Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.423.1
Not analysed yet
ἰότητι, θεόσδοτον ἀποτίθεσθαι πλοῦτον παραινεῖ καὶ μὴ ἑτεροῖον. (Vers. 343.) Ὅτι Ἀρήτης εἰπούσης περὶ Ὀδυσσέως τὰ προσεχῶς εἰρημένα ὁ γέρων ἥρως Ἐχένηος, ὃς καὶ νῦν Φαιάκων προγενέστερος λέγεται, προμαρτυρηθεὶς καὶ συνετὸς εἶναι καὶ λόγιος, ἐπαινεῖ τοὺς βασιλικοὺς λόγους, καὶ πεισθῆναι συμβουλεύει αὐτοῖς, εἰπών· ὦ φίλοι οὐ μὰν ἧμιν ἄπο σκοποῦ οὐδ' ἄπο δόξης μυθεῖται βασίλεια περίφρων, ἀλλὰ πίθεσθε. Ἔστι δὲ τὸ μὲν οὐκ ἄπο σκοποῦ ἢ ἀντὶ τοῦ, εὔστοχα ἐκ μεταφορᾶς τῶν εὖ τοξευόντων κατὰ σκοποῦ, ἢ ἀντὶ τοῦ, οὐ πόῤῥω τοῦ ἡμετέρου ἤθους. φιλόξενοι γὰρ ἐσμέν. Τὸ δὲ οὐδ' ἄπο δόξης ἀντὶ τοῦ οὐ μακρὰν ὧν περὶ αὐτῶν δοξάζομεν, ὑπολαμβάνοντες ὅτι δηλαδὴ εὖ περὶ τοὺς ξένους διάκειται. (Vers. 343.) σεμνύνων δὲ ὡς ἐχρῆν ὁ αὐτὸς γέρων καὶ τὸν βασιλέα καὶ προκαλούμενος αὐτὸν κατάρξαι τοῦ ἐπιδοῦναι ἐπάγει· Ἀλκινόου δ' ἐκ τοῦδ' ἔχεται ἔργον τε ἔπος τε, ἤγουν αὐτὸς κατάρχει τοῖς ἄλλοις τῶν τε ἔργων τῶν τε λόγων. ἔπαινος δὲ καὶ τοῦτο ἐνδόξου ἀνδρός. (Vers. 347.) εἶτα ὁ βασιλεὺς συγκατατιθέμενος τῷ τοῦ γέροντος λόγῳ, προσχὼν δὲ καὶ τῇ γυναικὶ ἐφ' οἷς εἶπε μὴ ἐπειγομένους ἀποπέμπειν τὸν ξένον μηδὲ κολοβοῦν οὕτω τὰ δῶρα φησὶ, τοῦτο μὲν οὕτω δὴ ἔσται ἔπος αἴ κεν ἔγωγε ζωὸς ἀνάσσω, ἤγουν ἀεὶ ἐμὴ ἔσται (Vers. 348.) ἡ ἐν ἔργοις καὶ λόγοις ἐνταῦθα ἰσχύς. ξεῖνος δὲ τλήτω ἐπιμεῖναι εἰσαύριον ἕως πᾶσαν δωτίνην τελέσω. (Vers. 352.) πομπὴ δ' ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δ' ἐμοί. τοῦ γὰρ κράτος ἔστ' ἐνὶ δήμῳ. ὃ παρῴδηται ἀπὸ τοῦ, μῦθος δ' ἄνδρεσσι μελήσει πᾶσι, μάλιστα δ' ἐμοί. τοῦ γὰρ κράτος ἔστ' ἐνὶ οἴκῳ. ἔτι δὲ καὶ ἄλλοθεν ἐκ τοῦ, πόλεμος δ' ἄνδρεσσι μελήσει καὶ ἑξῆς, (Vers. 348.) Ὅρα δὲ τὸ, ζωὸς ἀνάσσω, πρὸς διαστολὴν τοῦ τε μετὰ θάνατον περιᾳδομένου ἐν βασιλείᾳ, καὶ τοῦ διὰ τῶν διαδόχων ἀνάσσοντος. (Vers. 351.) Τὸ δὲ πᾶσαν δωτίνην τελέσω, διέσταλται πρὸς τὸ τὰ δῶρα κολούειν. ἐπεὶ καὶ ἀντίκειται τὸ κολοβὸν καὶ τὸ ἐντελές. (Vers. 352.) Τὸ δὲ, τοῦ γὰρ κράτος ἔστιν ἐνὶ δήμῳ, ἑρμηνεία τίς ἐστι καὶ παράφρασις τοῦ, ἐξ Ἀλκινόου ἔχεσθαι ἔργον τε ἔπος τε. (Vers. 343.) Σημείωσαι δὲ ὅτι καὶ ἐν τῷ, οὐ μὰν ἧμιν ἄπο σκοποῦ, συστολὴ γέγονε τῆς ληγούσης τοῦ ἡμῖν καὶ τοῦ τόνου ἀναδρομή. (Vers. 354.) Ὅτι Ἀλκινόου εἰπόντος ὡς ὁ ξένος τλήτω ἐπιμεῖναι ἐσαύριον διὰ τὸ ἐντελὲς τῆς δωτίνης, λέγει Ὀδυσσεὺς ὑπούλως καὶ κερδαλέως· Ἀλκίνοε, εἴ με καὶ εἰς ἐνιαυτὸν ἀνώγοιτε αὐτόθι μίμνειν, πομπὴν δ' ὀτρύνοιτε καὶ ἀγλαὰ δῶρα διδοῖτε, καί κε τὸ βουλοίμην καί κεν πολὺ κέρδιον εἴη, πλειοτέρῃ σὺν χειρὶ φίλην ἐς πατρίδ' ἱκέσθαι, καί κ' αἰδοιότερος καὶ φίλτερος ἀνδράσιν εἴην πᾶσι, τοῖς ἐκεῖ δηλαδή. (Vers. 360.) ὃ δὴ ἔπαινος πλούτου ἐστίν, ὡς τῶν πλουσίων καὶ φιλουμένων τοῖς πλείοσι καὶ δι' αἰδοῦς ἀγομένων. καὶ οὕτω μὲν Ὀδυσσεύς. (Vers. 362.) ἐπεὶ δὲ οὐκ ἔδει ταῦτα εἰπεῖν τὸν κατεπείγοντα τὴν πομπὴν, ὑπωπτεύθη γὰρ ἂν, ὡς εἰκὸς, ψευδὴς εἶναι καὶ κερδαλέος, ἀπάγων Ἀλκίνοος ἑαυτοῦ τὴν τοιαύτην κατὰ Ὀδυσσέως δόξαν ἐπαίνους εἰς αὐτὸν λαλεῖ ἐπί τε ἀληθείᾳ καὶ ἁπλότητι καὶ λογιότητι, εἰπών· ὦ Ὀδυσσεῦ, τὸ μὲν οὔ τί σ' ἐΐσκομεν εἰσορόωντες ἠπεροπῆά τε εἶναι καὶ ἐπίκλοπον, οἷά τε πολλοὺς βόσκει γαῖα μέλαινα πολυσπερέας ἀνθρώπους, ψεύδεά τε ἀρτύνοντας, ὅθεν κέ τις οὐδὲ ἴδοιτο, σοὶ δ' ἔνι μὲν μορφὴ ἐπέων, ἔνι δὲ φρένες ἐσθλαί. μῦθον δ' ὡς ὅτ' ἀοιδὸς, ἐπισταμένως καταλέξας (Vers. 368.) εἶτα ἑρμηνεύων τὸν τοιοῦτον μῦθον φησί· πάντων Ἀργείων σέο τ' αὐτοῦ κήδεα λυγρά. (Vers. 367.) Καὶ ὅρα κἀνταῦθα τὴν τοῦ λέγειν ἐπιστήμην τοῖς ἀοιδοῖς ἀνατίθησιν Ὅμηρος, ὧν εἷς καὶ αὐτός. (Vers. 355.) Τὸ δὲ εἰς ἐνιαυτὸν πρὸς τὸ ἐσαύριον ἐῤῥέθη, λέγοντος ἀστείως τοῦ Ὀδυσσέως, ὡς οὐ μόνον εἰσαύριον μενῶ εἰ κερδαίνω, ἀλλὰ καὶ εἰς ἐνιαυτόν. (Vers. 358.) Πλειοτέρα δὲ χεὶρ, ἡ γέμουσα καὶ μὴ ὑπόκενος, ἀλλὰ πεπληρωμένη. (Vers. 359.) Τὸ δὲ αἰδοιότερον εἶναι τὸν πλουτοῦντα συμφωνεῖ τῷ τοῦ Ἡσιόδου· πλούτῳ δ' ἀρετὴ καὶ κῦδος ὀπηδεῖ. (Vers. 363.) Ἐπίκλοπος δὲ μύθων κατὰ τοὺς παλαιοὺς, ὁ παραλογιστικὸς, ἢ ὁ τῶν ἀλλοτρίων ἐπιθυμητικός. κλέπτου γὰρ καὶ ἄμφω ταῦτα ἴδια. Τὸ δὲ οἷά τε πολλοὺς βόσκει γῆ, δύναταί ποτε μὴ κωλύοντος τοῦ μέτρου κοινότερον φράζεσθαι καὶ οἵους πολλοὺς βόσκει. (Vers. 365.) Καλῶς δὲ τὸ βόσκει, ὡς τῶν τοιούτων ἀνδρῶν ἀλογίστως ζώντων κατά τινα βοσκήματα, οἷς οἰκεῖον καὶ τὸ πολυσπερέας, ὡς δηλοῖ καὶ Ὀππιανὸς εἰπών· πολυσπερέας φάλαγγας νεπόδων. (Vers. 365.) Τὸ δὲ ἀρτύνειν ψεύδεα, ὅθεν ἄν τις οὐδὲ ἴδοιτο, τὴν μυθικὴν τεχνικὴν δηλοῖ πιθανότητα, καθ' ἣν περιαγόμενός τις οὐκ ἂν ἔχοι συνιδεῖν, εἰ μῦθος ἐστὶ τὸ λεγόμενον. δῆλον γὰρ ὅτι ἀρετὴ μύθου ἡ κατὰ εὐπλαστίαν πιθανότης καὶ τὸ ἐκεῖθεν τῆς ἀληθείας εἰκόνισμα, ὡς δηλοῖ καὶ τὸ, ψεύδεα