Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.437.1
Not analysed yet
ἵνα περὶ ὃ ἔσφαλτο, ἐκεῖθεν εἴη αὐτῷ ἡ ποινὴ, ἄνωθεν δηλαδὴ καὶ διὰ ἡλιώδους ὕλης καὶ διὰ λίθου, ὃς δὴ ὁμοειδής τις τῷ μύδρῳ ἐστίν. ἐν δὲ τοῖς τοῦ Ἀθηναίου κεῖται ὅτι φιλήδονος καὶ ὁ ἀρχαῖος γέγονε Τάνταλος· συνδιατρίβων γὰρ θεοῖς ἐξουσίας ἔτυχε παρὰ τοῦ Διὸς αἰτήσασθαι ὅτου ἐπιθυμεῖ. ὁ δ' ἁπλήστως ὢν ἀπολαυστικὸς πρὸς τοῖς ἄλλοις μνείαν ἔθετο καὶ τοῦ ζῆν κατὰ θεούς. ἐφ' οἷς ἀγανακτήσας ὁ Ζεὺς τὴν μὲν εὐχὴν ἐπετέλεσε διὰ τῆς ὑποσχέσεως, ὅπως δὲ μηδὲν ἀπολαύῃ τῶν παρακειμένων, ἀλλὰ διατελῇ ταραττόμενος, ὑπὲρ κεφαλῆς ἐξήρτησεν αὐτῷ πέτρον, δι' ὃν οὐ δύναται τυχεῖν οὐδενός. Σημείωσαι δὲ ὅτι ἐκ τοῦ ῥηθέντος ἀερίου Ταντάλου καὶ τανταλίζεσθαι παρὰ τραγικοῖς τὸ σαλεύεσθαι καὶ σείεσθαι. ὅθεν τὸ, ταλάντοις ἐκτανταλωθεὶς παρὰ Σωπάτρῳ, σκώπτειν βούλεταί τινα ὡς ἐκ πλούτου κατασεσεισμένον εἰς νοῦν διὰ τρυφήν. καὶ παροιμία δέ φασιν ἴσως ἐκεῖθεν τὸ, Ταντάλου τάλαντα. ἐπεὶ πλούσιός ποτε ἦν, ὡς δηλοῖ φασὶ Φιλήμων, εἰπών· Κροίσω λαλῶ σοι καὶ Μίδᾳ καὶ Ταντάλῳ. ἢ καὶ ἀπὸ τῆς τοῦ ὀνόματος φασὶν ὁμοιότητος, ὡς ἀγαθίδες ἀγαθίδων, ἢ ἀγαθίδες ἀγαθῶν. λέγουσι δὲ οἱ τοιοῦτοι ὀνόματος ὁμοιότητα τὴν ὡσανεὶ παρήχησιν τοῦ Ταντάλου καὶ τοῦ ταλάντου, ὥσπερ δὴ παρηχεῖται καὶ τὸ ἀγαθῶν ἀγαθίδες, περὶ οὗ εἴρηται ἀλλαχοῦ. ὁ δὲ τὸν Τάνταλον ὑποπτεύσας πρὸς τῇ ἄλλῃ τρυφῇ καὶ ὀπώραις χαίρειν ἀστείως ἔγραψεν ὅτι Τάνταλος οὐδὲ θανὼν ἀπαλλάττεται τῆς τούτων ἐπιθυμίας, εἴπερ ὁ κολάζων αὐτὸν θεὸς προσιὼν, καθά περ οἱ τὰ ἄλογα τῶν ζῴων θαλλοῖς ἄγοντες, τοιούτοις καρποῖς ἀποκρούεται αὐτὸν τῆς ἀπολαύσεως ὅτε τῆς ἐλπίδος ἐγγὺς ἔλθῃ. ὅτι δὲ καὶ φιλικώτατος ἀνθρώπων ἦν Τάνταλος ὁ Φιλόστρατος ἱστορεῖ, ἐξ οὗ καὶ παροιμιωδῶς, φησὶν, εἴρηται τὸ, ἡ Ταντάλου φιλοτησία πινέσθω. ἦν δὲ αὕτη παρ' Ἰνδοῖς πόσις ἐν ποτηρίοις μεγάλοις, ἐξ ὧν ἐκεῖνοι καθεύδειν μέλλοντες ἔπινον, κύπτοντες ἐπὶ τὰς φιάλας ὡς λέγεται. φασὶ δὲ καὶ ὑπὲρ φιλότητος τὸ ποτὸν τοῦτο εὑρῆσθαι τοῖς Ἰνδοῖς. καὶ ποιοῦνται αὐτοῦ οἰνοχόον Τάνταλον, ὡς δηλαδὴ καὶ ἐκείνου οὕτως ὁσιουμένου τὸ φιλοτήσιον, ἢ ἐν τῷ παρὰ θεοῖς εἶναι ἢ ἐν τῷ κατ' ἀνθρώπους βίῳ. Καὶ ὅρα τὸ περιώνυμον τοῦ Ταντάλου εἰ καὶ Ἰνδοῖς ἔγνωσται. εἰ δὲ καὶ τὸ Φρύγιον ὄρος ἡ Σίπυλος ἢ τὸ Σίπυλον ἐπέπεσεν αὐτῷ κατὰ Διὸς μῆνιν, ἔχει πάντως ἐντεῦθεν συγκρότησιν ἑρμηνείας τὸ τανταλωθῆναι, κείμενον παρὰ Σοφοκλεῖ ἐν τῷ, ἀντίτυπα δ' ἐπὶ γᾷ πέσε τανταλωθεὶς, ἤγουν τὸ τοῦ Ταντάλου παθών. τὸ δὲ ἦν, φασὶ, κατασεισθῆναι. μάλιστα μὲν οὖν τὸ ἄνωθεν κάτω πεσεῖν κατὰ γῆς ἀντιτύπου, ᾗ τινι πτώσει παρηκολούθησε καὶ ἐπίκρυψις ἐπικαταστραφέντος αὐτῷ τοῦ Σιπύλου, ὅπερ οὐκ ἐξανάγκης καὶ ὁ τοῦ Σοφοκλέους ἔπαθε Καπανεύς. ἐτανταλώθη γὰρ ἐκεῖνος μόνῳ τῷ τῆς πτώσεως ἀντιτύπῳ, οὐ μὴν καὶ τῷ λόγῳ τῆς ἐπικρύψεως. ὅτι δὲ φαντασία ἦν καὶ τὰ ἐπὶ Σισύφῳ ῥηθησόμενα πλάσματα, δηλοῖ ὁ Ἀλκμὰν ἐν τῷ, ὁρέοντι μὲν οὐδὲν, δοκέοντι δέ. ἔνθα ὅρα τὸ ὁρέοντι, ἐξ οὗ φαίνεται ὅτι τρισὶν ὑποπέπτωκε συζυγίαις τὸ ὁρῶ. καὶ τὸ μὲν ὁράω ὡς βοάω τέτριπται κοινότερον. ἔστι δὲ καὶ ὁρόω πολλαχοῦ. ἰδοὺ δὲ καὶ ὁρέω παρὰ Ἀλκμᾶνι, οὗ μετοχὴ ὁρέων. καὶ οὕτω μὲν ταῦτα. (Vers. 582.) Τὸ δὲ προσέπλαζεν ἐκ τοῦ προσπελάζειν συγκέκοπται. ὁμώνυμον οὖν ἐντεῦθεν τὸ πλάζειν, τὸ μὲν ἀντὶ τοῦ πελάζειν, τὸ δὲ ἀντὶ τοῦ πλανᾶν. (Vers. 583.) Τὸ δὲ στεῦτο ἀντὶ τοῦ ἵστατο, χρησαμένου φασὶ τοῦ διασκευαστοῦ τῇ λέξει παρὰ τὴν συνήθειαν τοῦ ποιητοῦ. ἐν Ἰλιάδι γὰρ στεῦταί τι ἔπος ἐρεῖν Ἕκτωρ, ἀντὶ τοῦ ὑπισχνεῖται, διαβεβαιοῦται, ἢ φαίνεται. ἔστι δὲ ὅμως καὶ τούτου θεραπεία ἐκ τοῦ ποιητοῦ, παρ' ᾧ ἐν Ἰλιάδι κεῖται τὸ στέωμεν ἀντὶ τοῦ σταθμῶμεν. ὅθεν ὡς εἰκὸς στέετο καὶ πλεονασμῷ στεύετο, καὶ συγκοπῇ στεῦτο. Τὸ δὲ διψάων ἐνταῦθα μὲν κυριολεκτεῖται, παρ' ἄλλοις δὲ καὶ αὐτὸ καὶ τὰ κατ' αὐτὸ ἰσχυρὰν ἐπιθυμίαν μεταφορικῶς δηλοῦσιν, οἷον ἐν τῷ, ἰσχύειν κελεύω χεῖρα διψῶσαν φόνου. καὶ ἐν τῷ, διψῶ ὑμῖν χαρίσασθαι, καὶ ἐν τῷ, ὅταν οἶμαι δημοκρατουμένη πόλις, ὃ δὴ Πλάτων φησὶν, ἐλευθερίας διψήσασα κακῶν οἰνοχόων προστατούντων τύχοι καὶ ποῤῥωτέρω τοῦ δέοντος ἀκράτου μεθυσθῇ. ἐκ τοῦ τοιούτου διψᾶν καὶ πολυδίψιον κατά τινας Ἄργος, ὡς καὶ ἀλλαχοῦ ἐῤῥέθη, τὸ πολυπόθητον. (Vers. 584.) Ἐν δὲ τῷ, κύψει' ὁ γέρων καὶ ἰθύσει' ὁ γέρων, ἠθικῶς τὸ γέρων παρείληπται ὡς ἐν οἴκτῳ. (Vers. 585.) Τὸ δὲ ἀναβροχὲν ἀντὶ τοῦ ἐῤῥοφήθη, κατὰ ὀνοματοποιίαν καὶ μίμησιν ἤχου. τραχύτερον δὲ αὐτοῦ τὸ ἀναβροχθὲν, ἐξ οὗ καὶ ὁ βρόχος καὶ τὸ βροχίζειν, ὡς καὶ τὸ ῥοχθεῖν τραχυφωνότερον τοῦ ῥοθεῖν. τινὲς δὲ καὶ διὰ τοῦ υ γράφουσιν ἀναβρυχὲν καθ' ὁμοιότητα τοῦ βέβρυχεν. Ἰστέον δὲ καὶ ὅτι ἐπείπερ ἡ ἀνα πρόθεσις κωλύειν δοκεῖ νοεῖν τὸ ἀναβροχὲν ἀντὶ τοῦ καταποθὲν, ἐπάγει πρὸς