Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.380.1
Not analysed yet
τις ἐξ ἱστορίας δέξηται. κοινότερον μέντοι ἀδευκὴς ὁ ἀπροσδόκητος ἀπὸ τοῦ δέκω, ὃν οὐκ ἄν τις προσεδόκησεν. (Vers. 246.) Ὅτι μεγάλην ἐνδείκνυται λύπην τὸ, οὐδέ τι ἐκφάσθαι δύνατο ἔπος ἱέμενος περ κῆρ ἄχεϊ μεγάλῳ βεβολημένος. ἐν δέ οἱ ὄσσε δακρυόφιν πίμπλαντο, γόον δ' ὠΐετο θυμός. (Vers. 247.) λέγει δὲ ἐκφάσθαι τὸ ἐξειπεῖν λόγῳ προφορικῷ. (Vers. 249.) Τοῦ δὲ βεβολῆσθαι ἤγουν βεβλῆσθαι ἡ χρῆσις καὶ ἐν Ἰλιάδι. κεῖται δ' ἐν τούτοις καὶ ἀγάσασθαι, οὐ τὸ ζηλοτυπῆσαι, ὡς πρὸ τούτων, ἀλλ' ἁπλῶς τὸ μέμψασθαι. φησὶ γάρ· ἀλλ' ὅτε δή μιν πάντες ἀγασσάμεθα, τότε δὴ εἶπε τάδε. (Vers. 248.) Τὸ δὲ γόον ὠΐετο θυμὸς, ἀντὶ τοῦ νόμισιν ἐδίδου καὶ ἐφάνταζε θρήνου δήλωσιν. (Vers. 251.) Ὅτι ἐπαινοῦνται τῆς εὐρυθμίας τὰ δύο ἔπη ταῦτα, ᾔομεν ὡς ἐκέλευες ἀνὰ δρυμὰ φαίδιμ' Ὀδυσσεῦ. εὕρομεν ἐν βήσσῃσι τετυγμένα δώματα καλά, τὰ τῆς Κίρκης δηλαδή. καλὸν δ' ἐν τούτοις καὶ ἡ ἀσύνδετος εἰσβολή. Τοῦ δὲ ᾔομεν ἐνεστὼς ἐΐω. οὗ παρατατικὸς, ἤϊον. πληθυντικὸν ἠΐομεν. καὶ κατὰ συναίρεσιν, ᾔομεν. ἄλλως γάρ φασιν οὐδέ ποτε ἐν παρωχημένῳ κατάρχει μὲν τὸ ἦτα μόνον, ἐπάγεται δὲ τὸ ο. διὸ καὶ ἐν τῷ ἑορτάζω δέον ὂν εἶναι τὸν παρατατικὸν ἠόρταζον, οὐ γίνεται οὕτως, ἀλλ' ἀντ' αὐτοῦ κατὰ μετάθεσιν χρονικὴν φαμὲν ἑώρταζον. καὶ μὴν τοῦτο ἔχει καὶ ἄλλως εὔλογον τὴν ἔνδον αὔξησιν. ἑορτὴ γὰρ, δι' ἧς ἑὰ ὅ ἐστιν ἀγαθὰ ὄρνυται. ὅθεν ἐν τῷ ἑώρταζον ἡ αὔξησις τοῦ ὄρνυσθαί ἐστιν, οὐ μὴν τοῦ ἑὰ, ἵνα φυλάττηται λείψανον τοῦ τοιούτου πρωτοτύπου, ἤγουν τοῦ ἑά. ὅ περ ἔν τε ἄλλοις παρατηρεῖται καὶ ἐν τῷ, ἔω εἰμί. ἴσως δὲ καὶ ἐν τῷ, γῇ γήδιον. καὶ τοιοῦτον μὲν τοῦτο. Τοῦ δὲ ἤϊον ἡ χρῆσις καὶ μετ' ὀλίγα ἐν τῷ, παρὰ νηὸς ἀνήϊον ἠδὲ θαλάσσης, καὶ πρὸ τούτων, παρὰ νηὸς ἀνήϊον ἐς περιωπήν. (Vers. 259.) Ὅτι ἐπὶ ψηλαφωμένων μὲν μὴ φαινομένων δὲ, καλὸν εἰπεῖν τὸ, οἵδ' ἅμ' ἀϊστώθησαν ἀολλέες, οὐδέ τις αὐτῶν ἐξεφάνη. δηρὸν δὲ καθήμενος ἐσκοπίαζον. (Vers. 261.) Ἀνδρείου δὲ ὁπλίτου ἐνδεικτικὸν τὸ, αὐτὰρ ἐγὼ περὶ μὲν ξίφος ἀργυρόηλον ὤμοιϊν βαλόμην μέγα χάλκεον. (Vers. 262.) ἀμφὶ δὲ τόξα. τουτέστι τόξον ὃ πολλαχοῦ πληθύνει Ὅμηρος, ὥς που καὶ τὰ ἅρματα καὶ τὰ πρόσωπα. χαίρουσι δὲ Ἀττικοὶ τῷ τοιούτῳ σχήματι, παρ' οἷς καὶ ἀφύαι μὲν πληθυντικῶς τὸ ἰχθύδιον, σπανιώτατα δὲ ἀφύη, ὡς παρασημειοῦνται οἱ παλαιοί. (Vers. 263.) Ὅτι ὥσπερ ὁδὸν ἡγεμονεῦσαι πολλαχοῦ, οὕτω καὶ νῦν αὐτὴν ὁδὸν ἡγήσασθαι φησὶν ἀντὶ τοῦ εἰς ὁδόν. Ὅτι ἐνδιαθέτου ἱκετείας τὸ, αὐτὰρ (Vers. 264.) ὅ γ' ἀμφοτέρῃσι λαβὼν ἐλίσσετο γούνων. ἔστι δὲ λαβεῖν γούνων καὶ νῦν τὸ ἅψασθαι. (Vers. 266.) Ὅτι δυσελπιστία ὁδοῦ τὸ, μή μ' ἄγε κεῖσε ἀέκοντα διοτρεφές, ἀλλὰ λίπ' αὐτοῦ. ἤγουν ὧδε· οἶδα γὰρ ὡς οὔτ' αὐτὸς ἐλεύσεαι ἤτοι ἐπανέλθῃς, οὔ τέ τιν' ἄλλον ἄξεις σῶν ἑτάρων. ἀλλὰ ξὺν τοῖσδεσι θᾶσσον φεύγωμεν, ἔτι γάρ κεν ἀλύξαιμεν κακὸν ἦμαρ. (Vers. 271.) ὁ δὲ τοῦτο παρ' ἀνδρὸς ἀγεννοῦς ἀκούσας εἴποι ἂν προσφυῶς τὸ, ἤτοι μὲν σὺ μέν' αὐτοῦ τῷδ' ἐνὶ χώρῳ ἔσθων καὶ πίνων. αὐτὰρ ἐγὼν εἶμι, κρατερὴ δέ μοι ἔπλετ' ἀνάγκη. Καὶ ὅρα τὸ μένε αὐτοῦ τῷδ' ἐνὶ χώρῳ. ἐφερμηνευτικὸν γὰρ τοῦ μένε αὐτοῦ, τὸ, τῷδ' ἐνὶ χώρῳ. (Vers. 275.) Ὅτι ἱερὰς βήσσας τὰς περὶ τὴν νῆσον τῆς Κίρκης λέγει, διὰ τὸ ἀστίβητον ὥς φασιν οἱ παλαιοὶ, ὥς που καὶ πρὸ τούτων ἱερὸν ἔφη ἄλσος Ἀθηνᾶς τὸ τοῖς πολλοῖς ἀπρόσβατον. (Vers. 276.) λέγει δὲ καὶ πολυφάρμακον τὴν Κίρκην, ὁποία ἦν καὶ ἡ παλαιὰ Μήδεια καὶ ἡ Κροκοδίκη. (Vers. 277.) Ὅτι πιθανῶς ὁ ποιητὴς ἱστορῶν μὴ καὶ τὸν Ὀδυσσέα ὑπὸ τῆς πολυφαρμάκου θελχθῆναι Κίρκης πλάττει τὸν Ἑρμῆν συμβαλλόμενον πρὸς τοῦτο τῷ Ὀδυσσεῖ, ὡς μὴ ἂν δυνατὸν ὂν ἄλλως ἐκφυγεῖν αὐτὸν τὸ ἐκ τῆς Κίρκης κακόν. φησὶ γοῦν Ὀδυσσεὺς ὅτι ὁπηνίκα ἔμελλον ἐς μέγα δῶμα ἵξεσθαι Κίρκης, ἔνθα μοι Ἑρμείας χρυσόῤῥαπις ἀντιβόλησεν ἐρχομένῳ πρὸς δῶμα, νεηνίῃ ἀνδρὶ ἐοικὼς (Vers. 279.) πρῶτον ὑπηνήτῃ, τοῦ περ χαριεστάτη ἥβη. ὃ καὶ ἐν Ἰλιάδι ἔγραψεν ἀπαραλλάκτως περὶ τοῦ αὐτοῦ Ἑρμοῦ. ἔν τ' ἄρα μοι φῦ χερί. καὶ εἶπε· πῇ δ' αὕτως δύστηνε (Vers. 281.) δι' ἄκριας ἤγουν κατὰ τὰς ἄκρας τῶν ὀρῶν, ὡς καὶ ἀλλαχοῦ κεῖται, ἔρχεαι οἶος, χώρου ἄϊδρις ἐών. ἕταροι δέ τοι ἐν Κίρκης ἔρχαται ὥστε σύες πυκινοὺς κευθμῶνας ἔχοντες. ἢ τοὺς λυσόμενος δεῦρο ἔρχεαι; οὐδὲ σέ φημι αὐτὸν νοστήσειν. μενέεις δὲ σύ γ' ἔνθα περ ἄλλοι. ἄλλ' ἄγε δή σε κακῶν ἐκλύσομαι ἠδὲ σαώσω. (Vers. 287.) τῆ, τουτέστι λάβε τόδε φάρμακον ἐσθλὸν, ἔχων, ἐς δώματα Κίρκης ἔρχευ. ὃ κέν τοι κρατὸς ἀλάλκησι κακὸν ἦμαρ. πάντα δέ τοι ἐρέω ὀλοφώϊα δήνεα Κίρκης. τεύξει τοι κυνεῶ, βαλέει δ' ἐν φάρμακα σίτῳ. ἀλλ' οὐδ' ὣς θέλξαι