Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.410.1
Not analysed yet
λὸν λέγει πόλιν Θρᾴκης ὀξυτόνως. ἐρασθῆναι δέ φησιν Ὅμηρος τὴν Τυρὼ ποταμοῦ Ἐνιπέως. αὐτῆς δὲ αὖ πάλιν ἐρῶντα Ποσειδῶνα ὁμοιωθῆναι τῷ ῥηθέντι ἐραστῇ ποταμῷ καὶ οὕτως αὐτῇ μιγῆναι. τὴν δὲ ἐκ Ποσειδῶνος τεκέσθαι Πελίαν καὶ Νηλέα, ὧν Πελίας μὲν ἐν Ἰωλκῷ ἐβασίλευσε, Νηλεὺς δὲ ἐν Πύλῳ. καὶ τούτους μὲν τοὺς δύο οὕτω γενέσθαι αὐτῇ ἐκ Ποσειδῶνος, ἀπὸ δέ γε Κρηθέως Αἴσονα καὶ Φέρητα καὶ Ἀμυθάονα. καὶ τοιαύτη μὲν ἡ περὶ τῆς Τυροῦς ἐνταῦθα ἱστορία. ἡ δὲ Ὁμηρικὴ περὶ τούτων φράσις τοιαύτη. ἔνθα δὴ πρώτην Τυρὼ ἴδον εὐπατέρειαν, ἧς τὸ πρωτότυπον εὐπάτηρ εὐπάτερος, ὃ οἱ μεθ' Ὅμηρον εὐπάτωρ φασὶν, ὁμοίως τῷ προπάτωρ καὶ τοῖς τοιούτοις. ἡ δὲ Τυρὼ αὕτη φάτο Σαλμωνέως ἀμύμονος ἔκγονος εἶναι. φῆ δὲ Κρηθῆος γυνὴ ἔμμεναι Αἰολίδαο, ἣ ποταμοῦ ἠράσσατο Ἐνιπῆος θείοιο, ὃς πολὺ κάλλιστος ποταμῶν ἐπὶ γαῖαν ἴησι, καὶ δὴ ἐπ' Ἐνιπῆος πωλέσκετο καλὰ ῥέεθρα. (Vers. 240.) τῷ δ' ἄρα εἰσάμενος ἤτοι ὁμοιωθεὶς γαιήοχος ἐννοσίγαιος ἐν προχοῇς ποταμοῦ παρελέξατο δινήεντος. πορφύρεον δ' ἄρα κῦμα περιστάθη οὔρεϊ ἶσον κυρτωθὲν, κρύψεν δὲ θεὸν θνητήν τε γυναῖκα. λῦσε δὲ παρθενίην ζώνην κατὰ δ' ὕπνον ἔχευεν. αὐτὰρ ἐπεί ῥ' ἐτέλεσσε θεὸς φιλοτήσια ἔργα, τουτέστιν ἐρωτικὰ, ἔντ' ἄρα οἱ φῦ χειρὶ, καὶ εἶπε· χαῖρε γύναι φιλότητι, περιπλομένου δ' ἐνιαυτοῦ τέξεις ἀγλαὰ τέκνα. (Vers. 249.) ἐπεὶ οὐκ ἀποφώλιοι εὐναὶ ἀθανάτων, ἀλλὰ δηλαδὴ ἀγλαὰ γεννῶσι. σὺ δὲ τοὺς, ἤγουν τούτους Ἀττικῶς, τὰ ῥηθέντα δηλαδὴ τέκνα, γένους ἄῤῥενος ἐσόμενα, κομέειν ἀτιταλλέμεναί τε. εἶτα ὁ Ποσειδῶν ἐκφήνας ἑαυτὸν ἐπὶ πόντον ἔδυ. (Vers. 253.) καὶ αὐτὴ ὑποκυσαμένη, ὅ ἐστιν ὑπ' αὐτοῦ ἐγκύμων γεγονυῖα, Πελίην τέκε καὶ Νηλῆα, τὼ κρατερὼ (Vers. 254.) θεράποντε Διὸς μεγάλοιο γενέσθην, τουτέστι βασιλεῖς διογενεῖς καὶ διοτρεφεῖς, (Vers. 254.) καὶ Πελίης μὲν ἐν εὐρυχόρῳ Ἰαωλκῷ ναῖε πολύῤῥηνος, ὅ ἐστι (Vers. 256.) πολυθρέμμων, ὁ δ' ἐν Πύλῳ ἠμαθόεντι, ὁ Νηλεὺς δηλαδή. τοὺς δ' ἑτέρους Κρηθῆϊ τέκε βασίλεια γυναικῶν, Αἴσονά τ' ἠδὲ Φέρητα Ἀμυθάονά τε (Vers. 258.) ἱππιοχάρμην, ἤγουν ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, ἵπποις χαίροντα, ἢ ἐφ' ἵππων ποιούμενον χάρμην, ὃ δηλοῖ τὴν μετὰ χαρᾶς μάχην. (Vers. 253.) Ἰστέον δὲ ὅτι τὸ κύω, ἐξ οὗ καὶ ἡ ὡς ἐῤῥέθη ὑποκυσαμένη, ὁμωνυμίαν πάσχει. λαμβάνεται γὰρ καὶ ἀντὶ τοῦ φιλῶ, τοῦ τε κατὰ χείλη καὶ τοῦ ἄλλως κατὰ διάθεσιν. ὅθεν καὶ ὁ κύων. ἔτι δὲ καὶ ἀντὶ τοῦ γεννᾶν κοινότερον καὶ μὴν καὶ ἀντὶ τοῦ συλλαμβάνειν. ὅθεν καὶ τὸ ἐγκυμονεῖν, καὶ ἡ ἔγκυος, οὗ χρῆσις καὶ παρὰ τῷ Ἀθηναίῳ ἐν τῷ, αἱ θήλειαι πέρδικες ἐπὶ θῆραν ἀγόμεναι, ὁπόταν ἴδωσιν ἢ ὄσφρωνται τῶν ἀῤῥένων κατ' ἄνεμον στάντων ἢ περιπετομένων ἔγκυοι γίνονται. καὶ οἱ ἄῤῥενες δὲ, ὡς καὶ οἱ στρουθοὶ, προΐενται γονὴν οὐ μόνον ἰδόντες τὰς θηλείας, ἀλλὰ κἂν ἀκούσωσι φωνὴν αὐτῶν. τούτου δέ φησιν αἴτιον ἡ τῇ ψυχῇ ἐγγινομένη φαντασία περὶ πλησιασμῶν. ὅτι δὲ τοῦ τοιούτου κύειν καὶ παράγωγόν ἐστι κῦμα, ὃ σύλληψιν δηλοῖ, παρὰ τῷ Εὐριπίδῃ ἔστιν εὑρεῖν ἐν τῷ κατ' αὐτὸν, ὡς καὶ προείρηται Κερκυόνι, ὅπου λέγει τὴν ἐκείνου θυγατέρα, γέμουσαν κύματος θεοσπόρου τοῦ κατὰ σύλληψιν. Τὸ δὲ κύειν, ὅ πέρ ἐστι φιλεῖν, ὅτι προσλήψει τοῦ νῦ κυνεῖν γίνεται κατὰ τὸ, οἴχω οἰχνῶ, ἵκω ἱκνῶ, δῆλον καὶ ἐκ τοῦ, κύνεον ἀγαπαζόμεναι κεφαλήν τε καὶ ὤμους. ἀοίδιμοι δὲ ἐν ἱστορίαις οἱ ῥηθέντες πέντε τῆς Τυροῦς παῖδες, καὶ ὡς μὲν ὁ Πελίας Ἰωλκοῦ ἐβασίλευσε, Νηλεὺς δὲ Πύλου, περιᾴδεται. (Vers. 257.) Οἱ δὲ Κρηθεῖδαι ποίους εἶχον τόπους, ἔστιν ἄλλοθεν μαθεῖν. δῆλον δὲ, ὡς καὶ αὐτοὶ περί που τὰ Θετταλικὰ ᾤκουν. ὁμοίως δῆλον καὶ ὅτι Πελίας μὲν δόλῳ τῆς φαρμακίδος Μηδείας ἀφετήθη. Νηλεὺς δὲ, ὁ τοῦ Νέστορος πατὴρ, ὑφ' Ἡρακλέος ἐδυστύχησε. καὶ ὅτι Αἴσων πατὴρ Ἰάσονος διαλυθέντος τοῦ Αἴσονος πατρικοῦ ὀνόματος καὶ καθ' ὑπέρθεσιν ποιήσαντος τὸν Ἰάσονα, ὁμοίως τῷ, αἵματα ἰάματα. Φέρης δὲ υἱὸν ἔσχε τὸν Ἄδμητον, οὗ υἱὸς Εὔμηλος ὁ ἐν Ἰλιάδι καλλίστους ἔχων ἵππους. Ἀμυθάονος δὲ προήχθη Μελάμπους ὁ μαντικώτατος, ὃν δὴ Ἀμυθάονα ὁ Πίνδαρος Ἀμυθᾶνα λέγει, ὡς καὶ τὸν Ἀλκμάονα Ἀλκμᾶνα. (Vers. 253.) Ἰστέον δὲ καὶ ὅτι φέρεται λόγος ὡς Τυρὼ δύο γεννήσασα παῖδας παρὰ τοῖς Ἐνιπέως ῥείθροις ἔλιπεν, ὧν τὸν ἕτερον μὲν κύων ἀφαιρεθεῖσα τῶν σκυλάκων ἔτρεφε θηλὴν ἐμπαρέχουσα, τὸν δὲ ἕτερον ἵππος πατήσας κατὰ τὸ μέτωπον ἐκ συνδρομῆς αἵματος ἐπελίωσε, τουτέστιν ἐμέλανε, πελιδνὸν ἐποίησεν. ὅθεν τοῦτον μὲν ἱπποφορβὸς ἀνελόμενος Πελίαν ἐκάλεσε, τὸν δὲ ἕτερον Νηλέα διὰ τὸ παραδόξως ἐλεηθῆναι, ἢ διὰ τὸ ὑπὸ τῆς μητρὸς μὴ ἐλεηθῆναι. ὅτι δὲ καὶ ἕτερος παραφέρεται ἥρως, φωνὴς μὲν κοινωνῶν τῷ εἰρημένῳ Νηλεῖ, γραφῆς δὲ οὔ, ἐκεῖνος γὰρ ἐν διφθόγγῳ ἔχει τὴν