺς βαλλομένους. (Vers. 135.) Ὅτι κἀνταῦθα τὴν νῆσον τῆς Κίρκης Αἰαίην καλεῖ παρὰ τὴν Αἶαν, πόλιν ὡς προεγράφη Κολχικήν. ἀφ' ἧς καὶ Κίρκη Αἰαία ὡς Θήβη Θηβαία, καὶ ἡ κατ' αὐτὴν νῆσος ὁμωνύμως Αἰαία, καὶ ὁ ἀδελφὸς Αἰήτης. φησὶ γοῦν Αἰαίην δ' ἐς νῆσον ἀφικόμεθα, ἔνθα δ' ἔναιε Κίρκη ἐϋπλόκαμος δεινὴ θεὸς αὐδήεσσα, αὐτοκασιγνήτη ὀλοόφρονος Αἰήταο. (Vers. 138.) ἄμφω δ' ἐκγεγάτην ἤτοι ἐξεγένοντο φαεσιμβρότου Ἠελίοιο, μητρός τ' ἐκ Πέρσης. τὴν Ὠκεανὸς τέκε παῖδα. (Vers. 136.) λέγονται δὲ παῖδες Ἡλίου Κίρκη καὶ Αἰήτης ἢ ὡς βασιλεῖς καὶ διατοῦτο καὶ διογενεῖς, Ζεὺς γὰρ ὁ Ἥλιος, ἢ καὶ ὡς λαμπροὶ ἄλλως ἐν τοῖς τότε καὶ ἐκφανεῖς, ἢ καὶ διὰ τὸ ἐν αὐτοῖς ἡλιῶδες τοῦ κάλλους, εἰκὸς δὲ καὶ κατὰ κυριωνυμίαν Ἥλιον λέγεσθαι τὸν τοιοῦτον πατέρα. οὗ προσφυῶς καὶ ἡ Πασιφάη θυγάτηρ λέγεται ἡ τοῦ Μίνωος γυνή. ἐπεὶ καὶ Ἡλίῳ οἰκεῖον τὸ, πᾶσι φάειν, ἐξ οὗ τὸ φαέθειν. εἰ δὲ καὶ ἠθικῆς τινὸς ἡ Κίρκη ἀλληγορίας προσάπτεται, τὰ ἑξῆς δηλώσουσι. Δῆλον δὲ ὅτι τῆς τοιαύτης Κίρκης (Vers. 136.) παρώνυμον τὸ ἐν τῇ Ἰταλίᾳ Κιρκαῖον πεδίον, ὃ τινὲς καὶ τόπῳ τινὶ ἀνατολικῷ ἐπιλέγουσιν. (Vers. 137.) Αὐδήεσσα δὲ καὶ νῦν, ἡ περιβόητος, ἢ διαλέκτῳ ἀνθρωπίνῃ χρωμένη. γράφεται δὲ καὶ οὐδήεσσα, τουτέστιν ἐπίγειος κατὰ τὴν Καλυψὼ καὶ τὰς λοιπὰς νύμφας. (Vers. 138.) Ὀλοόφρων δὲ ὁ Αἰήτης διὰ τὸ τοῦ ἤθους οὐχ' ἱλαρὸν ὡς δηλοῖ τὰ κατὰ τὸν Ἰάσονα καὶ τὴν Μήδειαν. κατὰ δέ τινας, ὁ συνετὸς καὶ φρονῶν ὁλόκληρα. Τὸ δὲ ἐκγεγάτην πρωτότυπόν ἐστι τοῦ ἔκγονος. Φαεσίμβροτος δὲ ὁ Φαέθων βροτοῖς. οὗ ἡ παραγωγὴ ὡς τὸ τερψίμβροτος. (Vers. 130.) Τὴν δὲ Πέρσην οἰκείως ὁ μῦθος γυναῖκα πλάττει τῷ Ἡλίῳ διὰ τὴν ἀεικίνητον αὐτοῦ περαίωσιν, ἤγουν ἐκ περάτης εἰς περάτην ποιητικῶς εἰπεῖν, κίνησιν. διὸ καὶ Ὠκεανοῦ θυγάτηρ αὕτη λέγεται, διὰ τὸ τὸν Ἥλιον ὠκὺ ἀνύειν τὸν δρόμον ὃν περᾷ φυσικῶς. εἰ δὲ καὶ τὴν Ἑκάτην Ἡσίοδος Περσηΐδα καλεῖ, οὐ μακρὰν οὐδ' ἐκεῖνο τοιαύτης ἀλληγορίας ἐστί. καὶ ἄλλως δὲ Ὠκεανοῦ θυγάτηρ ἡ Πέρση, διὰ τὴν τοῦ Ἡλίου ἀνατολὴν καὶ δύσιν ἐξ Ὠκεανοῦ καὶ εἰς Ὠκεανόν. (Vers. 140.) Ὅτι κατάπλουν εὐτυχῆ φράζει τὸ, ἔνθα δ' ἐπ' ἀκτῆς νηῒ κατηγαγόμεσθα σιωπῇ, ναύλοχον ἐς λιμένα. (Vers. 141.) θεὸς δὴ ἡγεμόνευεν. ὃ δηλοῖ θεῖόν τι χρῆμα τὴν εὐτυχίαν εἶναι, καθά φασι καὶ οἱ μεθ' Ὅμηρον σοφοί. (Vers. 140.) Ἔστι δὲ καὶ νῦν καταγάγεσθαι, τὸ καταπλέειν. οὗπερ ἀνάπαλιν τὸ ἀνάγεσθαι. (Vers. 141.) Ναύλοχος δὲ καὶ νῦν λιμὴν ὁ ναῦς κοιμίζων ὡς ἐπὶ λέχους, ἢ κρύπτων παρὰ τὸν λόχον. Οἱ τοῦ Ὀδυσσέως δὲ φίλοι (Vers. 140.) νῦν σιωπῇ κατάγονται, οἷα ἤδη πεφοβημένοι διὰ