Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.40.1
Not analysed yet
ὁ κωμικὸς ἐν τοῖς Ὄρνισιν. ἢ τὸ ἀνεβάλλετο, ἀντὶ τοῦ πνεῦμα συνῆγεν ὥς φασιν οἱ παλαιοί. ἢ μᾶλλον, ἀντὶ τοῦ ἀνῆγεν. ἀναβάλλειν γὰρ, καὶ τὸ ἀνάγειν. οἱ γοῦν ὀρύσσοντες, ἀναβάλλειν χοῦν λέγονται. καὶ ἡ τοιαύτη γῆ, ἀμβολὰς λέγεται. ἀναβάλλεται δὲ καὶ ὕδωρ, διὰ σωλήνων ἢ κίονος ἢ οὕτω πως ἀναβαῖνον, ἢ καὶ ἄλλως ἀναπηδῶν. ὡς δηλοῖ παρὰ Καλλιμάχῳ τὸ, κρήνη λευκὸν ὕδωρ ἀνέβαλλεν. ἀναπιδύον δηλαδὴ καὶ ἀναβλύζον. καὶ μύρμηκες δὲ, ἀναβάλλουσι κάτωθεν χοῦν. ὅπερ ἐναντίον τῷ καταβάλλειν ἐστὶν, ἤτοι κάτω βάλλειν τουτέστι ῥίπτειν. Σημείωσαι δὲ ὡς εἴπερ τὸ ἀνεβάλλετο, ταυτόν ἐστιν ὡς εἴρηται τῷ ἀνῆγεν, ἰσοδυναμεῖ ἄρα τὸ ἀνεβάλλετο. πρὸς τὸ ἀνείκατο ἤγουν ἀνενήνεγκεν. οἷον. ἀνενείκατο φώνησέν τε. κατὰ σύμμετρον δηλαδὴ ἀνάτασιν. οὐ μὴν ἐφ' ὁποίᾳ ᾠδῇ ἐσκώφθη τις μεγαλοβόας, ἀκούσας οὐκ ἐν τῷ μεγάλῳ κεῖσθαι τὸ εὖ, ἀλλ' ἐν τῷ εὖ τὸ μέγα. ὅπερ εὖ ὑποδηλοῖ Ὅμηρος ἐν τῷ, καλὸν ἀείδειν. τὸ γὰρ εὖ τῆς κατὰ μουσικὴν ᾠδῆς, τὸ καλὸν ἀείδειν ἐστίν. ᾧ συντρέχει, καὶ τὸ μέγα. ἐπειδὴ ἀληθῶς τὸ τῆς μουσικῆς καλόν, καὶ εὖ ἔχει, καὶ μεγαλεῖον ἐστίν. Ἰστέον δὲ καὶ ὅτι τοῦ ἀνηνέγκατο ταυτόν δ' εἰπεῖν ἀνενείκατο ποιητικῶς, χρῆσις παρὰ Αἰλιανῷ. εἰπόντι περὶ Κροίσου τὸ, ὁ δὲ, ἀνηνέγκατο ἄρα ἤγουν ἐκ βάθους ἐξεβόησε καὶ ἐς τρὶς ἐκάλεσε τὸν Σόλωνα. Ἔτι ἰστέον καὶ ὅτι κυρίως μὲν βάλλειν, τὸ βίᾳ ἢ ἐκ βιοῦ ὅ ἐστι τόξου ἰάλλειν ἢ ἅλλεσθαι τὸ ἀφιέμενον. ἐν δὲ ῥητορικῷ λεξικῷ φέρεται, ὡς τρία σημαίνει τὸ βάλλειν. τὸ προέσθαι. τὸ ῥίψαι. τὸ τρῶσαι. ἀφ' ὧν κατὰ διαφόρους κινήσεις τὲ καὶ ἐννοίας, ποικίλαι σημασίαι ἀναφαίνονται ἐν διαφόροις λόγου μέρεσι. τοιαῦτα γοῦν τινα ἐκ τῶν σημαινομένων τοῦ βάλλειν γίνονται. τὸ βέλος. καὶ ἡ βολίς. καὶ ἡ βολὴ ἡ ἐπιτυχὴς δηλαδὴ καὶ εὔστοχος· ἀφ' ἧς καὶ ἐπήβολος, ὁ τυχὼν πράγματός τινος, οἷον παρ' Ὁμήρῳ, νηὸς ἐπήβολος. παρὰ δὲ τοῖς ὕστερον, κατ' ἐξοχὴν ὁ συνετός. οἱονεὶ ὁ τοῦ κυριοτάτου ἐπιτυχὴς, τοῦ φρονεῖν. ἐκ τῆς βολῆς δὲ, καὶ ὁ βολαῖος θύννος. καὶ ἡ βουλὴ ἐπενθέσει τοῦ υ. καὶ ἡ συμβουλὴ τὸ ἐπιτυχὲς σύσκεμμα. τρία δὲ σημαινόμενα τῆς βουλῆς. ὁ τόπος. οἱ βουλευταί. καὶ αὐτὸ τὸ περὶ οὗ ἡ σκέψις. βολῆς δὲ σύνθεσις, ποιεῖ καὶ μεταβολὴν καὶ ὑπερβολὴν, τὰς ἐπαμφοτεριζούσας. οὔτε γὰρ ἡ ὑπερβολὴ ἀεὶ κακίζεται, οὔτε μεταβολὴ πόντων ἡδὺ ἐξ ἀνάγκης κατ' Εὐριπίδην. ἔτι ἀπὸ τοῦ βάλλειν, καὶ βαλβίδες. οὐ μόνον αἱ ἐπὶ ἀφέσεως δρομέων γραμμαὶ κατὰ Αἴλιον Διονύσιον, ἀλλὰ καὶ ὅσαι ἐν φρέασι καὶ ἄλλοις τοιούτοις ἐγκοπαί φησι καὶ ἐξοχαὶ δι' ὧν κατίασιν εἰς αὐτά. αἷς βαλβίσιν, ὅμοιόν τι κατὰ ἔννοιαν, καὶ ὁ βατήρ. ὃς ἦν ἀρχή φησι τοῦ τῶν πεντάθλων σκάμματος. ὅθεν καὶ παροιμία, αὐτὸν κέκρουκας τὸν βατῆρα τοῦ λόγου. ὡς οἷον εἰπεῖν, τὸ πρῶτον καὶ ἐπικαιρότερον. ἔτι ἐκ τοῦ βάλλειν ἢ τῆς βολῆς, καὶ ὁ πρωτόβολος ἵππος. οὗ χρῆσις ἐν τῷ, τὰ τέλεια ἐπὶ πλείστων γενῶν καὶ κατηρτυκότα, λειπογνώμονα καλεῖται, διὰ τὸ μηκέτι ἔχειν ὀδόντας τοὺς γνώμονας καλουμένους, οἷς ἐπιγινώσκουσιν οἱ ἔμπειροι τοὺς πρωτοβόλους. ὁ δὲ τοῦτο γράψας Ἀριστοφάνης, λέγει καὶ Ἀττικήν τινα δωδεκῇδα θύεσθαι λεγομένην λειπογνώμονα, οἷον τελείαν. καὶ ὅτι ἔνιοι, τὸν ῥηθέντα ὀδόντα, οὐ γνώμονα καλοῦσιν ἀλλὰ γνῶμα, οἷον, νέα δ' ἔτ' ἐστίν. οὐχ' ὁρᾶς; καὶ γνῶμα ἔχει. καὶ πάλιν. γνῶμα γοῦν βέβληκεν ὡς οὖσ' ἑπτέτης. ἔστι δὲ τὸ γνῶμα, κατὰ τὸ βρώμη βρῶμα. οὕτω γὰρ καὶ ἐκ τοῦ γνώμη, τὸ γνῶμα, ἔτι ἀπὸ τοῦ βάλλειν καὶ τῆς βολῆς, καὶ ὁ βολεὼν Ἀττικῶς ὅ ἐστι κοπρὼν ἤτοι κοπροβολεῖον. οὗ κόπρος δηλαδὴ ζώων βάλλεται ἤγουν ῥίπτεται. ἀκόλουθον δὲ τοῖς βολεῶσι, καὶ τὸ βόλιτον ἢ βόλβιτον ἐπὶ κόπρου νοούμενον. ἔτι ἡ βολὴ, καὶ τὸν βόλον παράγει τόν τε κυβευτικὸν καὶ τὸν κατὰ θαλάσσης ἀφιέμενον. εἴτε δικτύου ἐκεῖνος, εἴτε διὰ μολίβδου ἢ λίθου. ἀφ' οὗ καὶ βολίζειν τὸ σημειοῦσθαι διὰ καθέσεως βόλου, εἰ βαθὺ τὸ ὕδωρ. καὶ οὐ τὸ βολίζειν μόνον ἐκεῖθεν, ἀλλὰ καὶ τὸ βολῶ βολήσω. ἐξ οὗ τὸ, πένθεϊ τὸ ἀτλήτῳ βεβολήατο, ἤγουν βέβληντο κατὰ συγκοπήν. τοιούτου δὲ ῥήματος σύνθετον, καὶ ἀντιβολῶ τὸ συναντῶ καὶ παρακαλῶ, ἐκεῖθεν καὶ τὸ παρ' Ὁμήρῳ βλῆτρον. ὡς τὸ κολλητὸν βλήτροισιν. ἐκ τοῦ βάλλειν, καὶ ὁ τοῦ ἄρτου βλωμός. ἐκ τοῦ αὐτοῦ δὲ σύγκειται καὶ τὸ ἀβληχρόν. ὃ δηλοῖ ποτὲ μὲν, τὸν μὴ βαλλόμενον χροῦν. ποτὲ δὲ καὶ τὸν βαλλόμενον, ὡς πλεονάζοντος τοῦ α. τῆς βολῆς ἔργον, καὶ ὁ παλίμβολος, οὐ μόνον ὁ κοινότερον οὕτω λεγόμενος, ἀλλὰ καὶ ὁ ἐπὶ δούλου ἐν τῷ, παλίμβολος τρίπρατος καὶ πολλάκις ἀπημπολημένος. ἴσως δὲ ὁ τοιοῦτος ἐκεῖθεν γέγονεν ὅθεν καὶ ὁ μεταβολεύς. ἵνα ᾖ παλίμβολος δοῦλος, ὃν πάλιν καὶ πάλιν οἱ τῶν ἀνδραπόδων μεταβολεῖς ἤλλαξαν οἷα τρίπρατον. ὅτι δὲ πραγματευτικὴ λέξις ὁ μεταβολεὺς, δηλοῖ ὁ τῶν ἀλφίτων μεταβολεὺς καὶ τῶν ὀβολῶν καὶ τοῦ