Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.430.1
Not analysed yet
καὶ ἡ Ἑλλάς. ὡς γοῦν μεγάλων τμημάτων ἐν Ἀχαιοῖς ἡ ποίησις μνημονεύει τῶν τε κατὰ Θετταλίαν, τῶν τε κατὰ Πελοπόννησον. (Vers. 496.) Τὸ δὲ γῆρας κατέχει χεῖρας καὶ πόδας, δίδωσιν ἀστείως τὸ γῆρας δεσμὸν φύσεως εἰπεῖν. (Vers. 499.) Τὸ δὲ οἷος ποτὲ ἐν Τροίᾳ ἔπεφνον λαὸν ἄριστον τὸ τοῦ Ἀχιλλέως δηλοῖ φιλότιμον μεμνημένου ὧν ἠρίστευσεν, ἔτι δὲ καὶ τὸ ἀνδρεῖον, ὡς μὴ λαὸν ἁπλῶς φονεύοντος, ἀλλὰ καὶ ἄριστον. (Vers. 505.) Ὅτι ὁ ἐφ' οἷς ἠρωτήθη ἀληθευτικῶς ἐρεῖ τὸ, πᾶσαν ἀληθείην μυθήσομαι ὥς με κελεύεις. Ἰστέον δὲ ὅτι ἐνθυμούμενός τις Ἀχιλλέα καὶ Αἴαντα καὶ Νεοπτόλεμον, ἤδη δὲ καὶ Πάτροκλον, τοὺς ἀνέκαθεν Αἰγινήτας, εὔξαιτ' ἂν εἴπερ εὐροεῖ τὰ κατὰ βίον καὶ ἄριστα τύχης ἔχει, μὴ ἀκοῦσαι παροιμιωδῶς πρὸς τῷ τέλει τοῦ βίου τό· ταπρῶτ' ἀρίστους παῖδας Αἴγιν' ἐκτρέφει. καὶ γάρ τοι καὶ οἱ ῥηθέντες ἥρωες ἀκμαῖοι μὲν ἔθαλλον, ὕστερον δέ φασιν ἐπὶ τὸ χεῖρον μετέβαλλον, ὡς αἱ κατ' αὐτοὺς ἱστορίαι δηλοῦσιν. (Vers. 507.) Ὅτι τὸν Νεοπτόλεμον Ὀδυσσεὺς ἤγαγεν εἰς Τροίαν ἀπὸ Σκύρου, ἢ τῆς νήσου κατά τινας ὧν εἷς καὶ ὁ Σοφοκλῆς, ἢ καθ' ἑτέρους ἀπό τινος πόλεως Δολόπων Σκύρου καλουμένης. (Vers. 510.) τὸν δὲ Νεοπτόλεμον τοῦτον ὃς καὶ Πύῤῥος ἐκαλεῖτο, καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη, ἐγκωμιάζων ὁ Ὁμηρικὸς Ὀδυσσεὺς φησίν· ὅτε ἀμφὶ πόλιν Τρώων φραζοίμεθα βουλὰς, αἰεὶ πρῶτος ἔφραζε καὶ οὐχ' ἡμάρτανε μύθων. (Vers. 511.) Νέστωρ ἀντίθεος καὶ ἐγὼ νικάσκομεν οἴω, τουτέστι μόνοι, αὐτὰρ ὅτ' ἐν πεδίῳ Τρώων μαρνοίμεθα χαλκῷ, οὔτε ποτ' ἐς πληθὺν μένεν ἀνδρῶν οὐδ' ἐν ὁμίλῳ, ἀλλὰ πολὺ προθέεσκεν, ἑὸν μένος οὐδενὶ εἴκων. πολλοὺς δ' ἄνδρας ἔπεφνεν (Vers. 515.) ἐν αἰνῇ δηϊοτῆτι, τουτέστι, πολλοὺς ἀνεῖλε μαχόμενος. πάντας δ' οὐκ ἂν ἐγὼ μυθήσομαι οὐδ' ὀνομῄνω ὅσσον λαὸν ἔπεφνεν ἀμύνων Ἀργείοισιν, ἀλλ' οἷον τὸν Τηλεφίδην κατενήρατο χαλκῷ ἥρω' Εὐρύπυλον. πολλοὶ δ' ἀμφ' αὐτὸν ἑταῖροι Κήτειοι κτείνοντο γυναίων εἵνεκα δώρων. κεῖνον δὴ κάλλιστον ἴδον μετὰ Μέμνονα δῖον. αὐτὰρ ὅτ' εἰς ἵππον κατεβαίνομεν ὃν κάμ' Ἐπειὸς Ἀργείων οἱ ἄριστοι, ἐμοὶ δ' ἐπὶ πάντ' ἐτέταλτο, ἠμὲν ἀνακλῖναι πυκινὸν λόχον ἠδ' ἐπιθεῖναι. ἔνθ' ἄλλοι Δαναῶν ἡγήτορες ἠδὲ μέδοντες (Vers. 526.) δάκρυά τ' ὠμόργνυντο, οἷα δηλαδὴ δακρύοντες, τρέμεν δ' ὑπὸ γυῖα ἑκάστου, κεῖνον δ' οὔ ποτε πάμπαν ἐγὼν ἴδον ὀφθαλμοῖσιν οὔτ' ὠχρήσαντα χρόα κάλλιμον, οὔτε παρειῶν (Vers. 529.) δάκρυ' ὀμορξάμενον, ὅ πέρ ἐστι περίφρασις τοῦ δακρύσαντα. ὁ δέ με μάλα πόλλ' ἱκέτευεν (Vers. 530.) ἱππόθεν ἐξίμεναι, ὅ ἐστιν ἐξελθεῖν. ξίφεος δ' ἐπεμαίετο κώπην, καὶ δόρυ χαλκοβαρὲς, οὐ κατ' ἐμοῦ δηλαδὴ τοῦ λοχαγοῦ ὡς κωλύοντος αὐτὸν, ἀλλὰ κατὰ τῶν Τρώων, ὡς ἕτοιμος ὢν συμμίξαι αὐτοῖς. διὸ ἑρμηνεύων ἐπάγει· (Vers. 531.) κακὰ δὲ Τρώεσσι μενοίνα, ἤγουν προεθυμεῖτο. ἀλλ' ὅτε δή φησι Πριάμοιο πόλιν διεπέρσαμεν αἰπὴν, μοῖραν καὶ γέρας ἐσθλὸν ἔχων ἐπὶ νηὸς ἔβαινεν, (Vers. 534.) ἀσκηθὴς, ὅ ἐστιν ἀβλαβὴς ὡς πολλαχοῦ δηλοῦται. ὃ καὶ ἑρμηνεύων ἐπάγει· οὔτ' ἂρ βεβλημένος ὀξέϊ χαλκῷ οὔτ' αὐτοσχεδίην οὐτασμένος, οἷά τε πολλὰ γίνεται ἐν πολέμῳ. ἐπιμὶξ δὲ μαίνεται Ἄρης. (Vers. 538.) ταῦτα δὲ τοῦ Ὀδυσσέως εἰπόντος γηθόσυνος ἐπὶ τοῖς τοῦ παιδὸς ἀγαθοῖς ὁ καλὸς Ἀχιλλεὺς γενόμενος ᾤχετο. φησὶ γάρ· ὣς ἐφάμην. ἡ δὲ τοῦ Ἀχιλλέως ψυχὴ φοίτα μακρὰ βιβῶσα κατ' ἀσφοδελὸν λειμῶνα, γηθοσύνη, ὅ οἱ υἱὸν ἔφην ἀριδείκετον εἶναι. τοιοῦτον οἱ ἀγαθοὶ πατέρες ἐπὶ ἀξιεπαίνοις παισί. Καὶ ὅρα ὅπως δεξιῶς ὁ ποιητὴς κἀνταῦθα ἱστορίας παρενέθετο πολλάς τε καὶ εὐχρήστους μετὰ γοργότητος, ἵνα μὴ τῷ μονοειδεῖ τῶν φθασάντων ὑπτιάζῃ ἀποκναιόμενος ὁ ἀκροατὴς, μάλιστα δὲ τὸ καινὸν ἡ φράσις ἔχῃ ἐν τῷ καὶ ἀνηκούστους ἱστορίας ἐνταῦθα τεθῆναι, αἷς οὐχ' εὕρηται ἐνδιατρίψας ὁ ποιητὴς ἀλλαχοῦ. Ἰστέον δὲ ὅτι Ὁμήρου καὶ τῶν πλειόνων ἕνα παῖδα λεγόντων Δηϊδαμείας καὶ Ἀχιλλέως τὸν Νεοπτόλεμον, Δημήτριος ὁ Ἰλιεὺς δύο ἱστορεῖ, Ὄνειρόν τε καὶ Νεοπτόλεμον. ὃν ἀνελών φησιν ἐν Φωκίδι Ὀρέστης ἀγνοίᾳ, ὕστερον δὲ γνοὺς, τάφον αὐτῷ ἐποίησε περὶ Δαυλίδα, καὶ ἀναθεὶς τὸ ξίφος ᾧ ἀνεῖλεν αὐτὸν ἀπῆλθεν εἰς τὴν λευκὴν νῆσον ἣν ὁ Λυκόφρων φαληριῶσαν σπῖλον καλεῖ καὶ τὸν Ἀχιλλέα ἐξιλεώσατο. Ἀχιλλέα δὲ ὅτι Πάρις ἀνεῖλε τοξεύσας καθωμίληται. Σώστρατος δὲ ἱστορεῖ Ἀλέξανδρον Ἀπόλλωνος ἐρώμενον καὶ μαθητὴν τοξείας, ὑφ' οὗ τόξον ἐλεφάντινον σχόντα τοξεῦσαι Ἀχιλλέα κατὰ γαστρός. Τέλλης δὲ ἱστορεῖ Πενθεσίλειαν ἀνελεῖν τὸν Ἀχιλλέα, αἰτησαμένης δὲ Θέτιδος τὸν Δία, ἀναστῆναι αὐτὸν καὶ ἀντανελεῖν ἐκείνην. Ἄρεα δὲ πατέρα Πενθεσιλείας δίκην λαχεῖν Θέτιδι. κριτὴν δὲ γενόμενον Ποσειδῶνα κατακρῖναι Ἄρην. καὶ τοιάδε μὲν ταῦτα. (Vers. 505.) Ἐν δὲ τοῖς προσεχῶς ὑπὸ τοῦ ποιητοῦ ῥηθεῖσιν ἔστιν ἰδεῖν ὡς πολὺ τὸ τοῦ Νεοπτολέμου ἔν τε τοῖς πρὸ