Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.409.1
Not analysed yet
τοῦ ὕπαρχε τάττουσιν. Εὔπολις· μὴ τρηχὺς ἴσθι, καὶ, ὦ δαιμόνι' ἀνδρῶν, μὴ φθονερὸν ἴσθ' ἀνδρίον, ἤγουν μὴ φθονερῶς ἔσο ἄνθρωπος. Καὶ ὅρα τὸ ἀνδρίον ὑποκοριστικῶς γενόμενον ἐκ τοῦ ἀνδρὸς κατὰ τὸ, χρυσὸς χρυσίον καὶ χαλκὸς χαλκίον παρὰ τῷ κωμικῷ, καὶ φανὸς φανίον. κοινότερον δὲ τοῦ ἀνδρίον τὸ ἀνδράριον. (Vers. 225.) Ὅτι πάνυ δεξιῶς ὁ ποιητὴς τὴν ῥαψῳδίαν ταύτην ἡρώων ἅμα καὶ ἡρωΐδων πεποίηκε κατάλογον, Ἡσιόδου μόνων γυναικῶν ποιησαμένου κατάλογον. καὶ ἔστιν ἰδεῖν αὐτὸν ἐνταῦθα τῇ τῆς νεκυίας ἀφορμῇ πῇ μὲν ἱστορικῶς ἐμπλατυνόμενον καὶ διηγήσεσιν ἐγκροαίνοντα, πῇ δὲ ἐπιτρέχοντα τὰ πολλὰ καὶ στενολεσχοῦντα καὶ τὴν πολυλογίαν ἐπιτέμνοντα καὶ μικροῖς μακρὰ παραβύοντα, ὡς ἐν τῷ, Φαίδρην τε Πρόκριν τε ἴδον καὶ Μαῖραν Κλυμένην τε. ἀφ' ὧν δῆλον ὡς καὶ τῷ σκοτεινῷ καὶ στενῷ τὴν ἱστορίαν Λυκόφρονι αὐτὸς ἐνδοῦναι φαίνεται ἀρχάς τινας τῆς ἐκείνου ποιήσεως. ἐρεῖ δέ τι καὶ περὶ Ἀχιλλέως καὶ Ἀγαμέμνονος καὶ Αἴαντος, ἀναπληρῶν τε, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἅπερ τῇ Ἰλιάδι ἐλλέλειπται, καὶ ἅμα πλατύνων οὕτω τὴν ποίησιν. εὐταξίαν δὲ τῇ ποιήσει τεχνώμενος καὶ ἀκμὴν καταλέγει πρῶτον ἡρωΐδας, εἶτα διαναπαύσας τὸν λόγον βραχὺ πρὸς ἥρωας μεταβαίνει ἀρχόμενος ἀπὸ Ἀγαμέμνονος. Ἰστέον δὲ καὶ ὡς πρὸς ὄνομα μὲν πλειόνων μέμνηται ἡρωΐδων, ἐμπλατύνεται δὲ ὅμως φαιδρότερον τοῖς τῶν ἡρώων διηγήμασι. μεθοδεύει δὲ τέως τὰ κατὰ τὰς ἡρωΐδας οὕτως ὡς ἐπεὶ Περσεφόνη γυναῖκας ὤτρυνεν ἐλθεῖν ὅσσαι ἀριστήων ἄλοχοι ἔσαν ἠδὲ θύγατρες. τοιαύτας γὰρ ἱστορήσει καὶ οὐ μικροπρεπεῖς τινας. αἱ δ' ἀμφ' αἷμα κελαινὸν ἀολλέες ἠγερέθοντο, αὐτὰρ ἐγὼ βούλευον ὅπως ἐρέοιμι ἑκάστην. ἥδε δέ μοι κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή. σπασάμενος τανύηκες ἄορ παχέος παρὰ μηροῦ οὐκ εἴων πίνειν ἅμα πάσας αἷμα κελαινόν. αἱ δὲ προμνηστεῖναι ἐπῄεσαν, ἡ δὲ ἑκάστη ὃν γόνον ἐξαγόρευεν (Vers. 223.) ἐγὼ δ' ἐρέεινον ἁπάσας. Καὶ ὅρα ὅτι ταυτὸν ἐνταῦθα τὸ ἐρέειν καὶ τὸ ἐρεείνειν, ὡς δηλοῖ τὸ, ἐρέοιμι ἑκάστην καὶ ἐρέεινον ἁπάσας. ἔνθα καὶ ταυτὸν ὡς καὶ ἀλλαχοῦ τὸ ἑκάστην καὶ τὸ ἁπάσας. (Vers. 224.) Ἰστέον δὲ ὅτι τε δύο οὐσῶν εὐθειῶν, τοῦ γυνὴ καὶ τοῦ γύναιξ ἀῤῥήτου, ἧς ἡ γενικὴ γυναικὸς, ἐκ μὲν γυναικὸς ῥῆμά τε τὸ γυναικίζω καὶ ὄνομά τε ὁ γυναικίας, ἐκ δὲ τοῦ γυνὴ ὁ γύνις. δηλοῖ δὲ αὐτὸς οὐ μόνον τὸν λάγνον, ἔτι δὲ καὶ τὸν δειλὸν, ἀλλὰ καὶ τὸν μὴ ἱκανὸν δι' ἀτονίαν γυναικὶ συνεῖναι, ὡς δηλοῖ παρ' Ἀθηναίῳ τὸ, Ὀλυμπιὰς παρέκλινέ ποτε τῷ υἱῷ Ἀλεξάνδρῳ Φιλίππου συνειδότος, Θετταλὴν ἑταίραν Καλλιξείναν, περικαλλεστάτην οὖσαν, εὐλαβοῦντο γάρ φησι μὴ γύνις εἴη, ἐπεὶ οὐκ εὖ διέκειτο πρὸς τὰ ἀφροδίσια, ὡς ἱστορεῖ Θεόφραστος. Ὅρα δ' ἐν τοῦτοις τὸ, δι' ἀτονίαν, ῥηθὲν ἀντὶ τοῦ, διὰ τὸ μὴ ἔχειν ἐντείνειν τὸν καυλόν. ὅθεν ἴσως ὁρμηθείς φασι Διονύσιος ὁ ἐπίκλην μεταθέμενος, μὴ δυνάμενος διὰ γῆρας χρῆσθαι τῇ παρειλημμένῃ ἑταίρᾳ, ἔφη πρὸς τοὺς συνδειπνοῦντας οἰκέτας ἐκ τῶν Ὀδυσσειακῶν ἐπῶν τὸ, οὐ δύναμαι τανύσαι, λαβέτω δὲ καὶ ἄλλος. τοῦτό τε οὖν οὕτως. (Vers. 226.) ἰστέον καὶ ὅτι τὸ ἀριστέων ἄλοχοι καὶ θυγατέρες εὐγενείας ἐστὶν ἐπίτασις. οὕτω γὰρ μέγα γενέσθαι ἀριστέως γυναῖκα τινὰ, ὡς τὸ, καὶ ἀριστέως θυγατέρα εἶναι. (Vers. 228.) Τὸ δὲ βούλευον, ἐνεργητικῶς καὶ νῦν παρὰ τῷ ποιητῇ. Τὸ δὲ παχέος παρὰ μηροῦ πρὸς διαστολὴν κεῖται κνήμης καὶ ποδός. (Vers. 230.) Προμνηστῖναι δὲ, ὡς οἷον εἰπεῖν προμενετῖναι, ὅ ἐστι μία τὴν ἄλλην μένουσα ἐν τῷ ἐπὶ στίχον καὶ κατὰ μίαν προϊέναι. καὶ ἁρμόττει ὁ (Vers. 232.) Ὁμηρικὸς τόπος οὗτος προσώποις οὕτω καθ' ἕνα ἐρχομένοις καὶ μὴ κατὰ στίφος. Ἰστέον δὲ ὅτι ὥσπερ νεμῶ νεμέσω καὶ νεμήσω, οὕτω καὶ τοῦ μενῶ δύω εἰσὶν ἀσυνήθεις μέλλοντες, μενῶ μενέσω, καὶ μενῶ μενήσω. ἐκ μὲν τοῦ μενέσω γίνεται τὸ ὑπομενετέον παρὰ τοῖς παλαιοῖς, ἐκ δὲ τοῦ μενήσω ὁ προμνηστῖνος συγκέκοπται. (Vers. 233.) Γόνον δὲ τὴν γέννησιν λέγει ἢ τὸ γένος. καὶ ἔστι καὶ ἡ λέξις αὕτη χρήσιμος εἰς τὸ, οὐ γάρ πώ τις ἐὸν γόνον αὐτὸς ἀνέγνω. Ἐξαγορεύειν δὲ τὸ σαφῶς ἀγορεύειν φησίν. ἔνθα γράφουσιν οἱ παλαιοὶ, ὅτι ἐν τῷ, (Vers. 232.) ἠδὲ ἑκάστῃ ἐξαγόρευεν, οὐκ ἀρθρικῶς κεῖται τὸ η, ἀλλὰ δηλονότι σύνδεσμός ἐστι. διό φασιν οὐδὲ δασυντέον αὐτό. (Vers. 227.) Ὁ δὲ περὶ τοῦ ἐνταῦθα αἵματος λόγος οὐκ ἂν εἴη ἀπᾴδων ἀγρίαις γυναιξὶ καὶ αἱμοχαρέσι προσαρμοσθῆναι ὡς ἂν ἡ ῥητορικὴ διδῷ τινὶ δύναμις. (Vers. 234.) Ὅτι τὴν Τυρὼ, ἧς που καὶ πρὸ τούτων ἐμνήσθη, εὐπατέρειαν λέγει ὅ ἐστιν εὐγενῆ, καὶ Σαλμωνέως μὲν θυγατέρα ἱστορεῖ, Κρήθεως δὲ γυναῖκα υἱοῦ Αἰόλου. οὗ τὴν εὐθεῖαν προπαροξύνει Φιλόπονος ἐν τῷ περὶ λέξεων διαφόρως τονουμένων πρὸς διάφορον σημασίαν, λέγων, ὅτι Αἴολος μὲν κύριον, αἰόλος δὲ ὁ ποικίλος. ἔνθα καὶ τὴν παρὰ τῷ Στράβωνι Ἀγχιάλην Ἀγχια-