Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.415.1
Not analysed yet
(Vers. 290.) ἀργαλέας, ἤγουν δυσκόλους καὶ ἐργώδεις κτηθῆναι καὶ ἀπελαθῆναι. τὰς δ' οἶος ὑπέσχετο μάντις ἀμύμων ὁ Μελάμπους ἐξελάαν. χαλεπὴ δὲ θεοῦ κατὰ μοῖρ' ἐπέδησε, δεσμοί τ' ἀργαλέοι καὶ (Vers. 292.) βουκόλοι ἀγροιῶται. ὧν ἕνεκα καὶ αἱ βόες ἀργαλέαι ἦσαν. ἀλλ' ὅτε δὴ μῆνές τε καὶ ἡμέραι ἐξετελεῦντο, ἂψ περιτελλομένου ἔτεος, καὶ (Vers. 294.) ἐπήλυθον ὧραι, αἱ τοῦ ἐφεξῆς δηλαδὴ ἔτους, (Vers. 295.) καὶ τότε δή μιν ἤγουν τὸν μάντιν ἔλυσε βίη Ἰφικληείη, θέσφατα πάντ' εἰπόντα, Διὸς δ' ἐτελείετο βουλή. καὶ οὕτω μὲν ὁ ποιητὴς ἀσαφῶς καὶ μᾶλλον τὰ περὶ τὸ τέλος τοῦ διηγήματος ἐξέθετο διὰ συντομίαν ἐπίτηδες, οὐδὲ γὰρ προέθετο τοιαῦτα ἱστορεῖν. ἀλλὰ ταῦτα μὲν ἐν παρέργῳ μεσολαβεῖται, αὐτὸς δὲ σπεύδει ἐπὶ τὰ ἑξῆς τὰ κατὰ τὸν Ὀδυσσέα. (Vers. 292.) οἱ δέ γε ἱστοροῦντες οὕτω φασὶ σαφέστερον ἐπεὶ καὶ πλατύτερον. μετὰ θάνατον Σαλμωνέως κομιζομένη Τυρὼ, τουτέστιν ἐπιμελῶς ἐκτρεφομένη παρὰ Δηϊονεῖ τῷ θείῳ, κορεύεται ὑπὸ Ποσειδῶνος. εἶτα Κρηθεῖ τῷ τοῦ πατρὸς ἀδελφῷ δίδοται εἰς γάμον, ἐξ ἧς γεννᾶται Νηλεύς. καὶ αὐξηθεὶς ἀπῄτει τὸν Δηϊονέως Ἴφικλον τὰ τῆς μητρὸς Τυροῦς ὅσα φθάσας ἐκεῖνος ἐνοσφίσατο. ἐν οἷς ὡς εἰκὸς ἦσαν καὶ καλόν τι χρῆμα βοῶν. τοῦ δὲ μὴ ἀποδιδόντος ἀμυνόμενος ὁ Νηλεὺς ἐκεῖνον ὑπέσχετο τὸν γάμον τῆς θυγατρὸς Πηροῦς, ἣν ἀπὸ τῆς ῥηθείσης Χλώριδος ἔσχε, τῷ ἀνασωσομένῳ ἐκ τοῦ Ἰφίκλου τὰ τῆς μητρὸς Τυροῦς. Μελάμπους δὲ πειραθεὶς ἀπελάσαι τὰς βοῦς, ἵνα τῷ ἀδελφῷ Βίαντι τὸν τῆς Πηροῦς καταπράξηται γάμον, ἠγρεύθη. καὶ περὶ παιδοποιΐας μαντευσάμενος τῷ Ἰφίκλῳ, ἦν γὰρ ἄπαις, καὶ ἐπιτυχὼν, ἀπελύθη, λαβὼν καὶ τὰς ὀφειλομένας βόας τῇ Τυροῖ. καὶ οὕτω περιεποιήσατο τὸν ἐκείνης γάμον τῷ ἀδελφῷ, ἐξ ὧν ὕστερον οἱ Βιαντίδαι. καὶ οὕτω μὲν οἱ τοιοῦτοι. ἄλλοι δὲ πλατύτερον οὕτω φασί. Τυρὼ μετὰ θάνατον Σαλμωνέως τοῦ πατρὸς ἦλθεν ἐκ φυλάκης πρὸς Δηϊονέα τὸν τοῦ πατρὸς ἀδελφὸν, ἢ καὶ ἄλλως εἰπεῖν, ἐξ Ἰωλκοῦ εἰς φυλάκην πρὸς τὸν αὐτῆς θεῖον, ὑφ' οὗ καὶ ἐξεδόθη ἀνδρὶ τῷ Κρηθεῖ. θανόντος δὲ Δηϊονέως, ὃν καὶ Δηΐονα καλοῦσι τινὲς, βασιλεύει φυλάκης ὁ ἔγγονος Ἴφικλος ὁ καὶ Ἰφικλῆς. ὃς ἰδιοποιησάμενος καί τινα τῶν τῆς Τυροῦς ἀπισχυρίζετο μὴ ἂν ἀποδοῦναι, Νηλεὺς δὲ τῇ μητρὶ Τυροῖ ἐπαμύνων ἐδίδου τὴν θυγατέρα Πηρὼ κάλλει διαφέρουσαν τῷ ἐξ Ἰφίκλου λαβόντι τὰς βοῦς, ὅσαι διέφερον τῇ μητρί. ἐπεχείρει δὲ οὐδείς, ἦσαν γὰρ ἄμαχοι τῷ Ἰφίκλῳ βουκόλοι τε ἀγροιῶται καὶ κύνες. Βίας δὲ ὁ Ἀμυθάονος θαῤῥήσας ἀνῦσαι ἂν τὰ τοῦ ἄθλου τοῦδε Μελάμποδα τὸν ἀδελφὸν, ἄνδρα τὴν μαντικὴν ἄριστον, ὑφίσταται τὸ ἔργον κατὰ ἔρωτα τῆς Πηροῦς, καὶ πείθει τὸν ἀδελφὸν ὑποδῦναι τὸν ἀγῶνα. ὁ δὲ, καί τοι εὖ εἰδὼς ὅτι ἁλώσεται, τολμᾷ ὅμως διὰ τὸν ἀδελφόν. καὶ δὴ ἀπελθὼν ἑάλω, καὶ παραδοθεὶς Ἰφίκλῳ καὶ καθειρχθεὶς ἐφυλάσσετο. δοθέντων δὲ πρὸς ὑπουργίαν αὐτῷ ἀνδρὸς καὶ γυναικὸς, ὁ μὲν ἀνὴρ ἐπιεικῶς ἦν πρὸς αὐτοῦ, ἡ δὲ γυνὴ ἐλύπει. ἐπεὶ δὲ ὁ χρόνος προὔβαινεν, ἀκούει σκωλήκων ψόφου τινὸς εἴτε τρισμοῦ ὕπερθεν τοῦ τέγους. οἱ δὲ ἐδήλουν οἷς ἔτριζον καθάπερ ἂν μάντις αἴσθοιτο δεινὸς ἐπαΐειν τοιούτων φωνῶν, ὡς ἄρα βεβρώκοιεν ἤδη τὴν δοκόν. ἦν δέ φασι καὶ τὰ τοιαῦτα δεξιὸς ὁ Μελάμπους, οἷα ὑπὸ δρακόντων καθαρθεὶς τὰ ὦτα ὡς καὶ τῶν ἀλόγων κατακούειν ζῴων. καὶ τοίνυν τὸ τῆς δοκοῦ πάθος μαθὼν προσποιεῖται μαλακῶς ἔχειν, καὶ ἀναπεσὼν προκαλεῖται τοὺς διακόνους ἐξαγαγεῖν αὐτὸν τοῦ οἰκίσκου, δραξαμένους τὴν μὲν γυναῖκα τῶν κάτω τῆς κλίνης, τὸν δὲ ἄνδρα τῶν πρὸς τῇ κεφαλῇ. τῶν δὲ οὕτω πεποιηκότων καὶ τῆς κλίνης ἀπενεχθείσης τῷ πλείονι ἔξω πρὸς τοῦ ἀνδρὸς ἐν τοσούτῳ κλᾶται ἡ δοκὸς καὶ ἐμπίπτει τῇ γυναικὶ ἔσω καὶ κτείνει αὐτήν. καὶ ὁ περισωθεὶς ἀνὴρ ἀγγέλλει τὸ γεγονὸς τῷ Φυλάκῳ, κἀκεῖνος τῷ Ἰφίκλῳ. ὁ δὲ ἐρωτᾷ τὸν Μελάμποδα, τίς τε εἴη καὶ ἐφ' ᾧ ἔλθοι. καὶ πάντα μαθὼν ὑπισχνεῖται δώσειν τὰς βοῦς εἴπερ ὁ Μελάμπους ἐξεύροι τρόπον τινὰ γονῆς αὐτῷ, ἦν γὰρ παίδων ἄγονος. ὁ δὲ βουθυτήσας διαιρεῖ μοίρας τοῖς ὄρνισι, καὶ ἐπικαλεσάμενος πάντας πλὴν Αἰγυπιοῦ ἐρωτᾷ εἰ ἔστι μηχανὴ παίδων γονῆς τῷ Ἰφίκλῳ. μὴ ἐχόντων δὲ εἰπεῖν, ἥκει ἐπὶ πᾶσιν ὁ Αἰγυπιὸς, καὶ τὰς τῆς ἀπαιδίας αἰτίας λέγει. αἱ δὲ ἦσαν, τὸ διωχθῆναι ὑπὸ Φυλάκου ποτὲ τοῦ πατρὸς μετὰ μαχαίρας τὸν Ἴφικλον παῖδα ὄντα κατά τινα ὀργήν, καὶ τὸν Φύλακον μὴ καταλαβόντα ἐμπῆξαι τὴν μάχαιραν ἀχέρδῳ, ἤτοι ἀπίῳ κατά τινας ἀγρίᾳ, καὶ περιφῦναι τῇ μαχαίρᾳ τὸν τοῦ φυτοῦ φλοιὸν καὶ καλύψαι περισχόντα ἐντός. καὶ τὸν Ἴφικλον τὸ ἐντεῦθεν μὴ παιδοποιεῖν διὰ τὸ ἐκεῖθεν δέος. ὑπέδειξε δὲ καὶ τὴν ἄχερδον ὁ Αἰγυπιὸς, καὶ ὅποι κρύπτει τὴν μάχαιραν, ἣν καὶ ἐκέλευσεν ἐκκαλύψαι τοῦ φλοιοῦ ἐκλέψαντα καὶ κομισάμενον καὶ ἀποσμήξαντα διδόναι πίνειν τοῦ ἰοῦ ἐν