Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.41.1
Not analysed yet
χρυσίου. Ἔτι ἐκ τῆς βολῆς, καὶ ἡ τοῦ σίτου ἐκβολὴ παρὰ Θουκυδίδῃ. ὅ ἐστιν, ἡ πρώτη ἐκ τῆς κάλυκος τῶν ἀσταχύων ἔκφυσις. ἐκ τῶν ῥηθέντων, γίνεται καὶ ὁ παρὰ τῷ κωμικῷ ἀρύβαλλος παρὰ τὸ ἀρύεσθαι καὶ βάλλειν. ἢ καὶ ἄλλως, ἐκ τοῦ ἀρύττειν καὶ βάλλειν ὡς ὁ Ἀθήναιος γράφει. ὃς λέγει καὶ ὅτι δύο σημαινόμενα τοῦ ἀρυβάλλου. βαλάντιόν τε συσπαστὸν ὃ καὶ σημειωτέον εἰς τοὺς ἱππεῖς τοῦ Ἀριστοφάνου, καὶ ποτήριον δὲ, οὐ πόῤῥω ὂν ἀρυστίχου. κάτω μὲν, εὐρύτερον. ἄνω δὲ, συνηγμένον ὡς τὸ ῥηθὲν βαλάντιον. τοιοῦτον δέ τι καὶ ἡ παρὰ τῷ αὐτῷ ῥήτορι βῆσα γραφομένη δι' ἑνὸς σίγμα καθὰ καὶ ἡ Ὁμηρικὴ πόλις ἡ ἐν τῇ Βοιωτίᾳ ἤτοι ἐν τῷ καταλόγῳ τῶν νηῶν. φησὶ γάρ. βῆσα, ποτήριον παρὰ Ἀλεξανδρεῦσι. πλατύτερον ἐκ τῶν κάτω μερῶν, ἐστενωμένον ἄνωθεν. ἔτι ἐκ τῶν εἰρημένων παράγεται καὶ τὸ εὐθυβόλως ἐπίῤῥημα. καὶ ὁ βολβὸς τὸ κατὰ γῆς κρομυῶδες, ὁ βίᾳ γῆθεν ἀναβαλλόμενος κατὰ Ἡρῳδιανόν. καὶ ἡ ἀσβόλη, ἡ ἄσιν ὅ ἐστι ῥύπον βάλλουσα κατὰ ὄψεως. καὶ ὄσπρια κερασβόλα παρὰ Πλουτάρχῳ καὶ ἑτέροις, τὰ καὶ ἀτεράμονα. καὶ ὁ ἄβολος ἵππος, ὁ μηδέπω φασὶν ἐκβεβληκὼς πῶλος τὸν εἰρημένον γνώμονα ὀδόντα. ὁμοίως ἐκεῖθεν, καὶ ὁ τῆς νηὸς ἔμπροσθεν ὀξὺς ἔμβολος. ἀφ' οὗ καὶ τὸ ἀνδρεῖον αἰδοῖον παρὰ τοῖς κωμικοῖς, ἔμβολον καὶ τριέμβολον. ἐκεῖθεν καὶ ὑπόβολον οὐ μόνον τὸ παρὰ νομικοῖς, ἀλλὰ καὶ τὸ ὑποβεβλημένον ἤγουν ὑποκείμενον πρὸς δάνειον καὶ τόκον, εἴτε ἀγρὸς εἴτε οἶκος εἴτε ἄλλο τι. Φερεκράτης. οὐχ' ὁρᾷς τὴν οἰκίαν τὴν Πολυτίωνος κειμένην ὑπόβολον; δῆλον δὲ ὅτι καὶ ἕτερον ἦν ὑπώβολον ἐκτεῖνον τὴν προπαραλήγουσαν, καὶ δηλοῦν τὸ ὑποκείμενον ἐπὶ ὀβολιμαίῳ τόκῳ. τοῦτο μέντοι, οὐκ ἀπὸ τῆς βολῆς ἢ τοῦ βόλου, ἀλλὰ ἐκ τοῦ ὀβολοῦ. ὃς καὶ αὐτὸς, ἐκ τῆς βολῆς καὶ τοῦ βάλλειν γίνεται καθὰ καὶ ὁ ὀβελός. ὃς καὶ ἐκ τοῦ βέλους δύναται εἶναι πλεονασμῷ τοῦ ο. ἀφ' ὧν ἤτοι τοῦ ὀβολοῦ καὶ τοῦ ὀβελοῦ, τὸ Ὁμηρικόν τε πεμπώβολον, καὶ ἄρτος ὀβελίας ὁ ἐπὶ τοῖς ὀβελοῖς ὀπτώμενος. καὶ ἀκρωβελίας, ἄκρον ὀβολιαίου ἄρτου. καὶ ἐπωβελία, τὸ ἐπιδέκατον κατὰ τοὺς παλαιούς. καὶ ἡμιωβολιαῖον, τὸ τιμώμενον ἡμίσεος ὀβολοῦ. καὶ τριώβολον, μισθὸς δικαστικός. καὶ οἱ ἁπλῶς τρεῖς ὀβολοί. ἐξ ὧν τριωβολιμαῖος, ὁ εὐτελής. καὶ τετρωβολίζειν, τὸ λαμβάνειν δικαστικὸν τετρώβολον. ἐγένετο γάρ φασι καὶ τοσοῦτον ποτέ. καὶ τετρωβόλου βίος παρὰ Παυσανίᾳ, ἀντὶ τοῦ στρατιώτου μισθὸς. καὶ ἀμφώβολά φασι παρὰ Σοφοκλεῖ, αἱ διὰ σπλάγχνων μαντεῖαι. καὶ τοιαῦτα μὲν ὡς ἐκ πολλῶν ὀλίγα εἰπεῖν, τὰ τοῦ βάλλειν παρακινήματα. ἐν οἷς τηρητέον, καὶ ὅτι ἐκ τοῦ βάλλω καὶ ἐν συγκοπῇ βλῶ καὶ παραγωγῇ βλάζω, γίνεται βλὰξ βλακὸς, ὁ καταβεβλημένος οἷον καὶ μὴ δυνάμενος ὀρθοῦσθαι διὰ τρυφὴν ἢ καὶ εὐήθειαν. ὅθεν φασὶ καὶ βλὰξ, ἰχθὺς τέλεον ἀχρεῖος ὡς μηδέν τι ζῷον ἐσθίειν αὐτοῦ. καὶ βλακεύβεσθαι δὲ, τὸ μωραίνειν. καὶ βλακεύματα, αἱ εὐήθειαι. Ξενοφῶν δὲ, βλακεύεσθαι ἔφη τὸ νωθρεύεσθαι. αὐτὸ δὲ τὸ βάλλειν ἐν ἁπλότητι μὲν, ἔστιν ὅτε δοκεῖ καὶ τὸ ἀπάγειν σημαίνειν. ὡς ἐν τῷ, βάλλ' ἐς κόρακας. ἤγουν ἄπαγε εἰς ὄρη καὶ κρημνοὺς, ὡς καὶ ἐν τοῖς ἑξῆς που κεῖται. καὶ βάλλ' ἐς μακαρίαν. ἤγουν ἄπαγε εἰς ὄλεθρον ἢ εἰς ᾅδου. ἐπειδὴ οἱ νεκροὶ μακαρίται λέγονται. ἢ καὶ ἄλλως, ἐπεὶ Μακαρία Ἡρακλέος θυγάτηρ ὅτε Ἀθηναίοις Εὐρυσθεὺς ἐπεστράτευσεν, ἑαυτὴν ἐπέδωκεν εἰς σφαγὴν ὑπὲρ σωτηρίας τῶν πατριωτῶν. ὅτε δὲ καὶ συντεθῇ τὸ βάλλειν μετὰ ἑκάστης τῶν προθέσεων, πλείω τὴν ποικιλίαν ἐκφαίνει. ἐμβάλλειν οὖν κυρίως, τὸ εἰς μάχην συμπλέκεσθαι. ὅθεν καὶ στρατοῦ ἐμβολὴ καὶ κυμάτων. καὶ ἡ παρεμβολὴ δὲ καὶ τὸ παρεμβάλλειν, λέξεις στρατιωτικαί. ἡ μέντοι ἐπεμβολὴ οὐ τοιοῦτόν τι, ἀλλὰ σχῆμα ῥητορικόν ἐστιν. ἀνάλογον δὲ αὐτῇ, καὶ τὸ ἐπεμβάλλειν, ἐξ οὗ γέγονε. δοκεῖ δὲ, καὶ ἄλλο τι δηλοῦσθαι διὰ τοῦ ἐπεμβάλλειν. εἴτις ἐνθυμηθείη τὸν Ἀριστοτέλην, ἀπίους ἐμβολάδας εἰπόντα, τὰς ὡς οἱ πολλοί φασιν ἐγκεκεντρισμένας. ὡς εἶναι ἐπεμβάλλειν, καὶ τὸ ἐπὶ τὸ προϋπάρχον φυτὸν ἐντιθέναι ἄλλου φυτοῦ κλαδίσκον, οὗ ὁ καρπὸς, ἐπεμβολὰς ἂν λέγοιτο, τὸ δὲ τοιοῦτον ἐπεμβάλλειν, ἐμφυλλίζειν καὶ ἐγκεντρίζειν ἡ κοινὴ γλῶσσα φησί. ἄλλως δέ γε ἀπὸ τοῦ ἐμβάλλειν, καὶ μῆνες ἐμβόλιμοι καὶ ἐνιαυτοί. καὶ ἔμβολος, ὁ κατωτέρω ἔκβολος. τὸ δὲ εἰσβάλλειν καὶ ἡ εἰσβολὴ, ἀρχήν τινα ἔργου ἢ πάθους ἢ καὶ τοπικὴν, ἐμφαίνει. ὡς καὶ ὅτε εἰσβολὴν ὄρους εἴποι τις. ἐκβάλλει δὲ ποταμὸς εἰς θάλασσαν, ἤγουν ἐξάγει καὶ ἀπερεύγεται ὃν κατασύρει συρφετόν. ἐξ αὐτοῦ δὲ, καὶ ὁ ἔκβλητος παρ' Εὐριπίδῃ. καὶ ὁ ἐπὶ ὀξέος ἀκρωτηρίου ἔκβολος. ὁποῖον καὶ τὸ ἀντικρὺ ῥόδου ὃ τριήρους παραυγάζει, σχῆμα τοῖς πόῤῥωθεν βλέπουσιν. ὃς καὶ ἔμβολος λέγεται καθ' ὁμοιότητα τοῦ ἀνωτέρω ῥηθέντος ἐμβόλου τῆς νεώς. καὶ τὸ συμβάλλειν δὲ, μάχιμόν ποτε καὶ αὐτὸ καὶ ἡ ἀπ' αὐτοῦ συμ-