Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.371.1
Not analysed yet
καὶ Γίγασιν ἐοίκασι. (Vers. 113.) καὶ ὅτι ἐγγύς που Κυκλωπείας φύσεως ἡ τοῦ Ἀντιφάτου ὑπογράφεται γυνὴ, οἷα οὖσα ὅση ὄρεος κορυφὴ, καθὰ καὶ ὁ Πολύφημος ἐῴκει ὄρει ὑλήεντι. καὶ ὁ Ἀντιφάτης ὡς οἷον ἥμισυ Κύκλωπός ἐστι τὴν βορότητα. ἕνα γὰρ ἑτάρων μάρψας ἐδείπνησε, τοῦ Κύκλωπος σὺν δύο αὐτοὺς θοινομένου. εἰ δὲ τὸν κήρυκα ὁ Ἀντιφάτης ἔμαρψεν, οὐκ ἔστι σαφῶς εἰπεῖν. (Vers. 102.) Ὅρα δὲ ὅτι ἐν τῷ, ἄνδρε δύω κρίνας, τρίτον δὲ κήρυκα δοὺς, ἁπλούστερον ὁ ποιητὴς γράφει. τοὺς μὲν γὰρ δύο τῷ φυσικῷ καλέσας ὀνόματι, ἄνδρε γάρ. τὸν δὲ τρίτον, τῷ ἐκ τοῦ ἀξιώματος. ἄλλως γὰρ, ἀνὴρ πάντως ἦν καὶ ὁ κῆρυξ. καὶ οὐκ ἔστιν ἐνταῦθα διαστολὴ ὁποία μετ' αὐτὸ ἐν τῷ, οὐκ ἄνδρεσιν ἐοικότες ἀλλὰ Γίγασι. (Vers. 103.) Λείαν δὲ ὁδὸν, τὴν ἁμαξιτὸν λέγει. διὸ καὶ ἐπάγει ἑρμηνεύων περιφραστικῶς, ᾗπερ ἅμαξαι καὶ τὰ ἑξῆς. (Vers. 104.) Ἄστυ δὲ ὅτι πάλαι μὲν ἅπαν πόλισμα, ὕστερον δὲ ἰδίως τὸ Ἀττικὸν, καθὰ καὶ πόλις ἰδιαζόντως ἦν ὅτε ἡ Ἀλεξάνδρεια κατ' ἐξοχὴν, δεδήλωται ἐν ἄλλοις, ὁμοίως καὶ ὅτι τῷ ἄστεϊ παρωνόμασται ὁ κατὰ παίδευσιν ἀστεῖος πρὸς διαστολὴν ἀγροίκου τοῦ καὶ ἀγρότου καὶ ἀγροιώτου καὶ ἀγρείου δὲ διὰ παραληγούσης διφθόγγου. Τὸ δὲ ἀγινεῖν παράγωγον ὂν τοῦ ἄγειν σεσημείωται τοῖς παλαιοῖς ὡς ἀεὶ ἐκτείνει τὴν γι συλλαβήν. οἷον. ἕκαστος μῆλον ἀγινεῖ. καὶ, πάροιθεν ἀγίνεσκον. καὶ, ἠγίνεον ἀνὰ ἄστυ. ἔνθα ἡ γι συλλαβὴ μετὰ τῆς ὄπισθεν αὐτῆς ἀπαρτίζουσα σπονδεῖον, τὰς ἐφεξῆς τέσσαρας προκοιλίου στίχου λόγῳ, δακτυλικῶς ποδίζει. Τὸ δὲ πρὸ ἄστεος ἀρχή ἐστι τοῦ παρὰ τοῖς ὕστερον προαστείου. (Vers. 105.) Τὸ δὲ ὑδρευούσῃ παθητικῶς οἱ μεθ' Ὅμηρον φασὶν Ἀττικοί. παράφρασις δὲ ἢ περίφρασις τοῦ ὑδρεύειν εἴτουν ὑδρεύεσθαι τὸ, ὕδωρ προτὶ ἄστυ φέρεσκον. (Vers. 106.) Ὁ δὲ Ἀντιφάτης καὶ Ἀντιφατεὺς ἐνταῦθα κεῖται ὁμοίως τῷ Γηρυόνης καὶ Γηρυονεύς. οὕτω δὲ καὶ Τυφῶν καὶ Τυφῶς καὶ Τυφωεύς. τοῦτο δὲ καὶ πλείους ἔχει κλίσεις. ἔστι γὰρ καὶ Τυφῶν Τυφῶνος, ἔτι δὲ καὶ Τυφάων Τυφάονος, ὡς δηλοῖ καὶ πραὰ Ὀππιανῷ τὸ Τυφαονίων ἀλαλητῶν. (Vers. 107.) Τὸ δὲ κατεβήσετο γράφεται μὲν παρά τισι καὶ κατεβήσατο. κλίνεται δὲ ὡς παθητικὸς παρατατικός. οἷα τοῦ καταβήσω μέλλοντος ἀναδραμόντος εἰς ἐνεστῶτα. (Vers. 108.) Ἀρτακία δὲ παρ' Ὁμήρῳ μὲν πηγὴ περὶ Λαιστρυγόνας, ἴσως μὲν ἱστορικῶς περιφερομένη, τυχὸν δὲ καὶ πεπλασμένη διὰ τὸ ἀένναον, παρὰ τὸ ἄρτι κίειν ὅ ἐστιν ἀναδίδοσθαι καὶ προιέναι ἢ ἀνακηκίειν, πρὸς ὁμοιότητα τοῦ, αἰεὶ νέον ἐρχομενάων. Ἡρόδοτος δὲ καὶ πόλιν οἶδεν Ἀσιανὴν Ἀρτακίαν, ὡς δηλοῖ ἐν τῷ, ἄνδρα Κυζικηνὸν ἐξ Ἀρτακίης πόλεως. (Vers. 110.) Τὸ δὲ ὅστις τῶνδε βασιλεὺς καὶ τοῖσιν ἀνάσσει, ἐκ παραλλήλου κατὰ μίαν ἔννοιαν κεῖται. εἴη δὲ ἂν ὁ ἐνταῦθα βασιλεὺς τυραννικὸς διὰ τὸ ἄγριον, εἰ καὶ μὴ οἶδε τὴν τοῦ τυράννου λέξιν ὁ ποιητής. (Vers. 111.) Ὅρα δὲ καὶ τὸ ὑψερεφὲς ἐνταῦθα ὡς καὶ ἀλλαχοῦ συστέλλον τὴν προπαραλήγουσαν. (Vers. 112.) Τὸ δὲ γυναῖκα ὅτι οὐ τὴν κατὰ φύσιν λέγει ἀλλὰ τὴν ὕπανδρον, δηλοῖ τὸ, ἡ δὲ ἐκάλει ὃν πόσιν. (Vers. 113.) Τὸ δὲ ἔστυγον αὐτὴν ἀντὶ τοῦ, ἔφριξαν, κατὰ τὸ, στυγέει δὲ καὶ ἄλλος, ἤγουν φρίξει. ὅθεν καὶ στὺξ φρικτὴ πηγὴ ἡ ἐν Ἅιδου. ἀφ' ἧς οἷα φρικτῆς οὐ μόνον ὁ στυγητὸς παρῆκται καὶ ὁ στυγερὸς τὰ κοινὰ, ἀλλὰ καὶ ὁ στύγαξ. Εὐκράτης γοῦν φασὶ στρατηγὸς Ἀθηναίων στύγαξ ἐπεκαλεῖτο διὰ τὸ στυγεῖσθαι ὡς δωροδόκος καὶ προδότης, διὸ καὶ κακῶς ὤλετο ἢ ἀναιρεθεὶς ἢ πιὼν κώνειον. Ἰστέον δὲ ὅτι πάλαι μὲν φρίκην ῥιγεδανὴν ἐδήλου τὸ στυγεῖν, οἱ δὲ ὕστερον καὶ ἀντὶ τοῦ μισεῖν αὐτὸ λαμβάνουσι διὰ τὸ ἐπακολουθοῦν μῖσος τοῖς στυγουμένοις. αὐτὸ δέ γε τὸ μισεῖν κοινότερον ἐπὶ τοῦ ἐχθραίνειν τεθὲν ἡ κωμικὴ σεμνότης ἐπὶ μίξεων ἔθετο ἀσέμνων. Ἀριστοφάνης γοῦν μισητέαν ἐπὶ κατωφερείας ἔφη ἤγουν ῥοπῆς ἀσχέτου τῆς περὶ μίξεις. ἄλλοι δὲ μισήτην βαρυτόνως πρὸς διαστολὴν τῆς ὀξυτονουμένης τὴν κοινὴν καὶ ῥᾳδίαν, λέγοντες καὶ χρῆσιν αὐτῆς εἶναι παρὰ Κρατίνῳ καὶ Σώφρονι. χρᾶται δὲ αὐτῇ καὶ παροιμία ἐν τῷ, περὶ σφυρὸν παχεῖα μισήτη γυνή. καὶ ταῦτα μὲν τοιαῦτα. (Vers. 114.) ἐν δὲ τῷ, ἐξ ἀγορᾶς ἐκάλει, σημείωσαι ψεκτὴν ἀγορὰν τὴν τῶν ἀνθρωποφάγων Λαιστρυγόνων, οὐ μὴν ἐπαινετὴν κατὰ τὴν παρὰ τοῖς Φαίαξιν. (Vers. 108.) Ὅτι δὲ Ἀρτακίη ἐκαλεῖτο ἡ ῥηθεῖσα πηγὴ καὶ ὅτι Ἀντιφατεὺς εἴτε καὶ Ἀντιφάτης ὁ ἐνταῦθα βασιλεὺς, ἐκ τῆς Κίρκης εἴτε καὶ ὕστερον ἐκ τῆς Καλυψοῦς, ἔοικε μαθὼν εἰδέναι ὁ Ὀδυσσεύς. οἴδασι γὰρ ἐκεῖναι τὰ κατὰ τὸν Ὀδυσσέα. διὸ Καλυψὼ μὲν ἔφη τῷ Ὀδυσσεῖ τὰ κατὰ τὸν Ἥλιον ὅτε διὰ τὰς βοῦς ἐχολοῦτο καθὰ ἐν τοῖς ἑξῆς ῥηθήσεται. ἡ δὲ Κίρκη ἐρεῖ τῷ Ὀδυσσεῖ ὅτι οἶδε καὶ αὐτὴ ὅσα ἐν πόντῳ ἐκεῖνος ἔπαθεν ἄλγεα. ἄλλως μέντοι οὐκ εἰκὸς γνωστὰ εἶναι ταῦτα τῷ Ὀδυσσεῖ. ὃς οὐ