Ancient Greek
Volume 1
Eustathius Philol. et Scr. Eccl., Commentarii ad Homeri Odysseam 1.52.1
Not analysed yet
ὄψεως ὥς φασιν οἱ παλαιοί. (Vers. 218.) Ὅτι ἀφελῶς ὁ Τηλέμαχος ἤτοι ἁπλοϊκῶς, μάκαρα ἄνδρα ὁρίζεται, τὸν ἐπὶ τοῖς ἑαυτοῦ γηράσαντα κτήμασιν. εἰπών. ὡς δὴ ἔγωγ' ὄφελον μάκαρος νύ τευ ἔμμεναι υἱὸς ἀνέρος, ὃν κτεάτεσσιν ἑοῖς ἐπὶ γῆρας ἔτετμε. νῦν δ' ὃς, ἀποτμότατος γένετο θνητῶν ἀνθρώπων. οὐ μὴν ἀκριβῶς ἐκεῖνος λέγει, πολλῶν γὰρ πάντως καὶ ἄλλων χρεία εἰς τελείαν εὐδαιμονίαν καὶ μακαριότητα, καὶ οὐ μόνον τοῦ οἴκοι τινὰ τελευτῆσαι ἀνενδεῶς ζήσαντα. (Vers. 220.) Ὅρα δὲ ὅτι τῷ μάκαρι τὸν ἄποτμον ὅ ἐστι δύσποτμον ἀντέθετο. οἱ μέντοι μεθ' Ὅμηρον, μακάριον τὸν εὐδαίμονα καλοῦντες, ἄθλιόν φασι τὸν δυσδαίμονα. (Vers. 219.) Τὸ δὲ ὄφελον ταυτὸν ὂν τῷ ὤφειλον, ἀναυξησίαν τὲ Ἰωνικὴν ἔχει, καὶ ἀπέλευσιν τοῦ ι. Τὸ δὲ κτεάτεσσι, πλεονασμὸν ἔπαθε τῆς τε συλλαβῆς καθὰ καὶ τὸ στομάτεσσι παρὰ τὸ Ὀππιανῷ. Τὸ δὲ ἔτετμεν, ἀχρεῖον μέν ἐστιν εἰς πεζὴν γραφὴν, δηλοῖ δὲ τὸ κατέλαβε, κυρίως μέντοι τέτμειν, τὸ ἐν ἐπιτόμῳ καὶ συντόμως καταλαμβάνειν. καὶ γίνεται ἐκ τοῦ τέμω τμῶ καὶ κατὰ ἀναδιπλασιασμὸν τέτμω. (Vers. 220.) Ἀποτμότατος δὲ ὁ δύσποτμος ὅ ἐστι δυστυχής. πότμος γὰρ, οὐ μόνον ὁ θάνατος ἀλλὰ καὶ ἡ τύχη, παρὰ τὸ πετεῖν ὅ ἐστι πεσεῖν ἀφ' οὗ καὶ ἡ περιπέτεια. τὰ γὰρ ἀπὸ τύχης, συμπίπτειν λέγεται, ἤγουν συμβαίνειν. ὅθεν εὔποτμος μὲν, ὁ εὐτυχής. πανάποτμος δὲ καὶ ἀποτμότατος, ὁ κακοτυχής. (Vers. 223.) Ὅτι πρέπει ἐνδόξῳ νέῳ ἐπειπεῖν τὸ, οὐ μέν σοι γενεὴν θεὸς νώνυμον ὀπίσω ἔθηκεν, ἐπεὶ σέ γε τοῖον ἡ μήτηρ ἐγείνατο. Ἰστέον δὲ ὅτι ὁ ποιητὴς εἴωθεν ἐπὶ μέλλοντος μὲν, τιθέναι τὸ ὀπίσω. ἐπὶ δὲ παρῳχημένου χρόνου, τὸ ἔμπροσθεν. ὅσα μὲν γὰρ οὔπω ἐθεάθησαν ἢ ἐγνώσθησαν, ὀπίσω ἡμῶν εἶναι δοκοῦσιν ὡς μὴ ἐλθόντα ὅλως εἰς ὄψιν. τὰ δὲ παρῳχημένα, ὡς ἤδη τεθεαμένα, ἔμπροσθεν γενέσθαι λογίζονται. (Vers. 224.) Ὅτι ὥσπερ Ὑψιπύλη Ὑψιπύλεια, Περσεφόνη Περσεφόνεια, οὕτω καὶ Πηνελόπη Πηνελόπεια. καὶ Βερονίκη δὲ Βερονίκεια παρ' Ἡροδότῳ. παράγονται δὲ ὁμοίως καὶ ἄλλα πολλά. Ὅτι τοῖς ἀτάκτως μεθ' ὕβρεως εὐωχουμένοις καὶ πολυτελῶς, ἐπιλεχθήσεται ἂν τὸ, τίς δαὶς τίς δὲ ὅμιλος ὅδε. εἰλαπίνη ἠὲ γάμος. ἐπεὶ οὐκ ἔρανος τάδε γ' ἐστίν. ὥς τέ μοι ὑβρίζοντες ὑπερφιάλως δοκέουσι δαίνυσθαι. νεμεσήσαιτό κεν ἀνὴρ σώφρων αἴσχεα πόλλ' ὁρόων ὃς πινυτός γε μετέλθοι. ἤγουν ὃς φρονῶν συνέλθοι αὐτοῖς. ὁ γάρ τοι κατ' αὐτοὺς ἄφρων, οὐκ ἂν νεμεσήσαιτο. (Vers. 226.) Ἰστέον δὲ ὅτι κατὰ τρεῖς μάλιστα τρόπους συνέλθοιεν ἂν πολλοὶ ἐπὶ εὐωχίᾳ, ἤγουν ἐν εἰλαπίνῃ. ἐν γάμῳ, καὶ ἐν ἐράνῳ. καὶ ὁ μὲν ἔρανος, κόσμιον, καὶ οὐδὲ πολυτελὲς, ἀλλὰ καὶ φειδωλῶς ἤσθιον ὡς τὰ πολλὰ οἱ ἐρανισταὶ, ὡς ἂν ἴδιον ἐσθίοντες ἕκαστος. ἔστι δὲ ἔρανος, ἡ ἀπὸ κοινῆς συμβολῆς ἤγουν καταβολῆς καὶ δαπάνης, πολλῶν τινῶν εὐωχία. ὡς καὶ Ἡσίοδος. ἐκ κοινοῦ, πλείστη τε χάρις δαπάνη τ' ὀλιγίστη. εἰ μὴ ἄρα ποτὲ ἀφνειός τις συντελοίη τὸν ἔρανον, ἀσύμβολον δεῖπνον καθίζων οἷς ἐθέλει, τότε γὰρ πολυτελὴς ἔσται καὶ αὐτός. ὥς που καὶ ὁ ποιητὴς ἐμφαίνει ἐν τῷ, καθὰ σύες ἐν ἀφνειοῦ ἀνδρὸς ἢ γάμῳ ἢ ἐράνῳ ἢ εἰλαμπίνῃ σφαζόμενοι· καὶ τοιοῦτος μὲν ὁ ἔρανος. ὁ δὲ γάμος, δῆλον ὅτι ὁμίλου ἐστὶ συνέλευσις ἐπὶ νυμφίων συναρμογῇ. ἡ δὲ εἰλαπίνη, εὐωχία ἐστὶ καὶ αὐτὴ πολυτελής, ἐν ᾗ κατὰ εἴλας ὡς οἱ παλαιοὶ γράφουσιν ἢ ὁμοῦ εἰλούμενοι πολλοὶ, ἔπινον. χαίροντος δηλαδὴ τοῦ δειπνοκλήτωρος. ὁ μέντοι Ἀθήναιος, ἐκ τοῦ λάπτειν τὴν λέξιν ἐτυμολογεῖ διὰ τὸ λαπτικὸν τῆς τοιαύτης λαμπρᾶς παρασκευῆς καὶ διάπανον. λαφύττειν γάρ φησι καὶ λαπάξειν ὥσπερ καὶ ἀλαπάζειν κατὰ πλεονασμὸν τοῦ α, τὸ ἐκκενοῦν καὶ ἀναλίσκειν ἐστίν. ὅθεν καὶ τὰ διαρπαζόμενα ἐν τῷ ἀλαπάζεσθαι ἤγουν πορθεῖσθαι πόλιν, λάφυρα λέγεται παρὰ τὴν λάφυξιν. λάπτειν δέ φησι, καὶ τὸ γίνεσθαι λαγαρόν τινα, ἐκπεττομένης καὶ κενουμένης τῆς τροφῆς. ὅ περ ἡ γαστὴρ πάσχει καὶ διὰ βοτάνης λαπάθου. γινομένης καὶ αὐτῆς ἀπὸ τοῦ λάπτειν. ὅθεν καὶ ἡ λαπάρα. ὡς καὶ ἀπὸ τοῦ λαγαροῦ ἡ λαγών. οἱ δὲ ταῦτα λέγοντες, παραπηγνύουσιν ἐνταῦθα καὶ ὅτι τὸ δαπανᾶν τὸ ἀπὸ τοῦ δάπτειν γινόμενον, τοῦ δαψιλοῦς ἔχεται καθὰ καὶ τὸ λάπτειν. διὸ ἐπὶ τῶν ἀπλήστως καὶ θηριωδῶς ἐσθιόντων, καὶ τὸ δάψαι τίθεται, καὶ τὸ ἐξ αὐτοῦ παράγωγον, τὸ δαρδάψαι. τὰ τοίνυν κατὰ τοὺς μνηστῆρας, ἐράνῳ μὲν οὐκ ἐοίκασιν. οὐδὲ γὰρ ἔχουσιν οὔτε εὐτελὲς οὔτε κόσμιον καὶ σεμνὸν, ἃ δὴ δοκεῖ ἔχειν ὁ ἔρανος. γάμος δὲ οὐκ ἔοικεν εἶναι. ποῦ γὰρ οἱ νυμφίοι καὶ ὅσα γάμου ἴδια; λείπεται ἄρα εἰλαπίνη εἶναι. καὶ μὲν, οὐδὲ τοῦτο. ὁ γὰρ τῆς εἰλαπίνης ἐπιστατῶν Τηλέμαχος, οὐ χαίρει τοῖς γινομένοις, ἀλλ' αἰτιᾶται τοὺς συμπότας, διότι ἀλλότριον βίοτον νήποινον ἔδουσιν. ἐπεὶ οὖν οὔτε γάμος τελεῖται οὗ οἱ μνηστῆρες ἐφίενται, οὔτε εἰλαπίνη. ἔρανον δὲ οὐκ ἄν τις