Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.429.1
Not analysed yet
οἱ ἄφραστοι καὶ ἀθεώρητοι, ἢ οἱ ἀσώματοι, τουτέστι φρένας μὴ ἔχοντες, αἵ εἰσι κρεμαστῆρες τοῦ ἥπατος, κατὰ τὸ, ὅθι τε φρένες ἧπαρ ἔχουσι. καὶ ἄλλως δὲ ἀφραδέες νεκροὶ ὡς πρὸς σύγκρισιν τοῦ Τειρεσίου ὃς μόνος ἐπέπνυτο. πῶς δὲ εἴδωλα καμόντων οἱ ἐν Ἅιδου νεκροὶ, προγέγραπται. (Vers. 478.) Ὅτι χρέος οὐ μόνον ἐπὶ ὀφειλῆς, ὃ καὶ ἐξέτεινον οὐκ ὀλίγοι τῶν παλαιῶν, ὡς προεῤῥέθη, ἀλλὰ καὶ τὸ χρειῶδες πρᾶγμα καὶ αὐτὴ ἡ χρεία. οἷον· ἦλθον Τειρεσίαο κατὰ χρέος. τινὲς δὲ τὸ Τειρεσίαο κατὰ χρέος ἀντὶ τοῦ χρησμώδημα φασίν. (Vers. 480.) Ὅτι ὁ πατρίδος ἐπὶ πολὺ ἀποδημῶν ἐρεῖ ἄν· οὐ γάρ πω σχεδὸν ἦλθον τῆς δεῖνος χώρας, οὐδέ πω ἐμῆς γῆς ἐπέβην, ἀλλ' αἰὲν ἔχω κακά. (Vers. 487.) Ὅτι φιλόζωος ἐνταῦθα πλάττεται Ἀχιλλεὺς, ὃς ἐξ Ὀδυσσέως ἀκούσας, μὴ χρῆναι ἀκαχίζεσθαι αὐτὸν ἐπεὶ μέγα κρατεῖ νεκύεσσι, προκρίνει τοῦ εὐκλεῶς οὕτω ζῆν τὴν τυχοῦσαν βιοτὴν, καὶ ταῦτα ἐν Τροίᾳ, τὸν ὀλιγοχρόνιον ἔντιμον βίον τοῦ μὴ τοιούτου ἀνθαιρούμενος. φησὶ γάρ· μὴ δή μοι θάνατόν μοι παραύδα φαίδιμ' Ὀδυσσεῦ. βουλοίμην κ' ἐπάρουρος ἐὼν θητευέμεν ἄλλῳ ἀνδρὶ παρ' ἀκλήρῳ ᾧ μὴ βίοτος πολὺς εἴη ἢ πᾶσι νεκύεσσι καταφθιμένοισιν ἀνάσσειν. (Vers. 494.) τοῦτο δὲ πᾶς ἂν εἴποι ὁ μὴ θέλων οὐδαμινῶν καὶ ἀχρείων τινῶν ἄρχειν, ἀλλὰ τῆς τοιαύτης τιμῆς ἔλαττόν τι προστιθέμενος. ὡς φιλοπάτωρ δέ φασιν Ἀχιλλεὺς ταῦτα αἱρεῖται, φιλότιμος καὶ νῦν ὢν καὶ διὰ τὴν τοῦ πατρὸς τιμὴν τοιαῦτα αἱρούμενος, οἷα στοχαζόμενος, ἀτιμάζεσθαι ὡς εἰκὸς τὸν πατέρα, ἐπεὶ μὴ ἔχει ἀρωγὸν κατ' αὐτόν. διὸ καὶ ἐρωτήσας τὸν Ὀδυσσέα περὶ τοῦ πατρὸς εἰ ἔχει τὴν βασιλικὴν τιμὴν ἐν τοῖς Μυρμιδόσιν, ἤ μιν ἀτιμάζουσιν ἀν' Ἑλλάδα τε Φθίην τε οὕνεκά μιν κατὰ γῆρας ἔχει χεῖράς τε πόδας τε, ἐπάγει· οὐ γὰρ ἐγὼν ἐπαρωγὸς ὑπ' αὐγὰς ἠελίοιο τοῖος ἐὼν οἷός ποτε ἐν Τροίᾳ πέφνον λαὸν ἄριστον, ἀμύνων Ἀργείοισιν. εἰ τοῖος δ' ἔλθοιμι, μίνυνθά περ ἐς πατέρος δῶ, τῷ κέ τεῳ στύξαιμι μένος καὶ χεῖρας ἀάπτους, (Vers. 501.) οἳ κεῖνον βιόωνται ἐέργουσί τ' ἀπὸ τιμῆς, τουτέστιν, εἴπερ ἀνεβίων ἔχων τὴν πάλαι ἀνδρίαν, στυγητὸν ἂν καὶ φρικτὸν ἐποίησα τὸ ἐμὸν μένος καὶ τὰς ἀπροσπελάστους χεῖρας τινὶ τῶν βιαζομένων τὸν Πηλέα. Καὶ ὅρα τὸ τέῳ ἀντὶ τοῦ τινὶ πλεονασμὸν ἔχον τοῦ ε, ὁμοίως τῷ ὁτέοισι καὶ τοῖς τοιούτοις ἃ προγέγραπται. καὶ ὅτι τὸ στύξαιμι οὐ μόνον αὐτοπαθῶς ἀντὶ τοῦ φρίξαιμι καὶ μισήσαιμι, ἀλλ' ἰδοὺ νῦν καὶ ἀλλοπαθῶς ἀντὶ τοῦ, εἰς μῖσος καὶ ἔκπληξιν ἀγάγοιμι. σημειωτέον δ' ἐνταῦθα τὸ στύξαιμι διπλόην ἐμφαῖνον κινήσεως κανονικῆς. ἢ γὰρ ἀπὸ ἀσυνήθους βαρυτόνου κανονίζεται θέματος τοῦ στύγω στύξω, ἢ ἴσως ἀπὸ τοῦ στυγῶ στυγήσω γίνεται κατὰ ἀπέλευσιν τοῦ η τῆς παραληγούσης στύγσω, καὶ τροπῇ τοῦ γ εἰς κ διὰ τὸ εὐφωνότερον στύκσω. εἶτα τροπῇ τοῦ κ καὶ σ εἰς ξ, ὃ γίνεται καὶ ἐπὶ τοῦ δοκήσω δόκσω δόξω, ἀποτελεῖται τὸ στύξω. ἐξ οὗ τὸ ἔστυξα καὶ τὸ στύξαιμι. ὡς δὲ φιλίως ἔχει τὸ γ καὶ τὸ κ, δηλοῖ καὶ ἡ τοῦ κ εἰς τὸ γ μεταχώρησις ἐν τῷ ἔοιγμεν ἀντὶ τοῦ ἐοίκαμεν, ὃ κεῖται παρὰ Σοφοκλεῖ. ὅτι δὲ εἰ καὶ τὸ στυγέω στυγῶ περισπώμενον τέτριπται, οἷον, στυγέει δὲ καὶ ἄλλος, ὅθεν καὶ τὸ στυγερὸν καὶ ὁ στυγητὸς, ὅμως ἔχει χώραν εἶναι καὶ βαρύτονον στύγω στύξω, δῆλον καὶ ἐκ τοῦ στὺξ, ὃ πάντως ἐκ τοῦ στύξω παρῆκται. τοιούτου δὲ ἴσως θέματος καὶ τὸ, κατὰ δ' ἔστυγον αὐτήν. δοκεῖ γὰρ εἶναι ἀπὸ τοῦ στύγω στύξω ἔστυγα ἔστυγον, εἰ μή που ἄρα, ὥσπερ ἐκ τοῦ ἐδούπησα καὶ ἐκτύπησα γίνεται τὸ ἔδουπον καὶ ἔκτυπον, οὕτω καὶ ἐκ τοῦ ἐστύγησα τὸ ἔστυγον. καὶ οὕτω μὲν ταῦτα. (Vers. 487.) Παραυδᾶν δὲ, τὸ παραμυθεῖσθαι. ὡς γὰρ ἐκ τοῦ μυθεῖσθαι καὶ φάσκειν καὶ ἀγορεύειν καὶ αἰνεῖν γίνεται τὸ παραμυθεῖσθαι καὶ τὸ παραιφάσκειν καὶ τὸ παρηγορεῖσθαι καὶ τὸ παραινεῖν, οὕτω καὶ ἐκ τοῦ αὐδᾶν ἰσοδυνάμου ἐκείνοις ῥήματος τὸ παραυδᾶν. οὐ μὴν οὕτως καὶ ἐκ τοῦ λέγειν καὶ τοῦ ἐκεῖθεν λόγου παραμυθίαν δηλοῖ καὶ τὸ παραλογίζεσθαι ἀλλ' αὐτὸ ἐπὶ κατασοφισμοῦ καὶ ἀπάτης τινὸς τίθεται. (Vers. 488.) Τὸ δὲ βουλήμην κ' ἐπάρουρος διττὴν ἔχει γραφήν. ἢ γὰρ ἐπάρουρος ὁ γῆν ἐργαζόμενος εἴτε καὶ ἁπλῶς ἐπίγειος, ἢ τρισυλλάβως πάρουρος ὁ εἰς φυλακήν τινα τεταγμένος μισθωτικῶς. οὖρος γὰρ καὶ ὁ φύλαξ, ὁ καὶ ἐπίουρος. Ἄκληρος δὲ ἀνὴρ ὁ ὀλιγόκληρος. διὸ ἑρμηνεύων ἐπήγαγεν, ᾧ μὴ βίοτος εἴτουν κλῆρος πολύς. (Vers. 495.) Ὅρα δὲ καὶ ὅτι πόλις καὶ ἐνταῦθα ἡ Ἑλλὰς ὑπὸ τῷ Πηλεῖ οὖσα καθὰ καὶ ἡ Φθία. λαμπραὶ δὲ ἄμφω καὶ περιώνυμοι. διὸ καὶ Ὀδυσσεὺς εὐρὺ κλέος ἔχειν ἐῤῥέθη που καθ' Ἑλλάδα καὶ μέσον Ἄργος. καὶ Εὐριπίδης δὲ ἐν τῷ ἀπορεῖν περί που τὰ τῆς Ἑκάβης εἰ Δωρίδα γῆν ἀφίξεται ἢ Φθίαν ὁ ἐκεῖσε χορὸς, τὴν αὐτὴν δηλοῖ ἔννοιαν τὸ καθ' Ἑλλάδα καὶ μέσον Ἄργος ἐν διαφόροις λέξεσι. Δωριεῖς τε γὰρ οἱ περὶ τὸ Ἄργος ἤτοι τὴν Πελοπόννησον, καὶ ἡ Φθία δὲ Θετταλικὴ καθὰ