Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.434.1
Not analysed yet
νικήσει ἐφ' οἷς οὐ χρή. τοίην γάρ φησι κεφαλὴν ἕνεκ' αὐτῶν γαῖα κατέσχεν. ἐφ' οἷς εἰπόντος τοῦ ποιητοῦ (Vers. 549.) ὅτι ὁ Αἴας πέρι μὲν εἶδος πέρι δ' ἔργα τετύκτο ἤγουν περιττὸς καὶ πολὺς ἦν κατά τε εἶδος κατά τε πράξεις, καὶ ἐπαγαγόντος τὸ, (Vers. 550.) τῶν ἄλλων Δαναῶν μετ' ἀμύμονα Πηλείωνα, γέγραπται σχόλιον παλαιὸν σύμφωνον τοῖς τοῦ ποιητοῦ, τὸ, παῖ τε Τελαμῶνος Αἴας αἰχμητὰ, λέγουσί σ' ἐς Τροῖαν ἄριστον ἐλθεῖν Δαναῶν καὶ Ἀχιλλέα. συλλαλεῖ δὲ τῷ τοιούτῳ λόγῳ καὶ ἡ Ἰλιάς. (Vers. 546.) Ἰστέον δὲ ὡς οἱ μὲν ἁπλοϊκώτερον φασὶ Τρῶας καὶ Ἀθηνᾶν δικάσαι Ὀδυσσεῖ καὶ Αἴαντι περὶ τῶν Ἀχιλλέως ὅπλων ἐρίζουσι. καὶ δὴ Κόϊντος διασκευάζει ἐν τοῖς αὐτοῦ τὴν δίκην ῥητορικῶς. ἕτεροι δέ φασιν ὅτι ἐπίτηδες Ἀγαμέμνων φυλαττόμενος τὸ δόξαι θατέρῳ τῶν ἡρώων χαρίσασθαι αἰχμαλώτους τῶν Τρώων συναγαγὼν ἤρετο αὐτοὺς ὁπότερος τῶν δύο τούτων ἡρώων πρὸς κακοῦ μᾶλλον αὐτοῖς ἐγένετο, τῶν δὲ εἰπόντων ὡς ὁ Ὀδυσσεὺς, ἐκρίθη λοιπὸν ἄριστον εἶναι τὸν πλεῖστα μάλιστα λυπήσαντα τοὺς ἐχθρούς. καὶ εὐθὺς (Vers. 554.) Ὀδυσσεὺς μὲν ἔλαβε τὰ ὅπλα, Αἴας δὲ ἀπῆλθε ξίφει πεσών. τὰ δὲ τοιαῦτα ὅπλα καὶ οὐλόμενα λέγει Ὀδυσσεὺς διὰ τὸν τοῦ Αἴαντος θάνατον, καὶ πῆμα θεόθεν αὐτὰ τεθῆναι τοῖς Ἀργείοις φησίν, (Vers. 553.) εἰπὼν καὶ πρὸς τὸν Αἴαντα λόγον ἐπιπρέποντα μνησικάκῳ ἀνδρὶ, τὸ, οὐκ ἄρ' ἔμελλες οὐδὲ θανὼν λήσεσθαι ἐμοὶ χόλου εἵνεκα τευχέων. (Vers. 560.) ἐν τούτοις δὲ κεῖται καὶ ἔπος δυσωπητικὸν θυμουμένου τὸ, ἀλλ' ἄγε δεῦρο ἄναξ ἵν' ἔπος καὶ μῦθον ἀκούσῃς ἡμέτερον, δάμασον δὲ μένος καὶ ἀγήνορα θυμόν. ἔνθα ὅρα καὶ τὸ ἔπος καὶ μῦθον ταυτὰ ὄντα κατὰ θέσιν παράλληλον. κεῖται δ' ἐν τῷ ῥηθέντι Ὁμηρικῷ χωρίῳ καὶ τὸ, (Vers. 564.) ἔνθα κεν ὁμῶς προσέφη κεχολωμένος ἤ κεν ἐγὼ τὸν, (Vers. 564.) ἤγουν τότε δὴ ἂν ἐπέμεινα ἕως ὁ Αἴας καί τοι κεχολωμένος προσέφη ἂν ἐμὲ καθὰ ἐγὼ αὐτὸν, ἀλλά μοι ἤθελε θυμὸς ἐνὶ στήθεσσι φίλοισι τόδε τι ποιήσειν. οἰκεῖον δὲ τοῦτο εἰπεῖν, ὅτε δυνάμενός τις πεῖσαί τινα ὅμως ἀπόσχηται διά τι ἀναγκαιότερον. ἔστι δὲ τοῦτο καὶ δεινότης Ὁμηρικὴ, δηλοῦσα ὡς ἔπλασεν ἂν λαλοῦντα τὸν Αἴαντα, εἰ μὴ πρὸς τὰ ἐφεξῆς ἠπείγετο. Ἰστέον δὲ ὅτι Παῤῥάσιος ὁ Ἐφέσιος ζωγράφος ἐκ τῆς εἰρημένης κατὰ τὸν Αἴαντα περιπετείας ἐπὶ τῇ ἀποτυχίᾳ τῶν Ἀχιλλείων ὅπλων ἔννοιαν ἀστείαν ἐπορίσατο τοιαύτην. ἀγωνιζόμενος γάρ ποτε τὸν Αἴαντα ἐν Σάμῳ φασὶ πρὸς ἀντίτεχνον καταδεέστερον καὶ ἡττηθεὶς, συναχθομένων αὐτῷ τῶν φίλων, ἔφη, ὡς αὐτὸς μὲν ὀλίγον φροντίζει, Αἴαντι δὲ συνάχθεται δεύτερον ἡττηθέντι. (Vers. 566.) Ὅτι προθέμενος Ὅμηρος εἰπεῖν καὶ περί τινων ἐν Ἅιδου μὲν κολαζομένων, ἄλλως δὲ ὅτε ἐβίουν εὖ ἐχόντων ὡς ἐν τρυφαῖς ὁποῖος ὁ Τιτυὸς καὶ ὁ Τάνταλος καὶ ὁ Σίσυφος, πρό γε τέως αὐτῶν λέγει περὶ δικαστηρίου τοῦ δικαιοῦντος τὴν ἐπ' αὐτοῖς ἐν Ἅιδου κόλασιν, οὗπερ ὁ Μίνως προκάθηται. εἶτα γράψας περὶ Ὠρίωνος λαλεῖ καὶ περὶ τῶν ῥηθέντων ἀθλίων τριῶν ἡρώων. μεθ' οὓς περατοῖ τὸν λόγον εἰς τὸν σκιοφανῆ Ἡρακλέα, οὐ κόλασιν ἔχοντα, ὥσπερ οὐδὲ ὁ Ὠρίων, σκιὰν δὲ καὶ αὐτὸν ἀΐσσοντα κατὰ τοὺς ῥηθῆναι φθάσαντας. ἔστι δὲ ἃ λέγει περὶ Μίνωος ταῦτα· ἔνθ' ἤτοι Μίνωα ἴδον Διὸς ἀγλαὸν υἱὸν, χρύσεον σκῆπτρον ἔχοντα, (Vers. 569.) θεμιστεύοντα νεκύεσσιν, ἥμενον, ἐν οἵῳ δηλαδὴ σχήματι καὶ ζῶν ἦν. οἱ δέ μιν ἀμφὶ δίκας εἴροντο ἄνακτα ἥμενοι ἑσταότες τε, (Vers. 570.) οἱ μὲν δηλονότι ὡς συνδικασταὶ οἱ δ' ὡς κρινόμενοι, κατ' εὐρυπυλὲς Ἄϊδος δῶ, περὶ οὗ πρὸ ὀλίγων γέγραπται, (Vers. 571.) οὕτω δὲ κατὰ ὅμοιον βιωτικὸν σχῆμα βλέπει Ὀδυσσεὺς καὶ τὸν Ὠρίωνα. φησὶ γάρ· τὸν δὲ μετ' Ὠρίωνα πελώριον εἰσενόησα, θῆρας ὁμοῦ εἰλεῦντα κατ' ἀσφοδελὸν λειμῶνα τὸν προῤῥηθέντα, τοὺς αὐτὸς κατέπεφνεν ἐν οἰοπόλοισιν ὄρεσσι, περὶ ὧν ἐδηλώθη ἐν ἄλλοις, χερσὶν ἔχων ῥόπαλον παγχάλκεον αἰὲν ἀαγὲς (Vers. 574.) ἤγουν ἄκλαστον, ἄθραυστον, μὴ ἀγνύμενον. καὶ νῦν μὲν ἀορίστως ἔφη θῆρας ἐπὶ Ὠρίωνος τοῦ προϊστορηθέντος, μετ' ὀλίγα δὲ ὁ τοῦ Ἡρακλέος τελαμὼν ἄρκτους ἔφαινε καὶ σύας καὶ λέοντας. ἦσαν δὲ ἐκεῖνα μὲν ὡς ἐντετυπωμένα ζωγραφικῶς, ταῦτα δὲ κατὰ σκιάν τινα κινουμένην ἰδίᾳ φανταστικῶς, καθὰ καὶ προγέγραπται. (Vers. 571.) Ὅρα δὲ ἐν τῷ, Ὠρίωνα πελώριον, ὅτι ἐκτείνεται μὲν ἡ προπαραλήγουσα τοῦ Ὠρίωνος, οὐ συστέλλεται δὲ ἡ παραλήγουσα, ὃ δὴ ἐπὶ Ἰξίονος καὶ Ἰάσονος καὶ τῶν ὁμοίων γίνεται. (Vers. 574.) Σημείωσαι δὲ καὶ ὡς οὐ μόνον Ἡρακλῆς ῥοπαλοφόρος ἱστόρηται, ἀλλ' ἰδοὺ καὶ Ὠρίων ῥοπάλῳ χρῆται κυνηγετῶν κατά τινα ὁμοιότητα τοῦ ἐν Ἰλιάδι κορυνήτου. (Vers. 568.) Χρύσεον δὲ σκῆπτρον φαντασιωδῶς δέδοται καὶ τῷ Μίνωι, τὸ μὲν ὡς δικαστῇ, τὸ δὲ ὡς θείῳ ἀνδρί. Τοῦ δὲ θεμιστεύειν πρωτότυπον τὸ θεμίσσω, ἐξ οὗ καὶ παρὰ Παυσανίᾳ τὸ θεμισσέτω,