Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.414.1
Not analysed yet
βάντα τὸν πάλαι τῷ Λαΐῳ δεδομένον χρησμὸν, ἐξετύφλωσεν ἑαυτόν. Ὅτι δὲ κατὰ τὴν εἰρημένην Σφίγγα κακὴ τὸ εἶδος ἦν καὶ ἡ Μέδουσα μία τῶν Γοργόνων, καὶ ἐν τοῖς τοῦ Πινδάρου δηλοῦται. δοκεῖ δὲ τοιαύτη καὶ ἡ Ἑκάτη εἶναι, καθὰ καὶ ἡ Ἔμπουσα, διὸ καὶ οἱ μῦθοι φοβερὰς αὐτὰς τοῖς βλέπουσι πλάττονται. Ἔτι ἰστέον καὶ ὅτι καθ' ὁμοιότητα τοῦ Οἰδιπόδης εὕρηται παρὰ τοῖς παλαιοῖς καὶ ἰσχιοίδης ὁ μεγάλα ἰσχία ἔχων, οὕτω δὲ καὶ γαστροοίδης τις καλεῖται ὑπὸ Ἀττικῶν, καὶ ὠμοίδης δὲ ὁ τοὺς ὤμους ἐξοιδηθεὶς, καὶ πεοίδης ὁ τὸ πέος ὅ ἐστι τὸ αἰδοῖον. ἐξ οὗ καὶ ὁ πειώλης ἐπὶ κιναίδου. οὕτω δὲ καὶ χελυνοίδης ὁ μεγάλα φασὶ χείλη ἔχων. χελύνη γὰρ τὸ χεῖλος. Ἀριστοφάνης Ἀχαρνεῦσιν· ὑπ' ὀργῆς τὴν χελύνην ἐσθίων. Τὸν δὲ Οἰδιπόδην σχηματίζων Ἡρῳδιανὸς ἔνθα λέγει περὶ τοῦ φαινόλης φαινόλου γενειόλης γενειόλου, παραδίδωσιν ὡς ἡ γενικὴ τοῦ Οἰδίποδος μεταθέσει τῆς ος εἰς ης ποιεῖ τὸ Οἰδιπόδης Οἰδιπόδου, ὅπερ ὅμοιον τῷ, τριπόδος τριπόδης καὶ ἑπτάποδος ἑπταπόδης παρ' Ἡσιόδῳ. (Vers. 271.) Τὸ δὲ μέγα ἔργον ἔρεξε, σεμνῶς ῥηθὲν, τὴν ἐξάγιστον δηλοῖ μίξιν. οὕτω δὲ καὶ ἐπὶ Αἰγίσθου ἔφη μάλα μέγα ἔργον ἐκεῖνον μήσασθαι, τὴν τολμηθεῖσαν δηλαδὴ παρ' αὐτοῦ μοιχείαν. (Vers. 272.) Τὸ δὲ γημαμένη καὶ τὸ ἔγημε φανερὰν διαφορὰν δηλοῖ τοῦ γῆμαι καὶ τοῦ γήμασθαι, ὡς καὶ οὐ πρὸ πολλῶν δεδήλωται. (Vers. 273.) Ἀνάπυστα δὲ τὰ ἀκουστὰ ἢ φανερὰ, καὶ κατὰ τοὺς παλαιοὺς εἰπεῖν, ἀνὰ στόμα πᾶσι κείμενα πυνθάνεσθαι. γίνεται δὲ ἡ λέξις ἀπὸ τοῦ πεύθω πεύσω, ἐξ οὗ πύστις ἡ δι' ἐρωτήσεως μάθησις, ὡς ἐκ τοῦ κεύσω ἡ κύστις. ἐκ δὲ τοῦ πύστις ἄπυστον καὶ ἀνάπυστον, καὶ ἄλλως δὲ εἰπεῖν, ἐκ τοῦ πέπυσμαι, πέπυσται, πυστὸν τὸ ἀκουστὸν καὶ ἄπυστον τὸ ἀνήκουστον. καὶ μετὰ δευτέρας στερήσεως ἀάπυστον τὸ μὴ ἀνήκουστον, ἀλλὰ δηλαδὴ ἀκουστὸν, καὶ πλεονασμῷ τοῦ ν δι' εὐφωνίαν ἀνάπυστον. οὕτω καὶ γνωστὸν ἄγνωστον ἀάγνωστον καὶ ἀνάγνωστον, κατὰ τὸν εἰπόντα μηδὲν ἐθέλειν καλὸν ἔχειν ἀνάγνωστον ἀλλὰ δηλονότι πᾶσι γνωστόν. (Vers. 274.) Πολυήρατον δέ φασι Θήβην ἄρτι λέγει τὴν πολλὰς ἀρὰς ὅ ἐστι βλάβας θεόθεν ὑπομείνασαν, οὐ γὰρ δή που φασὶ τὴν ἐράσμιον, οὐ γὰρ ἀκόλουθον τοῦτο ἐνταῦθα τοῖς ἐπαγομένοις. (Vers. 275.) Τὸ δὲ θεῶν ὀλοὰς διὰ βουλὰς πρὸς τὸ ἄλγεα πάσχων συντακτέον. (Vers. 276.) Πυλάρτης δὲ ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη Ἅιδης ὁ τὰς πύλας ἀραρυίας ἔχων διὰ τὸ ἐκεῖθεν δυσεξίτητον. (Vers. 277.) Τὸ δὲ ἁψαμένη βρόχον αἰπὺν ἀντὶ τοῦ κρεμάσασα, ἢ μᾶλλον ἐκδήσασα ὑψόθεν. τοῦτο γὰρ δηλοῖ τὸ αἰπὺν, ὡς δηλοῖ ἐπαχθὲν καὶ τὸ, ἀφ' ὑψηλοῖο μελάθρου. Ἰστέον δὲ ὅτι πολλῶν προσώπων ἁψαμένων βρόχους ἐπὶ λύπαις ἔπαθον οὕτω κατὰ τὴν παλαιὰν ἱστορίαν καὶ οἱ Λυκαμβίδαι ἐπὶ τοῖς Ἀρχιλόχου ποιήμασι, μὴ φέροντες τὴν ἐπιφορὰν τῶν ἐκείνου σκωμμάτων. ἦν γὰρ ὁ ἀνὴρ δεινὸς ὑβρίζειν. ὅθεν καὶ παροιμία ἐπὶ τῶν οὕτω σκώπτειν εὐφυῶν τὸ, Ἀρχίλοχον πεπάτηκας, ὡς εἴ τις εἴπῃ, σκορπίον ἢ ὄφιν ἢ κακὴν ἄκανθαν. καὶ κόρη δέ τις φασὶν Ἰάμβη αἰσχρῶς ὑβρισθεῖσα κατέλυσε τὸν βίον ἀγχόνῃ. διὸ καὶ ὁ παρωνομασμένος αὐτῇ ἴαμβος ἐκ βραχείας ὢν καὶ μακρᾶς αἰνίττεται, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, τὸ καὶ τὴν ὕβριν ἧς εἶδος καὶ τὸ σκώπτειν ἀπό τινος βραχέος αἰτίου ἀρχομένην εἰς κακὸν μέγα καταλήγειν ζήλῳ τῆς Ὁμηρικῆς ἔριδος. ἣ ὀλίγη ταπρῶτα κορυσσομένη τέλος ὑψοῦται ὅ που φησὶν ὁ ποιητής. ὅτι δὲ σκωπτόλης ταπρῶτα ὁ ἴαμβος, δηλοῖ καὶ ὁ πικρὸς Ἱππώναξ, χωλιαμβοποιῶν ἀκράχολα. ὅτι δὲ καὶ ἱλαροί τινες ᾔδοντο ἴαμβοι, δηλοῖ ὁ ἱστορήσας ὡς Δημήτηρ λυπουμένη ἐπὶ ἡρπαγμένῃ τῇ κόρῃ παρεξενώθη Κελεῷ καὶ τῇ γυναικὶ Μετανείρῃ ἐν τῇ Ἀττικῇ. θεράπαινα δὲ αὐτῶν Ἰάμβη παρεμυθεῖτο αὐτὴν ὀρχουμένη τοιούτῳ μέτρῳ. Μητρὸς δὲ Ἐριννύες αἱ ὑπὲρ τῆς μητρός, ἢ καὶ ἄλλως κατὰ ἔλλειψιν, αἱ τῆς μητρὸς τιμωροὶ ὅ ἐστιν ἐπίκουροι. (Vers. 279.) Ὅτι Νηλεὺς ὁ Ποσειδῶνος καὶ Τυροῦς, ὡς πρὸ βραχέων ἐῤῥέθη, ἐν Ἰωλκῷ πόλει Θετταλικῇ γεννηθεὶς τῇ πρὸ ὀλίγων εἰρημένῃ, ἣν ὑπερκεῖσθαί φασι τῆς κατὰ Δημητριάδα θαλάσσης ἑπτὰ σταδίους. ὁ τοίνυν τοιοῦτος Ἰώλκιος Νηλεὺς μετὰ θάνατον τοῦ κατὰ τὸν μῦθον θέσει πατρὸς Κρηθέως ὑπὸ τοῦ ἀδελφοῦ Πελίου ἐξελαθεὶς ἀφίκετο εἰς τὴν Πελοποννησίαν Μεσσήνην. (Vers. 282.) καὶ ἔγημε Χλῶριν μετὰ κάλλος τουτέστι διὰ κάλλος, ἐπεὶ πόρε μυρία ἕδνα, ὁπλοτάτην κούρην Ἀμφίονος Ἰασίδαο. ὅς ποτ' ἐν Ὀρχομενῷ Μινυηΐῳ ἶφι ἄνασσεν ἠδὲ Πύλου βασίλευε. τέκε δέ οἱ ἀγλαὰ τέκνα, Νέστορά τε Χρόμιόν τε Πολυκλύμενόν τ' ἀγέρωχον. τοῖσι δ' ἐπ' ἰφθίμην Πηρὼ τέκε, (Vers. 286.) θαῦμα βροτοῖσιν, ὅπερ ἐφερμηνεύων φησί· τὴν πάντες μνώοντο περικτίται. οἷς δηλαδὴ ὡς εὖ εἰδόσι, θαῦμα ἦν ἡ Πηρώ. Νηλεὺς δὲ οὐκ ἤθελέ τινι δοῦναι αὐτὴν, ὃς μὴ ἕλικας βόας εὐρυμετώπους ἐκ φυλάκης ἐλάσειε βίης Ἰφικληείης.