Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.375.1
Not analysed yet
μετὰ στίχους ὀκτὼ, πάλιν ἐρεῖ τὸ, μάλα μέγα θηρίον εἶναι τὸ πεσόν. οὕτω καὶ ἀλλαχοῦ τειχίον εἰπὼν ὑποκοριστικώτερον ὕψωσεν εἰπὼν ἐκεῖνο μέγα. οἷον. παρὲκ μέγα τειχίον αὐλῆς. καὶ τὸ οἰκίον δὲ, οὐδ' αὐτὸ σμικρόν τι δηλοῖ ἐν τῷ, οἰκία δ' αὔτε μητέρι δοῖμεν. πῶς γὰρ ἂν σμικρὰ εἴη τὰ μέγαρα τοῦ Ὀδυσσέως ἅπερ ἐξ ἑτέρων ἕτερα ἐστίν; οὐ μὴν οὐδὲ ὅτε οἰκία λέγει Ἅιδου ἐν Ἰλιάδι, ὑποκοριστικῶς ἂν ἐκεῖνα οὕτω λέγοι, ἀλλὰ μάλιστα παρωνύμως. ἵνα μὴ καὶ αὐτὸ σκῶμμα εὕροι καθὰ καὶ τὸ, αἰθέρα Διὸς δωμάτιον, καθ' οὗ Ἀριστοφάνης ἔπαιξε, συγκαταπαίξας ἅμα καὶ τὸ, χρόνου πόδα, ὅπερ δοκεῖ παραξεσθῆναι ἀπὸ τοῦ, περιπλομένων ἐνιαυτῶν. Ἰστέον δὲ καὶ ὅτι ἐξ Ὁμήρου λαβὼν Εὐριπίδης μέθοδον τὴν βασιλικὴν παῖδα Πολυξένην μόσχον μὲν εἰπὼν εὐτελῶς ἔφρασε. σκύμνον δὲ προσειπὼν ἐπηύξησεν. ἐπὶ λεόντων γὰρ κυρίως τὸ σκύμνος. εἰ καὶ οἱ παλαιοὶ ἐξαιροῦσι τῆς Ὁμηρικῆς ποιήσεως οἷα σμικροπρεπὲς τὸ ὑποκορίζεσθαι, ἀλλ' ὅμως ἔστιν οὗ κεῖσθαι καὶ τοιαῦταί τινες λέξεις δοκοῦσι προσφυῶς τοῖς ὑποκειμένοις πράγμασιν. ἐν αἷς καὶ ἀγκαλὶς ἡ ἀγκάλη ἐν Ἰλιάδι. οἷον. ἐν ἀγκαλίδεσσι τιθήνης. καὶ, παῖδες ἐν ἀγκαλίδεσσι φέρον. ὅτι δὲ ὑποκοριστικῶν τύποι διάφοροι, δῆλον ἐκ τῶν παλαιῶν. παρ' οἷς κεῖται καὶ ἀρσενικῶν τύπος ὁ μὲν κατὰ τὸ πλεονάζον. οἷον. Ἡφαιστίων Ἡφαιστίωνος ὁ Ἥφαιστος. ὁ δὲ, κατὰ τὸ ἐλλεῖπον. οἷον. Βάκχων Βάκχωνος καὶ Σίμων Σίμωνος, ὁ Βακχυλίδης δηλαδὴ καὶ ὁ Σιμωνίδης. ὧν καὶ φυλάσσεται τὸ ω τῆς εὐθείας ἐν τῇ γενικῇ. (Vers. 172.) Τὸ δὲ ἀνέγειρα μειλιχίοις ἐπέεσσι παρασταδὸν ἄνδρα ἕκαστον ἀνθρώπου ἦθος δηλοῖ πρᾴως ὀτρύνοντος. (Vers. 174.) Ὅτι παρηγόρημα τῶν ὡς ἐπὶ κινδύνῳ λυπουμένων τὸ, ὦ φίλοι, οὐ γάρ που καταδυσόμεθ' ἀχνύμενοί περ εἰς Ἀΐδαο δόμους πρὶν (Vers. 175.) μόρσιμον, ἢ καὶ ἄλλως εἰπεῖν, θεόθεν ἦμαρ ἐπελθεῖν. ἀλλ' ἄγετε μνησόμεθα βρώμης, (Vers. 177.) μηδὲ τρυχώμεθα λιμῷ. ἃ δὴ περίφρασίς ἐστι τοῦ φάγωμεν. ἢ καὶ ἄλλως δηλωτικὰ τοῦ φαγεῖν, ἐκ τῶν πρὸ αὐτοῦ καὶ μετ' αὐτό. πρῶτον γάρ τις μνησάμενος βρώμης, εἶτα φαγὼν οὐκέτι τρύχεται λιμῷ. καὶ ἔστι τοιαύτη μέθοδος καὶ ἀλλαχοῦ παρ' Ὁμήρῳ, ἣν καὶ ὁ Ἑρμογένης ἐπισημαίνεται, διδάσκων εἶναί ποτε καὶ μάλιστα ἐπὶ τῶν μὴ σεμνῶν σιγᾶσθαι μὲν τὸ πρᾶγμα, δηλοῦσθαι δὲ ὅμως ἐκ τῶν πρὸ αὐτοῦ καὶ τῶν μετ' αὐτό. (Vers. 174.) Τὸ δὲ καταδυσόμεθα, σεμνοτάτη λέξις ἐπὶ ἀνθρώπου, ὡς δύνοντος καὶ αὐτοῦ ἡλίου δίκην ὅτε ὑπὸ γῆν γένηται. (Vers. 176.) Ἐκ δὲ τοῦ βέβρωμαι ἡ βρώμη, ὡς ἐκ τοῦ τέτρωμαι ἡ τρώμη Ἰωνικῶς ἤγουν ἡ τρῶσις, καὶ ἐκ τοῦ ἔῤῥωμαι, ἡ ῥώμη. τὸ δὲ ὅλον εἰπεῖν τριῶν τούτων τοῦ, βέβρωμαι βέβρωσαι βέβρωται, ἐκ τοῦ πρώτου μὲν ἡ βρώμη καὶ τὸ βρῶμα, ἐκ τοῦ δευτέρου δὲ ἡ βρῶσις. οἷον. δότ' ἀμφίπολοι βρῶσίν τε πόσιν τε. καὶ ἐνταῦθα δὲ, ὄφρα ἐν νηὶ βρῶσίς τε πόσις τε. ἔκ τε τοῦ τρίτου τὸ βρωτὸν καὶ ἡ βρωτύς. (Vers. 174.) Σημείωσαι δὲ τὸ, ὦ φίλοι, οὐ γάρ που καταδυσόμεθα εἰς Ἅιδην, ἀλλὰ μνησόμεθα βρώμης, ἐν πολλοῖς γὰρ ὁ ποιητὴς ἀρχόμενος ἀπὸ τοῦ γαρ, εἶτα ἐπάγει τὸν ἀλλα σύνδεσμον ταυτοδυναμοῦντα τῷ δὴ, οὕτω γοῦν καὶ μετ' ὀλίγα φησίν· (Vers. 190.) ὦ φίλοι, οὐ γάρ τ' ἴδμεν ὅπῃ ζόφος, οὐδ' ὅπῃ Ἠὼς, οὐδ' ὅπῃ Ἠέλιος φαεσίμβροτος εἶσιν ὑπὸ γῆν, οὐδ' ὅπῃ ἀννεῖται, ἀλλὰ φραζώμεθα θᾶσσον. ἔνθα ζόφον μὲν τὴν δύσιν εἰπὼν Ἠῶ δὲ τὴν ἀνατολὴν ἡρμήνευσε τὰς λέξεις εὐθὺς πλατύτερον. πρῶτα μὲν τὸν ζόφον διὰ τοῦ, ὅπῃ Ἥλιος ὑπὸ γῆν εἶσιν. εἶτα τὴν Ἠῶ διὰ τοῦ, ὅπῃ ἀνίσχει. τοῦτο γάρ ἐστι τὸ ἀννεῖται, ἀντὶ τοῦ ἀναστείχει, ἀνανέεται, ἀνέρχεται, ἀνατέλλει. ἐν οἷς Ὀδυσσεὺς λέγει μὴ εἰδέναι ὅπῃ κοσμικοῦ κλίματός εἰσιν. οὐ γὰρ ἔχομέν φησι συγκρῖναι εἴπερ ἀνατολικοὶ πρὸς ἑτέραν χώραν ἐσμὲν, ἢ δυτικοί. καὶ τοῦτο μὲν τοιοῦτον. κεῖται δὲ καὶ μετὰ βραχέα ἐν τοῖς περὶ Κίρκης σχῆμα ὅμοιον. οἷον, ὦ φίλοι, ἔνδον γάρ τις καλὸν ἀοιδιάει, ἀλλὰ φθεγγώμεθα θᾶσσον. Σημείωσαι δὲ ὅτι ὁ γεωγράφος εἰς τὸ, οὐ γάρ τ' ἴδμεν ὅπῃ ζόφος καὶ ἑξῆς ὡς προγέγραπται, λέγει ὅτι ἐν τόπῳ τινὶ Ὀδυσσεὺς ἐγένετο, ἔνθα ἐνήλλακτο τὰ τοῖς πολλοῖς φαινόμενα ἐν οὐρανῷ, διὸ καὶ ταράσσεται. τῶν τινὲς δὲ παλαιῶν οὐκ ἀποροῦντα δεινοπαθοῦντα δὲ τὸν Ὀδυσσέα ταῦτα λέγειν φασί. Περὶ δὲ τοῦ φράζεσθαι εἰ καὶ προγέγραπται, ὅμως οὐ πάρεργον καὶ ἐκ τῶν Ἡρακλείδου παρασημειώσασθαι ταῦτα. ἀνέκαθέν φησιν ἤγουν ἐξ ἀρχῆς θεματικῆς, ἔστι φῶ τὸ λέγω, οὗ μετοχὴ ἀόριστος, φάσας. ὡς κλῶ κλάσας. καὶ συγκοπῇ, φάς. οἷον. φὰς ἔμεν ἀπτόλεμον. ὥσπερ καὶ κλάς φησι παρὰ Ἀνακρέοντι. τὸ δὲ φῶ παραχθὲν εἰς τὸ φάζω ἐξ οὗ ἡ φάσις, προσλήψει τοῦ ρ γίνεται φράζω ὅθεν ἡ φράσις. ἄλλως δὲ μεταληφθὲν Μακεδόνων φησὶ διαλέκτῳ καὶ ἐξενεχθὲν διὰ τοῦ β, ποιεῖ τὸ βῶ βάζω Σικελικῶς κατὰ