Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.381.1
Not analysed yet
σε δυνήσεται. οὐ γὰρ ἐάσει φάρμακον ἐσθλὸν ὅ τοι δώσω. ἐρέω δὲ ἕκαστα. ὁππότε κεν Κίρκη σ' ἐλάσῃ περιμήκεϊ ῥᾴβδῳ, δὴ τότε σὺ ξίφος ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ, Κίρκῃ ἐπαΐξαι ὥστε κτάμεναι μενεαίνων. ἡ δέ σ' ὑποδδείσασα κελήσεται εὐνηθῆναι. ἔνθα σὺ μηκέτ' ἔπειτ' ἀπανῄνασθαι θεοῦ εὐνὴν, ὄφρα κέ τοι λύσηθ' ἑταίρους αὐτόν τε κομίσῃ, ἀλλὰ κέλεσθαί μιν μακάρων μέγαν ὅρκον ὀμόσσαι, μή τι τοι αὐτῷ πῆμα κακὸν βουλευσέμεν ἄλλο, μή σ' ἀπογυμνωθέντα κακὸν καὶ ἀνήνορα θείη. ὣς ἄρα φωνήσας πόρε φάρμακον ἀργειφόντης ἐκ γαίης ἐρύσας. καί μοι φύσιν αὐτοῦ ἔδειξε. ῥίζῃ μὲν μέλαν ἔσκε, γάλακτι δὲ ἴκελον ἄνθος. μῶλυ δέ μιν καλέουσι θεοί. χαλεπὸν δέ τ' ὀρύσσειν ἀνδράσι γε θνητοῖσι. θεοὶ δέ τε πάντα δύνανται. ὅπερ ἑνικῶς λεχθὲν ὀρθῶς εὐσεβεῖται, ἵνα τις εἴπῃ, (Vers. 306.) θεὸς δέ τε πάντα δύναται. (Vers. 277.) Ἡ δὲ ἀλληγορία ἐν τούτοις Ἑρμῆν μὲν οἶδε συνήθως τὸν λόγον, μῶλυ δὲ τὴν παιδείαν, ὡς ἐκ μώλου ὅ ἐστι κακοπαθείας περιγινομένην. οὗ μώλυος ἡ μὲν ῥίζα, μέλαινα διὰ τὸ οἷον σκοτεινὸν καὶ δυσόρατον τοῦ τέλους τῶν ἐναρχομένων τῆς παιδείας, καὶ διὰ τοῦτο δυσέντευκτον καὶ οὐδὲ ἡδύ. διὸ καὶ Ἰσοκράτης πικρὰν ἔφη τὴν ῥίζαν αὐτῆς. τὸ δέ γε μώλυος ἄνθος λευκὸν κατὰ γάλα διὰ τὴν τοῦ τέλους φαιδρότητα καὶ λαμπρότητα, ἤδη δὲ καὶ τὸ ἡδὺ καὶ τρόφιμον. ὅθεν ὁ αὐτὸς Ἰσοκράτης τοὺς καρποὺς τῆς παιδείας εἰ καὶ μὴ γάλακτι ἰκέλους, ἀλλὰ γλυκεῖς ἔφη διὰ τὸ καὶ τὴν ῥίζαν προϋποθέσθαι πικράν. τοῦτο τὸ μῶλυ ὅ περ Ἑρμῆς ἐκφαίνει λογικαῖς μεθόδοις οὐκ ἔγνωσται μὲν ἁπλῶς ἀνθρώποις, ἔστι γὰρ θεόσδοτον ἀγαθόν. λαβὼν δὲ αὐτὸ ἐξ Ἑρμοῦ ὁ λόγιος Ὀδυσσεὺς συγγίνεται τῇ ἡδονῇ, ταχὺ περὶ αὐτὸν ἐλθούσῃ κατὰ τὸ ἑαυτῆς ἔθος διὰ τὸ τῆς κακίας εὔληπτον. οὐ περιγίνεται δὲ αὐτοῦ ἐκείνη καθὰ καὶ τῶν ἑταίρων, οὐ γὰρ ἀϊδρείῃσι κατ' ἐκείνους ἕπεται. συνὼν δὲ καὶ χρώμενος ἐπιστημόνως αὐτῇ κατὰ λόγον ὀρθὸν αὐτός τε ἄνθρωπος μένει, καὶ ἐκείνους λύεται σώζων. οὐ μόνον γὰρ ἐν χορείαις οὖσα ἥγε σώφρων οὐδὲν αἰσχρὸν πείσεται, ἀλλὰ καὶ ὁ φιλοσοφῶν ἐν ἡδοναῖς ὢν ἄχραντος διαμενεῖ. ἐπισείσει γὰρ τῇ καθ' ἡδονὴν Κίρκῃ ξίφος τὸν ἐμβριθῆ καὶ τμητικὸν τῆς κακίας λόγον. ἡ δὲ ὑποπτήξει, καὶ ὀμεῖται μηδὲν πῆμα κακὸν βουλεύσειν αὐτῷ, πεπυκασμένῳ καὶ καταφράκτῳ ἄλλως ὄντι. καὶ οὐκ ἀφελῶς ἀπογυμνωθέντα τοῦ ἀλληγορηθέντος ξίφους, κακὸν καὶ ἀνήνορα θήσει. ἀνιόντι δὲ τῷ Ὀδυσσεῖ ὁ Ἑρμῆς συναντᾷ, τουτέστιν ἀρθέντι πρὸς ἀκρώρειαν. ὅ ἐστιν ἄνω γενομένῳ τῶν περὶ γῆν, ὃν τρόπον καὶ ὁ Μίνως περὶ ὄρος ἐν Κρήτῃ ὀαριστὴς γίνεται τοῦ Διός. καὶ Ἡσίοδος δὲ ἐπὶ ὄρους τελεῖται τὰ τῶν Μουσῶν. Παρὰ πόδας δὲ τὸ μῶλυ εὑρίσκει Ἑρμῆς, καὶ ἐπικύψας αὐτόθεν λαμβάνει ὁποῖά τι εὐπόριστον φάρμακον, ἐπεὶ οὐχ' ἑνί τινι τόπῳ τὰ τῆς παιδείας περιγράφεται, ἀλλ' ὅποι περ ἂν γένοιτό τις, ἔστιν εὑρεῖν τὸ καλὸν τοῦτο φυτόν. ὥς που καὶ ὁ σοφὸς Θεμίστιος ἐπέστησε. χαλεπὸν δὲ ὀρύσσειν τὸ μῶλυ καὶ ἐκσπᾶν μέχρι πέρατος ῥίζης, ἐπεὶ παιδείας ἄκρος ὥσπερ καὶ ἀρετῆς, δυσχερὲς ἐξευρεῖν. μυθικῶς μέντοι, χαλεπόν ἐστιν ἡ τούτου ὀρυγὴ, ἐπειδὴ λόγος φέρεται, ἑλκόμενον αὐτὸ, θάνατον πρὸς τῷ τέλει τῆς ῥίζης ἐπιφέρειν τῷ ἀνασπῶντι, ὁποῖόν τι καὶ περὶ μανδραγόρου λέγεται. δῆλον δὲ καὶ ὅτι ἔγνωσται τοῖς Ἀσκληπιάδαις βοτάνη τὸ μῶλυ. εἰ δὲ καὶ ἀντικαθίσταται αὐτὸ Κιρκαίοις φαρμάκοις εἰδεῖεν ἂν ἐκεῖνοι. φασὶ δὲ οἱ παλαιοὶ καὶ μῶλυ λέγεσθαι παρὰ τὸ μωλύειν ὅ ἐστιν ἀφανίζειν τὰ φάρμακα. Ἀλέξανδρος δὲ ὁ Πάφιος μυθολογεῖ, Πικόλοον ἕνα τῶν Γιγάντων φυγόντα τὸν κατὰ Διὸς πόλεμον τὴν τῆς Κίρκης νῆσον καταλαβεῖν, καὶ πειρᾶσθαι ἐκβαλεῖν αὐτήν. τὸν πατέρα δὲ Ἥλιον ὑπερασπίζοντα τῆς θυγατρὸς ἀνελεῖν αὐτὸν, καὶ τοῦ αἵματος ῥυέντος εἰς γῆν φῦναι βοτάνην, καὶ κληθῆναι αὐτὴν μῶλυ διὰ τὸν μῶλον ἤτοι πόλεμον ἐν ᾧ ἔπεσεν ὁ ῥηθεὶς Γίγας. εἶναι δὲ αὐτῷ ἄνθος ἴκελον γάλακτι διὰ τὸν ἀνελόντα λευκὸν Ἥλιον, ῥίζαν δὲ μέλαιναν διὰ τὸ τοῦ Γίγαντος μέλαν αἷμα, ἢ καὶ διὰ τὸ τὴν Κίρκην φοβηθεῖσαν ὠχριάσαι. οὐ λέγει δὲ ὁ ποιητὴς καὶ πῶς οἱ ἄνθρωποι καλοῦσι τὸ μῶλυ, ἐπειδὴ ἄγνωστόν ἐστιν αὐτοῖς. διὸ καὶ ἄκλιτον καὶ οὐ διώνυμον κατὰ τὸν Βριάρεών τε καὶ Αἰγαίωνα καὶ κατὰ τὴν χαλκίδα καὶ κύμινδιν, τὰ ἐν Ἰλιάδι κείμενα. καὶ τοιαῦτα μὲν τὰ κατὰ τὸ μῶλυ, οὗ τὸ ἄνθος ἐσχεδιάσθαι ὑπὸ Ἑρμοῦ δοκεῖ ὡς ἂν γνωρισθείη τῷ Ὀδυσσεῖ τότε, εἰ μή που τυχὸν καὶ ἔαρ ἦν τηνικαῦτα ἡ ἀνθηφόρος ὥρα. Χαιρήμων οὖν φασὶν ὁ τὸν κισσὸν χορῶν εἰπὼν ἐραστὴν κοινῶς μὲν τὰ ἄνθη ἔαρος τέκνα ἐκάλεσεν. ἰδίως δὲ τὰ ῥόδα ὀξυφεγγῆ καὶ ἔαρος τιθηνήματα. Ἔνθα ὅρα τὸ ὀξυφεγγῆ χρήσιμον ὂν εἰς τὸ νοῆσαι τοὔνομα τῆς ὀξείας βαφῆς. (Vers. 277.) Ἑρμῆς δὲ χρυσόῤῥαπις ἢ ὁ χρυσόῤῥαβδος, ὡς καὶ προδεδήλωται, ἢ ὁ χρυσᾶς