Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.436.1
Not analysed yet
εἶτα ὑπὸ Ἑρμοῦ ἀπαιτούμενος καὶ ὀμόσας μὴ ἔχειν ἐφωράθη αὖθις ἔχων διὰ τοῦ Ἑρμοῦ. Ὅμηρος δὲ ἄλλως πλάττων διψᾶν φησὶν ἐν Ἅιδου ἀεὶ καὶ πεινᾶν αὐτὸν, καὶ ἅλις μὲν ἔχειν τῶν εἰς χρείαν, μὴ ἔχειν δὲ ἀπολαύειν αὐτῶν. φησὶ γὰρ ὁ παρ' αὐτῷ Ὀδυσσεὺς οὕτω· καὶ μὴν Τάνταλον εἰσεῖδον κρατέρ' ἄλγε' ἔχοντα, ἑσταότ' ἐν λίμνῃ. ἡ δὲ προσεπέλαζε γενείῳ. στεῦτο δὲ διψάων, πιέειν δ' οὐκ εἶχεν ἑλέσθαι. ὁσσάκι γὰρ κύψει' ὁ γέρων πιέειν μενεαίνων, τοσσάχ' ὕδωρ ἀπόλεσκεν ἀναβροχέν. ἀμφὶ δὲ ποσσὶ γαῖα μέλαινα φάνεσκε. καταζήνασκε δὲ δαίμων. δένδρεα δ' ὑψιπέτηλα κατακρῆθεν χέε καρπὸν, ὄχναι καὶ ῥοιαὶ καὶ μηλέαι ἀγλαόκαρποι, συκαῖ τε γλυκεραὶ καὶ ἐλαῖαι τηλεθόωσαι, τῶν, ὁπότ' (Vers. 590.) ἰθύσει' ὁ γέρων ἐπὶ χερσὶ μάσασθαι, ἤτοι ἐφάψασθαι, τάσδ' ἄνεμος φέρεσκε ποτὶ νέφεα σκιόεντα, ἅρπυιά τις ὢν αὐτὸς οἷς ἔμελλε φαγεῖν Τάνταλος. (Vers. 582.) Σημείωσαι δὲ ὅτι τε τὸ ἑσταότα εὑρίσκεται γραφόμενον καὶ ἑστεότα, καὶ ὅτι περὶ αὐτοῦ καὶ τῶν κατ' αὐτὸ Ἡρακλείδης γράφει ὡς αἱ ὁμοφωνίαι τῶν ῥημάτων διαλανθάνειν ποιοῦσι καὶ θέματα καὶ κλίσεις. οἷον πολλάκις ἑνὸς παρακειμένου πολλοὶ ἐνεστῶτες εὑρίσκονται. ἑνὸς δέ φημι ἐν φωνῇ μόνῃ νοουμένου καὶ μὴ ἐν γραφῇ, καὶ μᾶλλον εἰ καὶ πνεῦμα διάφορον εἴη αὐτῷ. τοῦ γοῦν ἧκα παρακειμένου δυσὶ πνεύμασι χρωμένου εἰσὶν ἐνεστῶτες εἰ μὲν ψιλοῦται, ἔθω, οἷον ἔθων Οἰνῆος ἀλωὴν, αἴδω, οἷον αἰδομένων δ' ἀνδρῶν, αἴθω τὸ καίω, αἴσθω, ᾄδω, ἔδω τὸ ἐσθίω. δασυνομένου δὲ ἐνεστὼς ἂν γένοιτο ἥδω, καὶ ἕξω, καὶ ἕω, οὗ σύνθετον τὸ ἀφῆκα, καὶ ἥκω, ἔτι δὲ καὶ τὸ ἵημι. καὶ οὕτω μὲν παρακειμένου ἑνὸς πολλοὶ ἐνεστῶτες εὕρηνται. ἑνὸς δὲ αὖθις ἐνεστῶτος παρακείμενοι πολλοὶ, ὡς οἷον ἐπὶ τοῦ φιλῶ καὶ γηθῶ. ἐφ' ὧν εἷς μὲν παρακείμενος ὁλόκληρος πεφίληκα γεγήθηκα, δεύτερος δὲ γέγηθα πέφιλα, τρίτος παρ' Ἴωσι δίχα τοῦ κάππα, πεφίληα. γεγήθηα. οἷς φησὶ καὶ Ὅμηρος χρῆσθαι εἴωθεν ἐφ' ἑτέρων ῥημάτων, ὡς ὅτε ἐκ τοῦ τετύχηκα τετύχηα λέγει, διαπρύσιον τετυχηώς. τέταρτος δέ φησι παρακείμενος τοῦ φιλῶ, πεφίλεια, πρὸς ὃν Ὅμηρος ἔγραψε τὸ, νεκύων κατατεθνειώτων ἐκ τοῦ τέθνεια παρακειμένου. πέμπτος παρακείμενος ἐκ τοῦ πεφίλεια ὁ πεφίλεα δίχα τοῦ ἰῶτα, οὗ πρὸς ἀκολουθίαν τὸ ἑστεότ' εἰν Ἀΐδαο, ἀπὸ τῆς ἑστεώς φασι μετοχῆς τοῦ στῶ ῥήματος. πολλάκις δέ φησι ὑπαλλάττουσι καὶ ἕκτην διαφορὰν παρακειμένων ἐκ τοῦ ε εἰς τὸ α. τὸ γοῦν ἕστεα ἕσταα λέγουσιν, ἀφ' οὗ μετοχὴ ἑσταώς. τοῦτο δέ φησιν ἢ μετάπτωσίς ἐστι τοῦ ε εἰς α Ἰωνικῶς, ἢ τοῦ η εἰς α. Κατὰ δὲ τὸ ἕσταα ἑσταὼς, γίνεται καὶ δεδαὼς ἐκ παρακειμένου τοῦ δέδαα. οὕτω δὲ καὶ βεβαὼς μεμαὼς γεγαὼς καὶ ἄλλα. ἐν τούτοις δὲ ὁ αὐτὸς Ἡρακλείδης καὶ τὸ πεπαθυῖα διασαφῶν ὅπερ ἐν τοῖς ἑξῆς που κεῖται παρ' Ὁμήρῳ λέγει ὅτι τὰ ὑποτακτικὰ, ὧν αἱ μετοχαὶ εἰς ων ὀξύτονοι, οἷον τύχω τυχὼν εὕρω εὑρὼν, ὁμοίως τοῖς περισπωμένοις ὁριστικοῖς κατὰ τὸν παρακείμενον κλίνονται, οἷον τετύχηκα εὕρηκα, ἐξ ὧν μετοχαὶ τετυχηκὼς εὑρηκώς. οὐκοῦν καὶ τοῦ πάθω παθὼν κίνησις ὅμοια, πεπάθηκα πεπαθηκὼς, θηλυκὸν πεπαθηκυῖα, ὥσπερ δὲ λεληκηκὼς λεληκὼς, γεγηθηκὼς, γεγηθὼς Ἰωνικῇ συγκοπῇ, οὕτω καὶ πεπαθηκὼς πεπαθὼς, οὗ θηλυκὸν πεπαθυῖα. Σημείωσαι δ' ἐν τοῖς προειρημένοις τὸ ἐν φωνῇ μόνῃ καὶ μὴ ἐν γραφῇ, ὃ δηλοῖ παρακείμενον φωνούμενον μὲν ἀκολουθίᾳ κλίσεως καὶ νοήσει μόνῃ, μὴ γραφόμενον δὲ, ὡς ἄχρηστον δηλαδὴ καὶ ἀνέξοιστον, ὡς Ἡρακλείδης φησίν. (Vers. 580.) Ἔτι ἰστέον καὶ ὅτι λέγεται τὰ εἰρημένα πάσχειν ὁ Τάνταλος, ἐπειδὴ συνὼν θεοῖς τῶν ἀποῤῥήτων μετέδωκε τοῖς ὁμήλιξι, καὶ οὐ μόνον μυστηρίων τῶν ἐν λόγοις, ἀλλὰ καὶ ἀμβροσίας καὶ νέκταρος. τοιαῦτα δ' ἂν λέγοιτο πάσχειν καὶ ἅπας ἢ φαντασιοκόπος ὢν καὶ ἐλπίσι κεναῖς ἐφ' οἷς οὐ χρὴ βοσκόμενος, ἢ μοχθῶν μὲν ἐπὶ χρησταῖς ἐλπίσι καὶ καραδοκίᾳ κέρδους τινὸς καὶ μᾶλλον ἀγροτικώτερον, εἶτα ἐκπίπτων αὐτῶν ὅτε πρὸς τοῖς ἐλπιζομένοις γένηται καὶ πρὸ χειρῶν ἔχει τὸ ἀγαθόν. καὶ ὁ Τάνταλος δὲ τοιοῦτός τις ἂν δόξειεν εἶναι, πρὸς οὐδέν τι τέλος χρηστὸν ἀεὶ ἐλπιδοκοπούμενος. τῶν δέ γε πλασμένων ᾐωρῆσθαι αὐτὸν οὐρανοῦ μέσον καὶ γῆς οἱ μὲν αἰτίαν τῆς κολάσεως εἶπον καὶ αὐτοὶ τὴν προσεχῶς ῥηθεῖσαν, καὶ μάλιστα τὴν ἀκόλαστον γλῶσσαν, διὸ καὶ μέσος κρέμαται τῶν τε ἄνω ἀποστὰς περὶ οὓς ἠδίκησε, καὶ μηδὲ τοῖς κάτω συνὼν οὓς φιλεῖν ἔδοξεν, ὡς ἂν ἐπίσης καὶ ἀμφοτέρων στέροιτο. καὶ εἰσὶ τοιοῦτοι, ὅσοι κακῆς ὑπολήψεως ἁλόντες ὧν τε εἶχον πρῴην ἐξέπεσον, καὶ ὧν δὲ εἶχον ἐρωτικῶς. ἄλλοι δὲ φιλόσοφον γεγονότα τὸν Τάνταλον δοξάσαι εἶπον μύδρον εἶναι τὸν Ἥλιον καὶ μὴ σῶμά τι θεῖον καὶ γέμον ἀῤῥήτων δυνάμεων. ὅθεν Ἡλίου χόλῳ τιμωρεῖσθαι λίθου διηνεκεῖ καταφορᾷ, ἠρτημένου χρυσῆς καὶ ὡς εἰπεῖν ἡλιώδους ἁλύσεως Ἡλίῳ γὰρ ἡ τοῦ χρυσοῦ ὕλη ἀνάκειται,