Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.422.1
Not analysed yet
εἰς κρίσιν, ἔκρινε δεῖν εἶναι στρατεύσασθαι τοὺς Ἀργείους. καὶ ὁ Ἀμφιάραος πολλὰ τὴν γυναῖκα μεμψάμενος ἐξώρμησεν ὅμως καὶ αὐτὸς εἰς πόλεμον. τῷ δέ γε υἱῷ Ἀλκμαίωνι, ὃν Πίνδαρος Ἀλκμᾶνα καλεῖ, ἐπέταξεν ὁπότ' ἂν ἡβήσῃ, μὴ πρότερον μετὰ τῶν ἐπιγόνων εἰς Θήβας ἐλθεῖν, πρινὴ κτεῖναι τὴν μητέρα, ὃ καὶ ποιήσας ὁ Ἀλκμαίων ἐτιμωρήθη μὲν παρὰ Ἐριννύων, καθὰ καὶ Ὀρέστης, ἀπελύθη δὲ αὖθις, οἷα τιμωρήσας πατρί. διὸ στυγερὰν τὴν Ἐριφύλην ὁ ποιητὴς καλεῖ. (Vers. 326.) ἣ χρυσόν φησι φίλου ἀνδρὸς ἐδέξατο τιμήεντα, ἤγουν ἐδωροδοκήθη κατὰ τοῦ ἀνδρὸς, ἢ καὶ ἄλλως χρυσὸν ἔλαβεν ἀντὶ τοῦ ἀνδρὸς ὡς οἷον ἀπεμπολήσασα ἐκεῖνον ὅρμου χρυσοῦ. Τιμήεις δὲ πολλαχοῦ λέγεται ὁ χρυσὸς διὰ τὸ ὑπερέχειν τῶν λοιπῶν ὑλῶν. (Vers. 327.) Ὅτι σχῆμα παραλείψεως τὸ, πάσας δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομήνω ὅσσας ἡρώων ἀλόχους ἴδον ἠδὲ θύγατρας. λέγει δὲ ὁ ποιητὴς τοῦτο ἐμφαίνων, ὡς, πολλὰ ἔχων εἰπεῖν παρέδραμεν. εἰ δὲ ταύτας νῦν οὐκ ἔχει ὀνομῆναι Ὅμηρος διὰ τοῦ σοφοῦ Ὀδυσσέως, συγγνωστέος ἂν εἴη καὶ ἐν Ἰλιάδι, μὴ ἔχων τὴν τῶν Ἀχαιῶν ὀνομῆναι πληθύν. δῆλον δὲ ὅτι ἐκεῖθεν ὁ στίχος οὗτος παρείλκυσται. παρῳδία δὲ τοῦ ῥηθέντος στίχου καὶ ἐν τοῖς ἑξῆς τὸ, πάντας δ' ἐγὼν οὐκ ἂν μυθήσομαι οὐδ' ὀνομήνω. (Vers. 327.) ἔστι δὲ μυθήσασθαι μὲν τὸ ἄλλως ἀφηγήσασθαι, ὀνομῆναι δὲ τὸ πρὸς μόνον εἰπεῖν ὄνομα. Ἰστέον δὲ καὶ ὅτι καὶ ἐφεξῆς ἐν τῷ περὶ τῶν ἡρώων λόγῳ σχήματι ὁμοίῳ χρήσεται, εἰπὼν, ὡς ἴδον ἂν καὶ ἄλλους οὓς ἤθελον, οἷον καὶ Θησέα καὶ Πειρίθοον, εἰ μή τι δέος ἐκώλυεν, ὑποδηλῶν κἀνταῦθα οἵαν μὲν ἐξεῦρεν εὐπορίαν γραφῆς ἔκ τε τῶν ἡρωΐδων ἔκ τε τῶν ἡρώων, ὅπως δὲ αὐτὴν παρεᾷ διὰ τὸ τῆς ἱστορίας μὴ καίριον, ἔτι δὲ καὶ διὰ τὴν ἄκαιρον μακρολογίαν. πρὶν γάρ κεν καὶ νύξ φησι (Vers. 329.) φθεῖσθαι ἄμβροτος, ἤγουν οὐκ ἂν διὰ πάσης νυκτὸς περατωθείη ὁ περὶ τούτων λόγος. Τὸ δὲ φθεῖται οὐκ εὔδηλον εἴτε διὰ διφθόγγου, ὡς ἀπὸ τοῦ φθέω φθῶ, εἴτε διὰ τοῦ ι ὡς ἐκ τοῦ φθίω. πλεονάζει δὲ ἡ διὰ διφθόγγου γραφὴ, ὡς ἀπὸ τοῦ ῥηθέντος φθῶ. οὗ περ οὐ μόνον τὸ φθείρω παράγωγον, ὡς τοῦ φθῶ τὸ φθείρω, ἀλλὰ καὶ τὸ φθίνω, ὁμοίως τῷ κλῶ κλίνω. Ὅτι παροιμιῶδες τὸ, ἀλλὰ καὶ ὥρη εὕδειν, νυκτὸς δηλαδὴ οὔσης, ὥσπερ αὖ πάλιν ἡμέρας ἐρεῖ τις τὸ, ἀλλὰ καὶ ὥρη ἔργου. Ἰστέον ὅτι πρὸς τὸ, ἀλλὰ καὶ ὥρη εὕδειν, προϊὼν ὁ Ἀλκίνοος ἐρεῖ τὸ, οὐδέ πω ὥρη εὕδειν ἐν μεγάρῳ. Ἔνθα καὶ ὅρα τὸ εὕδειν ἐν μεγάρῳ. εἰ γὰρ καὶ ὥρα εὕδειν, ἀλλ' οὐ τοῖς ἐν μεγάρῳ ἔχουσιν ἄδειαν ἀναπαύσεως. ἄλλως δὲ εἰπεῖν, Ὀδυσσεὺς μὲν λέγει τὸ, ἀλλὰ καὶ ὥρη εὕδειν, ὡς τῆς νυκτὸς ἤδη φθινούσης, ὁ δὲ Ἀλκίνοος φησὶν οὐδέπω εἶναι ὥραν εὕδειν διὰ τὸ τὴν νύκτα μάλα εἶναι μακράν. (Vers. 332.) Ὅτι θαυμάσαντες οἱ τῶν Φαιάκων ἄριστοι τὸν σοφὸν Ὀδυσσέα ἐφ' οἷς εἶπε, πάντες ἀκὴν ἐγένοντο σιωπῇ, (Vers. 333.) κηληθμῷ δ' ἔσχοντο, τουτέστι κάτοχοι ἐγένοντο εὐφροσύνῃ πολλῇ. ἐπίτασις γὰρ ἡδονῆς ὁ κηληθμός. διὸ καὶ ὁ Πλούταρχος ἐν συμποσιακοῖς ὡς διάφορά τινα λέγει τὴν εὐφροσύνην καὶ τὴν κήλησιν. Ἐκ δὲ τοῦ κηλεῖν καὶ αἱ παρὰ τῷ Πινδάρῳ κηληδόνες παράγονται, ὧν Ἀθήναιος μέμνηται, ὡς θελγουσῶν οὐδὲν ἔλαττον ἤπερ αἱ τοῦ μύθου Σειρῆνες. ἀναλογίας δέ ἐστιν ὁ κηληθμὸς τῆς κατὰ τὸν ὀρχηθμὸν καὶ βρυχηθμὸν καὶ τὰ τοιαῦτα. Ἰστέον δὲ δὲ ὅτι ἐκ τοῦ κηλεῖν καὶ γλωσσοκηλόμπης κωμικώτερον παρὰ τοῖς παλαιοῖς ὁ γλώσσῃ κηλῶν καὶ κόμποις. δόξοι δ' ἂν καὶ ὁ κήλων ἐκ τοῦ αὐτοῦ γίνεσθαι ῥήματος. ἴσως δὲ καὶ κήλη ἐξ ἀντιφράσεως. (Vers. 335.) Ὅτι ἐναβρυνομένη τῷ πρόσφυγι ῥήτορι Ἀρήτη ἡ βασίλεια ἐρωτᾷ τοὺς ἀκροατὰς αὐτοῦ Φαίακας, πῶς ὔμμιν ἀνὴρ ὅδε φαίνεται εἶναι εἶδός τε μέγεθός τε ἰδὲ φρένας ἐΐσας; ἅπερ ἔπαινός ἐστιν ἀνδρὸς ἀγαθοῦ. εἶτα ἐπάγει ταῦτα. (Vers. 337.) ξεῖνος δ' αὖτ' ἐμός ἐστιν, ἕκαστος δ' ἔμμορε τιμῆς, δύο ταῦτα προβαλλομένη πρὸς τὸ μὴ μετριολογεῖσθαί φασιν, ἤγουν σμικρολογεῖσθαι ἐπὶ τῷ Ὀδυσσεῖ τοὺς Φαίακας τὸ (Vers. 338.) αὐτῆς τε ξεῖνον εἶναι τὸν Ὀδυσσέα τῆς μεγάλης Ἀρήτης. καὶ τὸ, ἕκαστον τῶν ἀκροατῶν τιμῆς μοῖραν ἔχειν ἔν τε ἄλλοις καὶ ἐπὶ τῷ πλουτεῖν. διὸ φησί· μὴ ἐπειγόμενοι ἀποπέμπετε, τουτέστι μὴ κατεπείγετε ὑμεῖς τὸν πλοῦν, εἰ καὶ αὐτὸς ἐθέλοι ὀτρύνεσθαι ὑμᾶς ἅμα ἠοῖ φαινομένῃ εἰς πομπὴν, ἐφ' οἷς προκαλουμένη τε εἰς ξενίαν καὶ ἑρμηνεύουσα ὅτι τὸ, ἕκαστος ἔμμορε τιμῆς, διὰ τὸν παρ' ἑκάστῳ πλοῦτον λέγει, φησί· μὴ δὲ τὰ δῶρα οὕτω χρηΐζοντι κολούετε. πολλὰ γὰρ ὑμῖν κτήματα (Vers. 340.) ἐνὶ μεγάροισι θεῶν ἰότητι κέονται, ὡς κειμήλια δηλαδή. Καὶ ὅρα ὅπως εὐτύχησεν Ὀδυσσεὺς πρώτην ἱκετεύσας τὴν δέσποιναν. (Vers. 339.) Τὸ δὲ μὴ οὕτω κολούετε, ἀντὶ τοῦ, μὴ διὰ τὸ ἐπείγεσθαι κολοβοῦτε τῷ ξείνῳ τὴν δόσιν πολλὰ ἔχοντες. (Vers. 340.) Τὸ δὲ θεῶν