Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.433.1
Not analysed yet
πυκινὸν νέφος ἠδ' ἐπιθεῖναι. (Vers. 523.) οὕτω γὰρ καὶ ἐν τῷ ἵππῳ ἐπετέταλτο τῷ Ὀδυσσεῖ πάντα, ἤγουν καὶ κλεῖσαι καὶ αὖθις ἀνοῖξαι τοῖς ἀριστεῦσιν ὅτε καιρός. διὸ καὶ ὁ Νεοπτόλεμος αὐτὸν μάλα ἱκέτευεν ἐξελθεῖν, φρονίμῳ δὲ πάντως ἀνδρὶ, ὁποῖος καὶ Ὀδυσσεὺς, τὸ τοιοῦτον ἔργον ἔπρεπεν, ἤγουν τὸ ὡσανεὶ πυλωρεῖν ἐν τῷ δουρείῳ ἵππῳ. (Vers. 525.) Τὸ δὲ ἡγήτορες καὶ μέδοντες τῆς αὐτῆς κἀνταῦθα ἐννοίας εἰσίν. ἔστι δὲ καὶ ἄλλως νοῆσαι ἡγήτορας μὲν τοὺς κατ' ἀνδρίαν καὶ ῥωμαλεότητα ἡγουμένους, μέδοντας δὲ τοὺς κατὰ τὸ μήδεσθαι ἤγουν βουλεύεσθαι. (Vers. 526.) Τὸ δὲ δακρύειν καὶ τρέμειν οὐ παντελῶς τῶν ἀνδρείων ἀποφάσκεται, ἀλλ' ἔστιν αὐτοῖς ἐν καιρῷ καὶ τοιαῦτα πάσχειν κατὰ τοὺς τῆς ἀρετῆς κανόνας, ὡς καὶ ὁ ποιητὴς ἐνταῦθα ὑποδηλοῖ. (Vers. 528.) περὶ δὲ τοῦ ὀμόργνυσθαι προγέγραπται. ἐκ δὲ τοῦ ὠχρῆσαι τὸ ὠχριάσαι γίνεται καθ' ὁμοιότητα τοῦ μειδῆσαι καὶ μειδιάσαι, καὶ τοῦ κατηφεῖν καὶ κατηφιᾶν. (Vers. 520.) Τὸ δὲ ἱππόθεν ἐξίμεναι γράφεται καὶ ἐξέμεναι ἀντὶ τοῦ ἐκπέμψαι. ὅτε μέντοι ἐξῆλθον τοῦ δουρείου ἵππου οἱ ἐντὸς, ἱππόθεν ἐκχύμενοι ἔφη ὁ ποιητὴς, καὶ κεῖται ἡ τοιαύτη λέξις πολλαχοῦ ἐπὶ συντόνου κινήσεως στρατιωτικῆς. Τὸ δὲ κώπη ξίφους εἰκασμὸν ἐμποιεῖ τοῖς πολλοῖς τῆς σπάθης πρός γε τὴν θαλασσίαν πλάτην ἐν ἀστειότητι, ὡς εἰρῆσθαι κώπην ξίφους πρὸς διαστολὴν τοιαύτης κώπης εἴτουν πλάτης. δῆλον δὲ ὅτι καὶ κωπῆεν ξίφος ἐκ ταύτης λέγεται. (Vers. 534.) Ἐν δὲ τῷ, οὔτε βεβλημένος οὔτε αὐτοσχεδίην οὐτασμένος, διαφορὰ ὡς καὶ ἐν ἄλλοις φαίνεται τοῦ τε πόῤῥωθεν βάλλεσθαι καὶ τοῦ ἐγγύθεν οὐτάζεσθαι. (Vers. 536.) Τὸ δὲ ἐπιμὶξ μαίνεται Ἄρης τὸ τοῦ Ἄρεος δηλοῖ ἀλλοπρόσαλλον καὶ ὅπως κοινὸς ὁ ἐνυάλιος. Τὸ δὲ μαίνεται ἀντὶ τοῦ κινεῖται. τοῦτο δὲ οὐχ' ἁπλῶς, ἀλλ' ὡς τῆς κατὰ μάχην κινήσεως μανίᾳ ἐοικυίας διὰ τὸ ἐνθουσιᾶν. (Vers. 538.) Τὸ δὲ ἐφοίτα μακρὰ βιβῶσα γηθοσύνη χαρᾶς παραστατικόν. Τὸ δὲ κατ' ἀσφοδελὸν λειμῶνα οἱ μὲν συναλείφουσι καὶ φασὶ τετρασυλλάβως ἀσφοδελὸν, εἰσὶ δὲ οἳ καὶ χωρὶς τοῦ α γράφουσι σφοδελὸν, καὶ φέρεται ἀμφοτέρως, ὡς καὶ ἀσταφὶς καὶ σταφὶς, καὶ ἄσταχυς καὶ στάχυς, ἄλλοι δὲ σποδελὸν διὰ τὴν σποδὸν τῶν καιομένων νεκρῶν. διὸ καὶ ὁ ἀσφοδελὸς ἢ σφοδελὸς ᾠκείωται νεκροῖς διὰ τὸ πρὸς τὴν σποδὸν ὁμοιόφωνον καὶ ἐφυτεύετο ἐν τοῖς τάφοις τὸ τοιοῦτον φυτὸν, ὡς δηλοῖ καί τι τῶν παρὰ τῷ Πορφυρίῳ ἐπιγραμμάτων, λέγον, ὡς ἀπό τινος τάφου, ὅτι νώτῳ μὲν μαλάχην καὶ ἀσφόδελον πολύριζον, κόλπῳ δὲ τὸν δεῖνα ἔχω. ὅτι δὲ καὶ πολύριζον ὁ ἀσφόδελος, ἡ πεῖρα δηλοῖ. γνώριμος δέ ἐστι καὶ ἐξ ὀνόματος εἰ καὶ βαρβαρίζεται παρά τισιν. ὀξύνεται δὲ ὁ Ὁμηρικὸς οὗτος ἀσφοδελὸς πρὸς διαστολὴν, ὡς περιεκτικὸς ὢν ἀσφοδέλων. ἀσφόδελος μὲν γὰρ προπαροξυτόνως τὸ φυτὸν κατὰ Ἐρέννιον Φίλωνα, ἀσφοδελὸς δὲ ὀξυτόνως, ὁ αὐτοῦ τόπος. Τρύφων δέ φασι προκρίνει ὁμοτονεῖν ἄμφω, ἐπεὶ πολλάκις ὁμότονα τοῖς περιέχουσι τὰ περιεχόμενα. σκόροδον γοῦν καὶ ὁ τόπος ἐν ᾧ τὸ φυτὸν πωλεῖται καὶ αὐτὸ τὸ φυτόν. ὁμοίως καὶ κρόκος ὁ τόπος τε καὶ τὸ ἐν αὐτῷ πεφυκός. Ἀττικοὶ δὲ οὕτω ποιοῦσιν ἐπὶ πολλῶν. Σημείωσαι δὲ καὶ ὅτι ὥσπερ ἀσφοδελὸς ὀξυτόνως κατά τινας περιεκτικῶς ἐῤῥέθη, οὕτω καὶ ἀχυρὸς κατὰ Αἴλιον Διονύσιον ὁ ἀχυροβολών. ἕτερος δέ τις καὶ χρῆσιν εἰς τοῦτο φησίν· Ἑκάβην ὀτοτύζουσαν καὶ καιόμενον τὸν ἀχυρόν. οὕτω δὲ καὶ ὁ ἐν Ἰλιάδι Τρωϊκὸς ἐρινεὸς περιεκτικοῦ τύπου ἐστί. τόπον γὰρ δηλοῖ περιέχοντα ἐρινεούς. ὅμοιον δέ πως καὶ τὸ ἄστρον κατά γε τὸ περιεκτικὸν εἶναι ἀστέρων, εἰ καὶ μὴ ἐσχημάτισται μήδ' αὐτὸ κατὰ τὰ περιεκτικὰ ὧν εἰς ων ὀξύτονος ἡ κατάληξις. ἐν οἷς καθ' Ἡρῳδιανὸν καὶ ὁ πλαταμὼν, ἔτι δὲ πρὸς ἄλλοις καὶ ὁ ἑορτὼν, μὴν Ἀττικός. δῆλον δὲ ὅτι καὶ ἡ πτερὺξ κατὰ τὴν Ἀριστάρχειον ἔκδοσιν περιεκτικῆς ἐννοίας ἐστὶν, ὡς καὶ ἐν τοῖς εἰς τὴν Ἰλιάδα δεδήλωται. κοινοῦ δὲ πάντως τύπου περιεκτικοῦ καὶ τὸ ᾠδεῖον σχολεῖον μουσεῖον βαλανεῖον κουρεῖον χαμαιτυπεῖον καὶ ὅσα τοιαῦτα. καὶ ὁ νομὸς δὲ περιεκτικόν τι ἐστί. τόπον γὰρ δηλοῖ ἐν ᾧ ἡ νομή. καὶ ἡ ἀχυρμιὰ δὲ καὶ ἡ μυρμηκιὰ, μιᾶς λέξεως προφορᾷ, τόπον τε δηλοῦσι καὶ τὸ ἐν αὐτῷ περιεχόμενον. (Vers. 543.) Ὅτι ἐπὶ ἐχθρῷ νικηθέντι καὶ διὰ μῖσος ἀφεστηκότι ἔστιν εἰπεῖν τὸ, νόσφιν ἀφεστήκει κεχολωμένος εἵνεκα νίκης ἥν μιν ἐγὼ νίκησα. Ὀδυσσεὺς δὲ τοῦτο φησὶ περὶ Αἴαντος ὃν ἐνίκησε δικαζόμενος παρὰ νηυσὶ τεύχεσιν ἀμφ' Ἀχιλῆος. (Vers. 545.) ἔθηκε δὲ αὐτὰ Θέτις. παῖδες δὲ Τρώων (Vers. 548.) δίκασαν καὶ Παλλὰς Ἀθήνη, τουτέστι φρόνησις, καθ' ἣν καὶ περιεγενέτο τοῦ ἀνδρείου Αἴαντος ὁ συνετὸς Ὀδυσσεὺς καὶ διατοῦτο τῇ Ἀθηνᾷ φίλτατος. (Vers. 547.) ὃς καὶ δυσχεραίνων ἐπὶ τῷ φόνῳ τοῦ ἥρωός φησιν ἐνδιαθέτως, ὡς δὴ μὴ ὄφελον νικᾶν τοιῷδ' ἐπ' ἀέθλῳ, ὃ δὴ ἔστι λέγεσθαι ὅτε τις