Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.374.1
Not analysed yet
αἰγῶν, ἐν δὲ τῇ τῶν Κυκλώπων ἀπαγωγὴ θρεμμάτων ἡμέρων. ἐνταῦθα δὲ θήρα ἐλάφου αὐτόματος. οὕτω δὲ καὶ τὰ κατὰ τοὺς ἑταίρους ποικίλα τῷ Ὀδυσσεῖ. ἡ μὲν γὰρ λάχεια οὐδένα ἔβλαψεν, ὁ δὲ Κύκλωψ ἓξ κατέσπασεν. οἱ δὲ Λαιστρυγόνες μικροῦ δεῖν πάντας ἀπήγαγον. ἡ δὲ τῆς Κίρκης νῆσος ἕνα μέν τινα ἐξολέσει, ἄλλους δὲ ἐξανθρωπίσει. Ποικίλλεται δὲ καὶ ἄλλως τὰ κατὰ τὸν Ὀδυσσέα καὶ ἐν τοῖς ἡδέσι καὶ τοῖς λυπηροῖς. εὔφρανε μὲν γὰρ αὐτὸν ἡ λάχεια. ἐξεπτόησε δὲ καὶ φίλοις ὀλίγοις ἐζημίωσεν ἡ τῶν Κυκλώπων. μεγάλα δὲ ἐλύπησεν ἡ τῶν Λαιστρυγόνων. ἡ δὲ τῆς Κίρκης εὐφρανεῖ ὡς ἐν τοῖς ἑξῆς φανήσεται, ἄλλης ἡδονῆς οὖσα πρόξενος ἤπερ ἡ τῶν Λωτοφάγων. ἐκείνη γὰρ ἀπρόσιτος ἦν τῷ Ὀδυσσεῖ ὡς ἐκλανθάνουσα τῆς πατρίδος διὰ τὴν ἰδιότητα τοῦ λωτοῦ. (Vers. 157.) Ἰστέον δὲ καὶ ὅτι Ὁμήρου συμπαθείας καὶ ἐλέου θεμένου ἐνταῦθα τὸν ὀλοφυρμὸν ἐπὶ κλαυθμοῦ τὴν λέξιν οἱ μεθ' Ὅμηρον ἔθεντο. (Vers. 158.) Ὅρα δὲ ὡς καὶ εἰ καὶ Ἰωνικῶς τὰ πολλὰ κατὰ θῆλυ γένος ἡ ἔλαφος προφέρεται, ἀλλ' ἐνταῦθα ἀρσενικῶς προήνεκται διὰ τὸ μὴ κατ' εἶδος λελέχθαι. ὅτι δὲ καί τις πλακοῦς ἀνεπλάσσετο ἐν ἐλαφηβολίοις διὰ σταιτὸς καὶ μέλιτος καὶ σησάμου ἔλαφος καλούμενος ὁ δειπνοσοφιστὴς ἱστορεῖ. ἑορτῆς δὲ ὄνομα τὰ ἐλαφηβόλια. (Vers. 160.) Τὸ δὲ πιόμενος ἐκτείνει τὴν ἄρχουσαν οὐχ' ὡς μέσος δεύτερος ἀόριστος, ἀλλ' ὡς ἐνεστὼς, καθὰ καὶ τὸ πιόμεν' ἐκ βοτάνης. (Vers. 161.) Τὸ δὲ εἶχεν αὐτὸν μένος Ἡλίου, περιφρασίς ἐστι τοῦ ἐδίψα, ἢ καὶ ἄλλως συμβολικᾶς ἐῤῥέθη καὶ ὡς αἴνιγμα, ὡς τοῦ κατόχου Ἡλίῳ διψῶντος διὰ τὴν ἐκεῖθεν ζέσιν. Ἄκνηστις δὲ, τὰ μέσα νῶτα ἐπὶ τετραπόδων ὡς ὁ ποιητὴς ἐξηγεῖται, ἣν δηλαδὴ οὐκ ἔστι κνήσασθαι, ὡς καὶ πρὸ τούτων ἐῤῥέθη ἔνθα περὶ ἰξύος ἐγράφη. (Vers. 163.) Μακὼν δὲ κἀνταῦθα ἢ ἀντὶ τοῦ ἄσημον ἦχον ἀποτελέσας, ἵνα ᾖ ὀνοματοποιΐα ὁ τρόπος, ἢ ἀντὶ τοῦ εἰς μῆκος ἐκταθείς. (Vers. 164.) Τὸ δὲ ἀπὸ δ' ἔπτατο θυμὸς, περίφρασίς ἐστι τοῦ θανεῖν. Ἐμβαίνειν δὲ, τὸ στερεῶς ἐρείδειν τῷ κειμένῳ τὸν πόδα. καὶ ἔστιν ὅμοιον τῷ ἐνάλλεσθαι. (Vers. 166.) Ῥῶπες δὲ καὶ λύγοι, ὡς καὶ ἀλλαχοῦ ἐγράφη, φυτὰ ἱμαντώδη καὶ οὕτως εὐλύγιστα, ὡς καὶ πεῖσμα ὅ ἐστι σχοινίον ἐξ αὐτῶν στρέφεσθαι ἤγουν κλώθεσθαι. Ἔνθα ὅρα καὶ ὡς οὐκ ἐπὶ μόνων (Vers. 167.) σχοινίων νεὼς τὸ πεῖσμα λέγεται. Δῆλον δὲ ὅτι καὶ ἐπιμήκεις κατὰ τοὺς παλαιοὺς καὶ εὔκαμπτοι αἱ τῶν λύγων ῥάβδοι. (Vers. 169.) Ἡ δὲ ὄργυια καὶ ἐνταῦθα συνήθως προπαροξύνεται ὁμοίως τῷ ἅρπυια εἰλείθυια καὶ τοῖς τοιούτοις. Καταλοφάδια δὲ ἀντὶ τοῦ κατὰ λόφου, κατὰ αὐχένος, κατὰ τραχήλου. λόφος δὲ κυρίως ἐπὶ ἀλόγων ζῴων τὸ μετὰ τὴν κεφαλὴν, ἔνθα τοῖς ζευγνυμένοις ἐπιτίθεται ὁ ζυγός. ὅθεν ὁ τραγικὸς Οἰδίπους φησὶ τῶν τινὰς πολιτῶν μὴ ἐθέλειν ὑπὸ ζυγῷ νῶτον εὐλόφως φέρειν, ἤγουν εὐπειθῶς. ἀπὸ δὲ τοῦ τοιούτου λόφου καὶ ἡ τοῦ κάπρου εἴρηται λοφιά. εἰ δὲ καὶ ὥσπερ ἐκ τῆς ζωϊκῆς κορυφῆς ὀρεινὴ λέγεται κορυφὴ, οὕτω καὶ ἐκ τοῦ τοιούτου λόφου οἱ τοῦ ὄρους λόφοι, ὅθεν καὶ λοφνίδες αἱ ἐκ τῶν ἐκεῖθεν τόπων λαμπάδες, οὐκ ἔστι βεβαιώσασθαι. ἴσως γὰρ μᾶλλον ἐκ τοῦ ὀρεινοῦ λόφου ὁμωνύμως καλεῖται καὶ ὁ ζωϊκὸς λόφος. τὸ δὲ εἰπεῖν ὡς ταυτόν ἐστι καταλοφάδια καὶ κατωμαδὸν, ἀσφαλῶς ἔχει. εἰ γὰρ καθ' Ὅμηρον οὐκ ἦν ἐπ' ὤμου ἑνὸς φέρειν τὸ τοιοῦτον ζῷον χειρὶ ἑτέρῃ ἤγουν μιᾷ, ἀλλὰ δηλαδὴ ἀμφοτέραις καὶ ἐπ' ἀμφοτέρων ὤμων, ἑρμηνεία γάρ ἐστι τοῦτο τοῦ καταλοφάδια, πάντως καὶ ὁ οὕτω φέρων κατ' ἀμφοτέρους φέρει ὤμους. καὶ ἔστι λοιπὸν καταλοφάδια φέρειν τὸ κατωμαδὸν βαστάζειν. τὸ δὲ καταλοφάδια κοινότερον μὲν διὰ τοῦ ἰῶτα ὀφείλει ἔχειν τὴν παραλήγουσαν. τὰ δὲ πλείω τῶν παλαιῶν ἀντιγράφων διὰ διφθόγγου ἔχει αὐτήν. Ἰστέον δὲ ὅτι πρὸς ἀκρίβειαν προϋπάρχει ὥσπερ τοῦ κατὰ τὴν περικεφαλαίαν λόφου οὕτω καὶ τοῦ ὀρεινοῦ ὁ ζωϊκός. καὶ γένοιτ' ἂν ἐκ τοῦ λέπω λέψω λέλεφα ὁ τοιοῦτος λόφος. σπουδῆς γὰρ ἄξιον ἀποδαρὲν ἤγουν ἐκλεπισθὲν τὸ τοιοῦτον μέρος τοῦ ζῴου. Ἔτι ἰστέον καὶ ὅτι τῶν εἰρημένων ὑποκοριστικῶς ἢ ἄλλως κατὰ παραγωγὴν λοφνίδων, ὧν χρῆσις καὶ παρὰ Λυκόφρονι, πρωτότυπον ἡ λοφνία ὡς δηλοῖ Ἀθήναιος εἰπὼν ὅτι λοφνία ἡ ἐκ φλοιοῦ λαμπάς. (Vers. 171.) Θηρία δὲ κοινῶς πάντα τὰ ἄλογα. διὸ καὶ τὸν ἀράχνην θηρίον φησὶν ὁ Αἰλιανός. σημειοῦνται δὲ οἱ παλαιοὶ μὴ εἶναι παρὰ τῷ ποιητῇ μηδὲ τὸ θηρίον τύπου ὑποκοριστικοῦ, παρωνυμεῖσθαι δὲ τῷ θηρί. μηδὲ γὰρ κεῖσθαι τὸ τοῦ ὑποκορισμοῦ ταπεινὸν παρ' Ὁμήρῳ διὰ τὸ ὑψηλόφωνον καὶ ἡρωϊκὸν τῆς αὐτοῦ ποιήσεως. εἰ δέ τις φασὶ καὶ θείη μὴ παρώνυμον εἶναι τοῦ θηρὸς τὸ θηρίον ὡς τοῦ ἴχνους τὸ ἴχνιον ἀλλ' ὑποκοριστικὸν, ἐξεγήγερταί φασιν ἄλλως τῆς ταπεινότητος, διά τε τοῦ, μέγαν ἔλαφον, καὶ τοῦ, δεινοῦ πελώρου, καὶ τοῦ, μάλα μέγα. διὸ καὶ